IC III iv 9* - PHI Greek Inscriptions (original) (raw)
[ ] Crete, E. — Itanos [Car., Magnesia Mai.] — 112/111 BC — McC. Magn. 160 (B)
1 | θ̣ε̣ὸ[ς] ἀ[γ]α̣θ̣ό̣[ς]. |
---|---|
[ἐ]πὶ Ὀλυμπικοῦ vac. Σ[μισιῶν]ος vac. εʹ vac. ἱσταμένου vac. ἀπ̣ό̣φασις Εὐφήμου τοῦ [Παυσανίου], | |
ν̣εωκόρου τῆς Ἀρτέμιδ[ο]ς τῆς Λευκοφρυηνῆς vac., Κίλλου τοῦ Δημητρίου, <Ἀ>ρισταγόρου τοῦ Δημο[— —], | |
Ἀπολλωνίου τοῦ Ἀλέξωνος, Λυκομήδου τοῦ Εὐπολέμου, Δημητρίου τοῦ Δημητρίου τοῦ Ἡροπύθου, | |
5 | Δημητρίου τοῦ Δημητρίου τοῦ Ἀναξαγόρου, Αἰδούχου τοῦ Ἀπολλοδώρου, Μιννίωνος τοῦ Διονυ- |
σίου τοῦ Μιννίωνος, Ἐπικούρου τοῦ Ἀρτεμιδώρου τοῦ Μοσχίωνος, Παυσσικράτου τοῦ Ἡροπύθου, Ἀπολ- | |
λωνί[ο]υ [τ]οῦ Ἀπολλωνίου, Εὐβούλου τοῦ Ἀλεξίωνος, Βοήθου τοῦ Ἀνδρομάχου, Ἀρτεμιδώρου τοῦ Δη- | |
μητ̣ρίου, Ἀπολλωνίου τοῦ Διονυσοδώρου, Ἐπικράτου τοῦ Διοκλέους τοῦ Διονυσοκλέους̣, Ε̣ὐβούλου | |
τοῦ Μάνδρωνος, κεχειροτονημένων καὶ αὐτῶν ὑπὸ τοῦ δήμου δικάσαι Κρησὶν Ἰτ[ανίοις τε κα]ὶ Ἱ[ερ]απυ- | |
10 | τνί̣[οις κατὰ τὸ γεγο]νὸς ὑπὸ τῆς συγκλήτου δόγμα καὶ κατ<ὰ> τὴν ἀποσταλεῖσα[ν ἐπιστολὴν ὑπὸ] Λευ̣- |
κ̣[ίου Καλοπορνίου Λε]υκίου υἱοῦ Πείσωνος στρατηγοῦ ὑπάτου· εὐκτὸν̣ μὲν ἦν̣ [— — — — — —] | |
ι[— — — — — — — —] ἡμῶν εἰς μηδεμίαν φιλονικίαν καὶ πλεοναζο[— — — — — — — — — — —] | |
δ[— — — — — — — —]ιεσθαι μετ’ εἰρήνης δὲ καὶ τῆς πάσης ὁμονοίας [καὶ οἰκειότητο]ς | |
τ[ὴν πρὸς ἀλλήλο]υς διαφυλάσσειν εὔνοιαν· ἐπειδὴ <δὲ> οἱ καιροὶ πολλ[άκις — — — — — —]ς | |
15 | σ[— — — — — — — —] τοὺς συνγενεστάτους εἰς διάστασιν τὴν πρ<ὸ>ς ἀ[λλήλους ἐξάγουσι]ν |
α[— — — — — — — —] π̣ᾶσιν τοῖς οὖσιν ἐν φιλίαι διαλύειν ὅσον ἐφ’ ἑαυτοῖς [τὰς ἐκ παλαιῶν] χρό- | |
νω[ν αὐτοῖς ․․․․]ε̣λη<λ>υθυίας ἔκθρας vac., ὅθεν καὶ τὰ νῦν εἰς τὴν μὲν [— — — — — — —]․ε | |
λΙ̣[․․․․ Ἰτανί]ων καὶ Ἱεραπυτνίων· vac. τῆς δὲ συνκλήτου στοιχουμ̣[ένης τῆι παρ’ ἑαυ]τῆι | |
πρ̣[ὸς πάντας ἀνθρώ]πους ὑπαρχούσηι δικαιοσύνηι δούσης κριτὴν αὐτ[οῖς τὸν ἡμέτερ]ον | |
20 | δῆ̣[μον, γράψαντος] δ̣ὲ περὶ τούτων καὶ τοῦ στρατηγοῦ Λευκίου Καλοπορ̣[νίου Λευκίου υ]ἱοῦ |
Πείσωνος, [καθ]ότι τὰ ἀποδοθέντα ἡμῖν ὑπ’ ἑκατέρων γράμματα περιέχει, ὁ δῆμος ἡμῶν̣ | |
τοῖς τε ὑπὸ Ῥωμαίων τῶν κοινῶν εὐεργετῶν διὰ παντὸς γραφομένοις πείθεσθαι προαιρούμε- | |
νος, μεμνημένος τε τῶν διὰ προγόνων ἀπὸ τῆς ἀρχῆς γεγενημένων ὑφ’ ἑαυτοῦ πρὸς πάντας Κρητα- | |
εῖς καλῶν καὶ ἐνδόξων, ἃ καὶ θεοῦ χρησμοῖς καὶ τῆι παρὰ πᾶσιν ἀνθρώποις εἰδήσει κα[τ]είληπται, καὶ νῦν | |
25 | μετὰ σπουδῆς καὶ φιλοτιμίας ἐποιήσατο τὴν αἵρεσιν τοῦ δικαστηρίου ἐν τῆι ὑφ’ ἑκατέρων γενηθεί[σηι] |
ὁμολόγωι ἡμέραι. ἀποδειχθέντες οὖν καὶ αὐτοὶ κριταὶ παραχρῆμα ἀναβάντες ἐπὶ τὸν βωμὸν τῆς Ἀρτέμι- | |
δος τῆς Λευκοφρυηνῆς σφαγιασθέντος ἱερείου ὠμόσαμεν καθ’ ἱερῶν, παρόντων τῶν τε διαδικα- | |
ζομένων ἀφ’ ἑκατέρας πόλεως καὶ τῶν συνπαρόντων αὐτοῖς, καὶ καθίσαντες ἐν τῷ ἱερῶι τῆς | |
Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς διηκούσαμεν τῶν διαφερομένων οὐ μόνον τὸν τῆς ἡμέ[ρ]α̣ς αὐ- | |
30 | τοῖς δόντες χρόνον, ἀλλὰ καὶ τὸ πλεῖον τῆς νυκτός, πᾶσαν ἀναδεχόμενοι κακοπαθίαν χά[ρ]ιν τοῦ |
μηθενὸς ὑστερῆσαι δικαίου μηθένα τῶν κρινομένων. vac. τέλος δὲ λαβούσης τῆς δικαιολογίας | |
ἐνγράφους θέμενοι τὰς γνώμας, τῶι μὲν ἀκριβεῖ τῆς ψήφου βραβευθῆναι τὴν κρίσιν οὐκ ἠβουλό- | |
μεθα, συναγαγεῖν δὲ σπεύδοντες αὐτοὺς καὶ αὐτοὶ καὶ πάλιν εἰς τὴν ἐξ ἀρχῆς ἀποκαταστῆσαι | |
φιλίαν ὡς ἦν ἡμῖν πάτριον καὶ προσῆκον ἡγούμεθα ἑκατέρους, τὰ πράγματα ἐφ’ ἱκανὸν προσκεί- | |
35 | μενοι εἰς τὸ συλλύσεως καὶ φιλίας αὐτοῖς παραίτιοι γενηθῆναι. τῆς δὲ προθέσεως ἡμῶν μὴ τελειουμέ- |
νης διὰ τὸ ὑπερβαλλόντως αὐτοὺς τὴν πρὸς ἀλλήλους φιλονικίαν ἐνεστάσθαι, συνέβη τῆι ψήφωι | |
τὴν κρίσιν βραβευθῆναι περὶ ἧς καὶ τὴν καθήκουσαν ἔχθεσιν πεποιήμεθα. vac. Ἰτάνιοι πόλιν οἰκοῦν- | |
τες ἐπιθαλάσσιον καὶ χώραν ἔχοντες προγονικὴν γειτονοῦσαν τῶι τοῦ Διὸς τοῦ Δικταίου ἱερῶι, ἔχον- | |
τες δὲ καὶ νήσους καὶ νεμόμενοι, ἐν αἷς καὶ τὴν καλουμένην Λεύκην, θλιβόμενοι κατά τινα̣ς καιροὺς | |
40 | ὑπὸ τῶν παρορόντων Πραισίων ἐπεσπάσαντο χάριν βοηθείας καὶ φυλακῆς τῆς τε πόλεως καὶ τῆς χώρας, |
ἔτι δὲ καὶ τῶν νήσων, τὸν Αἰγύπτου βασιλεύσαντα Πτολεμαῖον, ὡς τὰ παρατεθέντα ἡμῖν περὶ τού- | |
των γράμματα περιεῖχεν, καὶ τούτωι τῶι τρόπωι διακατεῖχον τοὺς προειρημένους τόπους. vac. τελευτή- | |
σαντος δὲ τοῦ Φιλομήτορος βασιλέως Πτολεμαίου καὶ τῶν ἀποσταλέντων ὑπ’ αὐτοῦ χάριν τοῦ συντη- | |
ρεῖν Ἰτανίοις τήν τε χώραν καὶ τὰς νήσους ἀπαλλαγέντων, οὕτως Ἰτάνιοι καὶ τῆι ἀπὸ τῶν φίλων εὐνοί- | |
45 | αι συνχρώμενοι διεφύλασσον τὰ καθ’ ἑαυτούς. ἐνστάντος δὲ κατὰ τὴν Κρήτην πολέμου καὶ μείζονος, |
ἀνειρημένης δὲ ἤδη καὶ τῆς Πραισίων πόλεος τῆς κειμένης ἀνὰ μέσον Ἰτανίων τε καὶ Ἱεραπυ- | |
τνίων, οὕτως Ἱεραπύτνιοι τῆς τε νήσου καὶ τῆς χώρας ἀμφισβητεῖν Ἰτανίοις ἐπεβάλαντο, φάμε- | |
νοι τὴν μὲν χώραν εἶναι ἱερὰν τοῦ Ζηνὸς τοῦ Δικταίου, τὴν δὲ νῆσον προγονικὴν ἑαυτῶν ὑπάρ- | |
χειν. τῶν δὲ παρὰ Ῥωμαίων πρεσβευτῶν τῶν περὶ Σερούιον Σολπίκιον παραγενομένων εἰς Κρήτην | |
50 | καὶ τοῦ πολέμου λύσιν λαβόντος κατήντησαν καὶ Ἰτάνιοι ἐπὶ τὴν σύνκλητον. δοθείσης δὲ τῆς ἡμετέ- |
ρας πόλεως πρότερόν τε καὶ νῦν καὶ τοῦ δόγματος περιέχοντος "ὃν τρόπον ἑκάτεροι ταύτην τὴν | |
χώραν καὶ τὴν νῆσον, περὶ οὗ ἡ πρᾶξις ἐνέστηκε, κατεσχηκότες εἴησαν τῆι πρὸ τοῦ ἡμέραι ἢ ὁ πόλε- | |
μος ἐν αὐτοῖς ἤρξατο, οὗ πολέμου ἕνεκεν Σερούιος Σολπίκιος κἀκείνη ἡ πρεσβεία εἰς Κρήτην ἀπεστά- | |
λησαν, ὅπως οὕτως κρίνωσιν αὐτοὺς ἔχειν κα̣τέχειν τε καρπίζεσθαί τε ἐξεῖναι", ἔγνωμεν· ἐκ τῆς ὑφ’ ἑκα- | |
55 | τέρων γενηθείσης δικαιολογίας, τὴν χώραν [τὴ]ν ὑπὸ τὴν διαμφισβήτησιν ἠγμένην διακατεσχημένην |
τε ὑπὸ Ἰτανίων καθότι προεκτεθείμεθα ἕω[ς] τοῦ τὸν προδιασεσαφημένον πόλεμον γενηθῆναι, οὖσαν | |
δὲ καὶ ἀπὸ τῆς ἀρχῆς Ἰτανίων καθ[ό]τι καὶ [οἱ ἐπιδειχ]θέντες ἡμῖν ὑφ’ ἑκατέρων περιορισμοὶ τῆς χώ- | |
ρας ἐμήνυον, vac. ὅ τε πρὸς τοὺς πρότερον [παροροῦντας αὐτ]οῖς Δραγμίους γενηθεὶς {ης} περιέχων | |
οὕτως· vac. "ὦροι δὲ ὄντων αὐτοῖς τᾶς χώρας τοί[δε· ὡς ὁ Σέδαμνος] ἐς Καρύμας καὶ πέραν ἐς τὰν στεφά- | |
60 | ναν καὶ ἁ στεφάνα περιάμπαξ ἐς ὀρθὸν ἐς Δο[ρθάννας ἐπὶ τὸν] λάκκον καὶ ἐς τὰν ὁδὸν καὶ πέραν ἐς |
τὸν Μόλλον", καὶ πάλιν ὁ γενηθεὶς Ἰτανίοις [καὶ Πραισίοις κα]θότι ὑπογέγραπται. vac. "ἔδοξε τοῖς Ἰτανί- | |
οις καὶ τοῖς Πραισίοις θέσθαι εἰρήναν ἐς πάντ[α τὸ]ν χ[ρόνον ἐπὶ] τᾶι χώραι ἃν νῦν ἑκάτεροι ἔχοντι ἇς ὅρια τάδε· | |
ὡς ὁ Σέδαμνος ἐς Καρύμας ἐς τὰν δηράδα καὶ πέ[ραν ἐς] τὰν στεφάναν καὶ περιαμπέτις ὡς ἁ στεφάνα καὶ εὐθυ- | |
ωρίᾳ ἐς Δορθάννας ἐπὶ τὸν λάκκον καὶ ὡς ἁ ὁ[δὸς] ποτὶ μεσαμβρίαν τᾶς ὁδῶ τᾶς ἀγώσας δι’ Ἀτρῶνα καὶ ἐς | |
65 | Μόλλον καὶ ἀπὸ τῶ Μόλλω εὐθυωρίαι ἐπὶ θάλασσαν", ὅ τε αὖ τοῖς Ἱεραπυτνίοις καὶ Πραισίοις γενηθεὶς περι- |
[ο]ρισμὸς γεγραμμένος οὕτως. vac. "οἱ δὲ ὅροι τᾶς χώρας ὡς ὁ Σέδαμνος ἐς Καρύμας ἐς τὰν δηράδα καὶ πέραν | |
ἐς τὰν στεφάναν καὶ περιαμπέτις ὡς ἁ στεφάνα καὶ εὐθυωρίαι ἐς Δορθάννας ἐπὶ τὸν λάκκον". τῶν δὲ προ- | |
ειρημένων ὁρίων σαφῶς διειργόντων τήν τε Ἰτανίων χώραν καὶ τὴν πρότερον μὲν οὖσαν Δραγμίων καὶ τὴν | |
Πραισίων, κατεχομένην δὲ νῦν ὑπὸ Ἱεραπυτνίων, τοῦ δὲ ἱεροῦ τοῦ Διὸς ἐκτὸς τῆς διαμφισβητουμένης | |
70 | χώρας ὄντος καὶ περιοικοδομήμασιν καὶ ἑτέροις πλείοσι[ν ἀ]ποδεικτικοῖς καὶ σημείοις περιλα[μ]βανο- |
μένου καθότι καὶ διὰ τῶν ἐπιδεικνυμένων ἡμῖν χωρογραφιῶν εὐσύνοπτον ἦν, πρ̣[ὸ]ς τούτοις ἀπεδείκνυον | |
Ἰτάνιοι καὶ δι’ ἑτέρων πλειόνων γραμμάτων ὑπάρχουσαν τὴν διαμφισβητουμένην χώραν ἐνεργὸν καὶ οὐ- | |
χ, ὡς ἔφασαν Ἱεραπύτνιοι, ἱερὰν καὶ ἀγεώργητον, φανερὸν δὲ τοῦτο ἐγίνετο καὶ ἐκ τοῦ δόγματος καθ’ ὃ ἐκρίνα- | |
μεν, τοῦ γραφέντος καὶ ὑπὸ τῶν ἐληλυθότων εἰς Κρήτην π[ρ]εσβευτῶν τῶν περὶ Κόϊντον Φάβιον, οἵτινες ἑω- | |
75 | ρακότες τό τε ἱερὸν καὶ τὸν περίβολον αὐτοῦ ἰδίοις σημε[ί]οις καὶ περιοικοδομήμασιν περιεχόμενον, ἑωρα- |
κότες δὲ καὶ τὴν χώραν τὴν ὅμορον τῷ ἱερῶι, ὑπὲρ μὲν ἱερᾶς χώρας οὐκ ἔγραψαν οὐθέν, καίτοιγε Ἱεραπυ- | |
τνίων ῥητῶς ὑπὲρ ἱερᾶς χώρας ἠξιωκότων τὴν σύγκλητον, Ἰτανίων δὲ περὶ χώρας τῆς ἑαυτῶν τῆς καλουμέ- | |
νης Ἑλείας καὶ νήσου ἰδίας Λεύκης, γνόντες δὲ ὅτι ἡ παροροῦσα χώρα τῷ ἱερῶι οὐκ ἦν ἱερὰ οὐδὲ ἀγεώργητος, ὑ- | |
π[ὲ]ρ χώρας μόνον ἐφαίνοντο μνείαν πεποιημένοι, γράψαντες "ἵνα ἔχωσιν κατέχωσίν τε καρπίζωνταί τε", τοῦ | |
80 | [κ]αρπίζεσθαι γραφομένου κατὰ χώρας γεγεωργημένης τε καὶ γεωργηθησομένης, ὅπερ ἐπὶ τῆς ἱερᾶς χώρ- |
ας οὐκ ἦν ἐνδεχόμενον· vac. νόμοις γὰρ ἱεροῖς καὶ ἀραῖς καὶ ἐπιτίμοις ἄνωθεν διεκεκώλυτο ἵνα μηθεὶς ἐν τῷ ἱ- | |
ερῶι τοῦ Διὸς τοῦ Δικταίου μήτε ἐννέμηι μήτε ἐναυλοστατῆι μήτε σπείρηι μήτε ξυλεύηι, καίτοιγε Ῥωμαίων, | |
ὅταν περὶ ἱερᾶς τινος χώρας διαφέρωνται, γραφόντων ῥητῶς, καθότι καὶ τὰ παρατεθέντα ἡμῖν ἐφ’ ἑτέρων | |
δόγματα περιεῖχεν. τὸ δὲ πάντων μέγιστον καὶ ἰσχυρότατον τεκμήριον τοῦ ἐγνωσμένων τῶν καθόλου πρα- | |
85 | γμάτων ὑπὸ Ῥωμαίων ἐφ’ ὁμολογουμένοις ἡμᾶς καὶ κεκριμένοις τὴν ψῆφον ἐπενηνοχέναι· Ἰτανίων γὰρ ἀξιωσάν- |
των τὴν σύνκλητον ἵνα τὸ ἐνῳκοδομημένον ὑπὸ Ἱεραπυτνίων χωρίον ἐν τῆι κρινομένηι χώραι καθαιρεθῆι ἡ σύν- | |
κλητος ἐπέταξεν Λευκίῳ Καλοπ[ορνίῳ Λευκίου υἱῷ Πείσωνι στρατηγῷ ὅπως] | |
[καθαιρ]ε̣θῇ εἴ τι ἐνῳκοδόμηται, φανερῶς καὶ διὰ τοῦ τοιούτου [— — — — — — — — —] | |
[․․․․․]ετων κρατούντων. ἀκολούθως δὲ τούτοις οἱ μὲν αὐτοὺς [— — — — — — — — — —] | |
90 | [․․․․․]ντες Ἰτανίοις παρῆσαν. οἱ δὲ κατὰ πό<λε>ις ἐνγράφου̣ς̣ [․․․․․․]σ․․․․π[— —] |
․․․․ ἀ̣ποδεικνύντες ἄνωθεν τὰ διαμφισβητούμενα Ἰτα[νίων] γ̣ε̣γ̣ονό̣τ[α — —] | |
․․․․των μέ̣χρι τοῦ δηλουμένου διὰ τοῦ δόγματος γεγονέν[αι — — — — — — — — — — —] | |
[ποιη]τῶν καὶ ἱστοριαγράφων ἀποδείξεις, ἃς καὶ αὐτοὶ ἡμ[ῖ]ν π̣[․․․․․․]εσ[— —] | |
[․․․․․]τους δικαιολογίᾳ· τά γε μὴν περὶ τῆς νήσου τῆς κα̣λουμ̣έ[νης Λεύκης — —] | |
95 | [․․․․ τῶ]ν Ἱεραπυτνίων ἐξωμολογημένας εἶχεν τὰς ἀποδε̣ί̣ξ̣ε[ις — — — — — — — — — —] |
[․․․․․․]τε τὴν νῆσον οὖσαν καὶ διὰ τὰ γεγενημέ̣να περὶ αὐτο̣ῦ [— — — — — — — — — —] | |
[τὴν Πτ]ολεμαϊκὴν οἰκίαν ε̣ἰς προστασίαν καὶ φυλακὴν ἑαυτοῖς κ[․․․․․․․․․․․․․․]κα[— —] | |
[ἰσχυρ]ίζεσθαι τὰς ἀποδε̣ίξεις ἐπιστολαῖς βασιλικαῖς, ἀντιγραφ̣[αῖς δὲ α]ὐτῶν̣ [— —] | |
[․․․ τὴ]ν νῆσον πολλάκις στρατιωτῶν γραμμάτων τε ἀποστολαῖς [․․․․]το δοξ̣[— —] | |
100 | [․․․․ τ]ὴν νῆσον φρουρίου, πρὸς δὲ τούτοις λογείαις τε σιτικαῖς ἃς̣ ὁ λ̣[․․․․․] καὶ ἐνε[— —] |
[ὑπ]ὲρ τῆς νήσου κατά τινων ὑπὸ Ἰτανίων γε̣γραμμέναις ὡς ἀπεδείκν[υον] δ̣ι̣ά τε π̣λειόν[ων ἑτέρων χρηματισ]- | |
[μῶν κ]αὶ διὰ λευκωμάτων ἅτινα τὰς ἐνιαυσίους εἶχεν τῶν τε[ταγμέν]ων διοι[κ]ήσεις. [πρὸς δὲ τοῖς] | |
[προειρ]ημένοις καὶ δι’ αὐτῶν ὧν αἵ τε λοιπαὶ πόλεις καὶ αὐτοὶ δὲ Ἱε[ραπ]ύτνιοι γεγρά̣φ̣[ασι περὶ τῆς] | |
[προδε]δ̣ηλωμένης νήσου εὐσύνοπτον ἡμεῖ̣ν ὑπῆρχεν τὸ καὶ τὴν [προ]δεδηλωμένην νῆσ[ον προγονικὴν] | |
105 | [εἶναι] Ἰτανίων καὶ διακατεισχῆσθαι ὑπ’ αὐτῶν καὶ διὰ τῆς τ̣ῶν φίλω̣[ν αὐ]τῶν κα[λ]ῆς προν[οίας μέχρι τῆς — —] |
[․․․․․]σ̣ίας καὶ μέχρι τοῦ συστάντος ἐν Κρήτῃ πολέμου ὧν ἀνα[․․․․․․․]ρ̣ιν ἐπιμνησθ[— — — — — — — — —] | |
[ἔγνωμ]εν γὰρ τὴν τοῦ βασιλέως Πτολεμαίου προστασίαν καὶ [κεκυρωμέν]ην παρὰ τοῦ κοιν[οῦ τῶν Κρηταιέων] | |
[παρ’ ὧ]ν ἔλαβον εὐδόκησιν καθότι τὸ παρατεθὲν ἡμῖν διάγρα̣μ̣[μα περι]εῖχεν, Ἰταν[ί]ο[ις Γορτύνιοι ἀπο]- | |
[στεί]λαν̣τες <ἐ>πιστολὴν διεσάφησαν ὅτι ἐπὶ τὴν νῆσον αὐτῶν τ̣ὴν̣ [καλου]μ[έ]νην Λεύκ[ην Πραίσιοι μέλλουσιν] | |
110 | [ἐπέρχεσ]θαι, φανερὸν ποιοῦντ<ε>ς καὶ διὰ τοῦ τοιούτου τρ̣όπου [․․․․․․․]εχ̣ο̣ν ἄλλας τὰ[ς — — — —] |
[․․ Γο]ρτυνίων δ̣ὲ συνπαρόντων ἐπὶ τῆς κρίσεως Ἱεραπυτ[ν]ίοις, [παρετίθεν]το ἡμῖν Ἰτά[νιοι ἀποστα]- | |
[λεῖσαν] πρὸς ἑαυ[τ]οὺς πρότερον ὑπὸ Γορτυνίων ἐπιστολήν, δι’ ἧ[ς] ἔ[κδη]λ̣[ο]ν ἅ[πασιν ἐγίνετο ὅτι] | |
[ἐπιμελῶς] προνοούμενοι Γορτύνιοι τοῦ κατὰ Ἰτανίους συμφέροντος ἐ[μήν]υ̣ο̣ν αὐτο[ῖς περὶ Πρα]ισ[ίων ὅτι] | |
[περὶ τὴ]ν νῆσον αὐτῶν τὴν Λεύκην γίνονται ὡς κυριεύσοντες. [․․․․․․] τε ἡ ἐπιστολ[ὴ καὶ ἀνεγράφη, γε]- | |
115 | [νομένης] ὑπ’ οὐδενὸς ἀντιλογίας, ἐκρίναμεν δὲ καὶ αὐτῆς ἀ[ντίγραφον] καταχωρίσαι [τὸ ὑπογεγραμμένον]· |
"[Γ]ο̣ρ̣τυνίων οἱ κόρμοι καὶ ἁ πόλις Ἰτανίων τοῖς κόρμοις καὶ [τ]ᾶι πόλ[ι] χαίρεν· πεπεισμ[ένοι ὑπ’ ἀνδρός τινος] | |
[ὃς δεδ]ήλωκεν ὅτι οἱ Πραίσιοι οἰκονομόνται περὶ τᾶς Λεύκας ὡς [ἐπιστ]ρατίας γενομ[ένας, κρατῆσαι αὐ]- | |
[τᾶς, τάδε] ἐκρίναμεν ὑμῖν ἐπιμελίως ἀποστεῖλαι· ὑμὲν ἂ̣ν̣ καλῶς ποή[σαιτε τ․]ς ἐν τῷ χωρίῳ [— — — —] | |
[․․]επ[․․]σην θέμ<ε>νοι παρορῶντέ<ς τε> εἰ χρείαν ἔχετε ἐν τὸ χωρίο[ν] ἐ[πιταδείω]ν· γεγράφ[αμεν οὖν ὑμῖν, οὐκ ὄν]- | |
120 | των τούτων φίλων τῷ τε βασιλεῖ καὶ αὐτοῖς ὑμῖν, [δι]ὰ [πα]ντὸς ἐ[πιμε]λούμενοι κ[α]ὶ βω[λόμενοι ἀεὶ — —] |
[․]ε[․]αι τῷ τε βασιλεῖ καὶ τοῖς τῶ βασιλέως φίλοις". Ἱεραπύτνιοι δ[ὲ ἔτι τῆ]ς ἀμφισβη[τ]ήσ[εως ἀντε]- | |
[χόμεν]οι καὶ φάσκοντες τὴν νῆσον ἑαυτῶν εἶναι προγονικὴν ακλ̣η[․․․․․․]ιτης τῶν [— — — — — —] | |
[․․]ς τε ἀρχούσης καὶ τῆς τῶν Στηλιτῶν φήσαντες πλοῖον εὐ[․․․․․․․․]υ τὸμ πολεμ[— — — — — —] | |
[․]υκραι καταχθῆναι καὶ παρακαλοῦντες τὸς Ἰτανίους περὶ τούτων [․․․ μν]είαν τιν[ὰ — — — — — —] | |
125 | [․․] αὐτοὶ Ἰτανίοις τὴν ὑπογεγραμμένην ἐπιστολήν· "Ἱεραπυτνίων οἱ [κόσμοι κ]αὶ ἁ πόλις Ἰταν[ίων τοῖς] |
[κόσ]μοις καὶ τᾶι πόλει χαίρεν· βέλτιον ὑπελάβομεν γράψαι ὑμῖν ὅπως εἰ διὰ [τὸ σ]υμβεβηκὸς υ̣[— — —] | |
․․․ καὶ Πραισίων κατᾶκται τὸ πλοῖον τὸ Κυδάνο<ρ>ος ἐκ τᾶς ὑμᾶς νάσω Λεύ[κας ․․․]ν ἀδικοῦν Ι̣[— —] | |
[․․․]σαιτε ἐπιστροφάν τινα ποησάμενοι περὶ τούτων ὅπως μηθὲν [․․․․․]ν ἀδικήσητε [— — — — — —] | |
[․․․] ὁμοίως δὲ καὶ ἁμές, εἴ τί κα συμβαίνῃ τινὶ ὑμῶν τοιοῦτο ἐν τᾷ ἁμ[ᾷ μηθενὶ] ἐπιτρέψομεν. [ἔρ]- | |
130 | [ρωσθ]ε". τίς οὖν ἂν ἔτι προσδέξαιτο τὴν ὑπὸ Ἱεραπυτνίων κατὰ Στηλιτῶν ․․․․․․ καιρὸν [— — —] |
[․․․ τῶ]ν προγονικὴν τὴν νῆσον ἑαυτῶν λεγόντων· ὅτε δὲ Πραισίων κατα[․․․․․․․․] πο[․]υμεν̣[— —] | |
[․․․ π]ροειρημένων ἀποδείξεων ἰσχυροτέραν πίστιν τῆς τούτων α[․․․․․․․]εχη ․․εν δι[— — — — —] | |
[․․․ ἄν]θρωποι τὰς κατὰ τῶν τόπων ἔχουσι κυριείας ἢ παρὰ προγόνων π[αραλαβόν]τες αὐτοὶ [ἢ πριάμενοι] | |
[κατ’] ἀργυρίου δόσιν ἢ δόρατι κρατήσαντες ἢ παρά τινος τῶν κρεισσόν[ων σχόντες· ὧν] οὐθὲν [φανερόν] | |
135 | [ἐστι συμβεβ]ηκὸς Ἱεραπυτνίοις· οὔτε γὰρ παρὰ προγόνων παρειληφότες οὔ[τε ․․․․․․․․․․․․]ητ[— —] |
[․․․․․․․] ἃς ο<ὔ>τε διὰ τοῦ ἀξιώματος ὑπογ[ρ]άψαντες οὔτε ὡς αὐτοὶ ἐκ τῆς [νήσου ․․․․]ονσανη[— —] | |
[․․ κατ’ οὐ]δένα τῶν τρόπων, οὐδὲ μὴν κατὰ πολεμικὴν περίστασιν εσ[․․․․․․․]τ̣ωταμ[— — — — — —] | |
[․․․․․․․]η μ<η>δὲ γὰρ πεπολεμηκέναι τ[οῖς] Ἰτανίοις ἔφασαν οὔτε μὴν μ[․․․․․․․․․] ἡμεῖς [— —] | |
[․․․․․․․] τούτων εὑρίσκοντο οὐδὲ ὑπ’ αὐ[τῶν Ἰ]τανίων ἦν τι αὐτοῖς δεδο[․․․․․․․․․]νου δι[— —] | |
140 | [․․․․․․․․․] ὑπὸ πάντα τὸν τόπον· εἰ δὲ τῶν ἐναντίωμ μήτε γέγο[νεν] μήτε [— — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |