Polyaeanus, Greek text, 5(b) (original) (raw)

back

Polyaenus: Stratagems

- BOOK 5, Chapters 16-48

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.


← Previous Chapters (1-15)

[16] ΠΑΜΜΕΝΗΣ

E Παμμένης διὰ τῆς Φωκίδος ἦγε τὸ στρατόπεδον ἐς Θήβας. οἱ πολέμιοι τὸν Φιλοβοιωτὸν καλούμενον κατελάβοντο ἔχοντα ὁδοὺς δύο στενὰς, ὧν τῆς ἑτέρας ἤδη κατειλημμένης ὁ Παμμένης ὀρθίας τὰς τάξεις βαθύνας καὶ ποιήσας τὸ στρατόπεδον εὔογκον καὶ πορευτικὸν ἐσχημάτισεν ἐπὶ τὸ δεξιὸν ὡς ἔνθεν ἄξων. οἱ δὲ τὸ εὐώνυμον ἐκλιπόντες ἐπὶ τὸ δεξιὸν ἔδραμον ὡς κωλύσοντες, ὁ δὲ ἐπὶ τὸ εὐώνυμον σπουδῇ δραμὼν ἀσφαλὼς διήγαγε τὸ στρατόπεδον.

2 Παμμένης πολλὴν ἵππον καὶ μάχιμον ἔχων, πολλοὺς πελταστὰς τῶν πολεμίων ἐχόντων, ὀλίγους τῶν αὑτοῦ πελταστὰς καὶ τὴν κούφην στρατιὰν ἔταξε κατὰ τὸ κράτιστον τῶν πολεμίων καὶ παρήγγειλεν ἑκόντας ὑποφεύγειν, ἵνα ἀποσπάσῃ [τοὺς] ἐναντίους πελταστὰς ἀπὸ τῆς ἄλλης φάλαγγος. ἐπεὶ δὲ τοῦτ' ἐγένετο, λαβὼν τοὺς ἱππεῖς ἀπὸ τοῦ ἑτέρου κέρατος περιίππευσεν ἐπ' αὐτοὺς καὶ κυκλωσάμενος ἐνίκησε, τῶν τε ἱππέων ἐπικειμένων καὶ τῶν φεύγειν δοκούντων ἀναστρεψάντων.

3 Παμμένης μετὰ Θηβαίων κρατῆσαι βουλόμενος τοῦ Σικυωνίων λιμένος αὐτὸς μὲν κατὰ γῆν παρεσκευάζετο προσβαλεῖν, πλοῖον δὲ στρογγύλον πληρώσας ὁπλιτῶν ἔπεμψεν. οἱ δὲ πλεύσαντες προσέσχον πρὸ τοῦ λιμένος· δείλης δὲ ἀπέβησαν αὐτῶν ὀλίγοι γυμνοὶ ὡς ἐμπορικοί τινες ἀπὸ τοῦ πλοίου πρὸς ἀγορὰν ἐπιτηδείων ἥκοντες. ὁ δὲ Παμμένης, ἐπεὶ τὸ πλοῖον ἐφώρμει τῷ λιμένι καὶ ἦν ἑσπέρα, προσέβαλε τῇ πόλει σὺν θορύβῳ πολλῷ, οἱ δὲ περὶ τὸν λιμένα πρὸς τὸν θόρυβον ὁρμήσαντες βοηθεῖν ἐπειρῶντο. ἐκ τοῦ πλοίου δὲ τοῦ στρογγύλου ἀποβάντες οἱ ὁπλῖται μηδενὸς κωλύοντος τὸν λιμένα κατέσχον.

4 Παμμένης τοὺς πολεμίους ἐξηπάτησε χρησάμενος τῷ νόμῳ τῆς σάλπιγγος ὑπεναντίῳ προπαραγγείλας τοῖς ἑαυτοῦ στρατιώταις πρὸς μὲν τὸ ἀνακλητικὸν ἐπιθέσθαι, πρὸς δὲ τὸ ἐπικελευστικὸν ἀναχωρῆσαι. τοῦτο ποιήσας ἐν ἀμφοτέροις μεγάλα τοὺς πολεμίους ἔβλαψεν.

5 Παμμένης ὀλίγην ἔχων δύναμιν ὑπὸ πλειόνων ἀποληφθεὶς ἔπεμψεν αὐτόμολον ἐς τὸ τῶν πολεμίων στρατόπεδον· ὁ δὲ τὸ σύνθημα ἐκμαθὼν ἐπανελθὼν ἤγγειλε τῷ Παμμένει. ὁ δὲ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, πολλοὺς αὐτῶν φθείρας διεξεπαίσατο· αὐτὸς [μὲν γὰρ τὸ ἐκείνων ἠπίστατο] σύνθημα, τοῖς δὲ ἦν ἀπορία γνωρίζειν ἐν σκότῳ τοὺς οἰκείους μὴ δυναμένοις διὰ τοῦ συνθήματος.

[17] ΗΡΑΚΛΕΙΔΗΣ

E Δημήτριος Ἡρακλείδην φύλακα τῶν Ἀθηνῶν συντάξας αὐτὸς μὲν ἦν περὶ τὴν Λυδίαν. οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐν ἀπορρήτῳ βουλευσάμενοι τὸν ξεναγὸν Ἱεροκλέα, Κᾶρα τῷ γένει, ἔπεισαν νυκτὸς ἀνοῖξαι τὰς πύλας καὶ δέξασθαι στρατιώτας Ἀττικοὺς, οἳ κτενοῦσιν Ἡρακλείδην. ταῦτα μὲν δὴ συνέθεντο παρὰ τὸν Ἰλισσὸν, οὗ τὸν καθαρμὸν τελοῦσι τοῖς ἐλάττοσι μυστηρίοις, Ἱππάρχου καὶ Μνησιδήμου στρατηγῶν ὅρκια δόντων καὶ λαβόντων. Ἱεροκλῆς δὲ πιστὸς Ἡρακλείδῃ γενόμενος ἐμήνυσε τὴν πρᾶξιν. ὁ δὲ συνέπραττε νύκτωρ αὐτοὺς εἰσδέξασθαι ἀνοίξαντές τι μέρος [τῶν] πυλῶν. καὶ δὴ νυκτὸς εἰσεδέξαντο τετρακοσίους καὶ εἴκοσι ἄνδρας, ὧν ἡγοῦντο Μνησίδημος, Πολυκλῆς, Καλλισθένης, Θεόπομπος, Σάτυρος, Ὀνητορίδης, Σθενοκράτης, Πυθίων· Ἡρακλείδης δὲ στρατιώτας δισχιλίους ὡπλισμένους ἐπαφῆκεν, οἳ πάντας αὐτοὺς εἰσελθόντας ἐφόνευσαν.

[ΗΡΑΚΛΕΙΔΗΣ ΤΑΡΑΝΤΙΝΟΣ]

E Ἡρακλείδης Ταραντῖνος ἀρχιτέκτων ὑπέσχετο Φιλίππῳ, τῷ πατρὶ Περσέως, μόνος καταπρήσειν τὸ Ῥοδίων ναυτικόν. καὶ δὴ τότε στρατηγῶν προῆλθεν ἐκ τῆς αὐλῆς τῆς Φιλίππου σημεῖα αἰκίας ἔχων καὶ βωμῷ προσέφυγεν ἱκετηρίας λαβὼν καὶ παρὰ τοῦ πλήθους ἔλεον αἰτούμενος· ὥστε καὶ ἦσαν τῶν Μακεδόνων, οἷς ἐδόκει ταῦτα μὴ δικαίως παθεῖν. ὁ δὲ πορθμίδος ἐπιβὰς κατῆγεν εἰς Ῥόδον φάσκων 'ἱκέτης ἦλθον προπηλακιζόμενος δι' ὑμᾶς, ἐπειδὴ Φίλιππον ἐκώλυον πολεμεῖν ὑμῖν· ἵνα δὲ πιστεύσητε τοῖς λεγομένοις, καὶ δὴ ἐπιστολὰς Φιλίππου δεικνύω γεγραμμένας πρὸς Κρῆτας, ἐν αἷς συντίθεται κατὰ Ῥοδίων τὸν πόλεμον ἐξοίσειν'. Ῥόδιοι ταῖς ἐπιστολαῖς πιστεύσαντες Ἡρακλείδην ὑποδέχονται ὡς δυνησόμενον αὐτοῖς ὠφέλιμον κατὰ Φιλίππου γενέσθαι, ὁ δὲ νύκτωρ πνεῦμα ἐπίφορον παραφυλάξας τὰ νεώρια Ῥοδίων κατέπρησεν. τρισκαίδεκα νεώσοικοι διεφθάρησαν καὶ ὅσαι τριήρεις ἐν αὐτοῖς· ὁ δὲ πῦρ ἐμβαλὼν παραχρῆμα σκάφους ἐπιβὰς ἀνήχθη, καὶ διαβαλὼν ἐς Μακεδονίαν ἦν παρὰ Φιλίππῳ κορυφαῖος τῶν φίλων Ἡρακλείδης.

[18] ΑΓΑΘΟΣΤΡΑΤΟΣ

E Ῥόδιοι βασιλεῖ Πτολεμαίῳ πολεμοῦντες περὶ Ἔφεσον ἦσαν· Χρεμωνίδης Πτολεμαίου ναύαρχος ἀνήχθη ναυμαχήσων. Ἀγαθόστρατος Ῥοδίους ἐξῆγε ἐπὶ μίαν ναῦν καὶ φανερὸς γενόμενος τοῖς ἐπιπλέουσι μετέστρεψε μετωπηδὸν καὶ χρόνον ἐπισχὼν βραχὺν ἀνεχώρησεν ἐπὶ τὸν αὐτὸν ὅρμον. οἱ πολέμιοι νομίσαντες, ὅτι μὴ θαρροῦσι διαναυμαχεῖν, αὐτοὶ παιωνίσαντες εἰς λιμένα ἐπανῄεσαν· Ἀγαθόστρατος ἐπιστρέψας καὶ τὸ ναυτικὸν πυκνώσας ἐπ' ἀμφοτέρων τῶν κεράτων ἐπέπλευσε τοῖς πολεμίοις ἐκβαίνουσι περὶ τὸ τῆς Ἀφροδίτης τέμενος καὶ ἀπροσδοκήτως προσπεσὼν ἐνίκησεν.

[19] ΛΥΚΟΣ

E Λύκος Λυσιμάχου στρατηγὸς, Αἰνήτου στρατηγοῦ Δημητρίου φυλάσσοντος Ἔφεσον καὶ πολλοῖς πειραταῖς τοὺς ὁμόρους κατατρέχοντος, τὸν ἀρχιπειρατὴν Ἄνδρωνα χρήμασι διαφθείρας κατελάβετο τὴν Ἔφεσον. ὁ μὲν ἀρχιπειρατὴς τοὺς Λύκου στρατιώτας ἀόπλους ἐν ἱματίοις καὶ τρίβωσι, δεδεμένους, ὡς αἰχμαλώτους λαβὼν εἰσήγαγε καὶ πλησίον τῆς ἀκροπόλεως γενόμενος παρήγγειλε χρῆσθαι τοῖς ἐγχειριδίοις, ἃ (κεκρυμμένα) ἐκόμιζον ὑπὸ μάλης. τῶν δὲ περὶ τὴν ἀκρόπολιν πυλωρῶν καὶ φυλάκων φονευομένων αἴρεται σημεῖον τοῖς περὶ τὸν Λύκον. οἱ δὲ εἰσπεσόντες καὶ τὸν Αἴνητον συνέλαβον καὶ τὴν Ἔφεσον κατέσχον καὶ τοῖς μὲν πειραταῖς τὸν μισθὸν ἀποδόντες παραχρῆμα τῆς πόλεως αὐτοὺς ἀπέπεμψαν τὸ ἄπιστον αὐτῶν περὶ τοὺς πρώτους φίλους οὐκ ἀσφαλὲς ὑπάρχειν ἡγούμενοι.

[20] ΜΕΝΕΚΡΑΤΗΣ

E Μενεκράτης Σαλαμῖνα τὴν ἐν Κύπρῳ βουλόμενος ἑλεῖν δὶς τῷ τείχει προσβαλὼν ἀπεκρούσθη τῶν στρατιωτῶν ἐς τὰς ναῦς φυγόντων· τρίτον προσβάλλων σημεῖον ἦρε τοῖς κυβερνήταις, ἀποπλεῦσαι καὶ ὑπὲρ τὴν παρακειμένην ἄκραν [τὰς] ναῦς ἀποκρύψαι. οἱ στρατιῶται προσβαλόντες πάλιν ἔφευγον, ὡς δὲ εἶδον τὰς ναῦς ἀφανεῖς, οὐκ ἔχοντες ἐλπίδα τοῦ δύνασθαι φυγεῖν, ἀναστρέψαντες ἐξ ἀπονοίας ἐμαχέσαντο καὶ νικήσαντες κατέσχον τὴν Σαλαμῖνα.

[21] ΑΘΗΝΟΔΩΡΟΣ

E Ἀθηνόδωρος βασιλεῖ στρατηγῶν, ἡττηθεὶς ὑπὸ Φωκίωνος περὶ Ἀταρνέα ὥρκισε τοὺς στρατιώτας καὶ τοὺς ἡγεμόνας αὐτῶν, ἦ μὴν μαχέσασθαι, μέχρις ἂν ζῶσι· καὶ δὴ συνέβαλον πάλιν ὡς διὰ τὸν ὅρκον. καὶ ἦν ἰδεῖν τοὺς μὲν νικήσαντας ἡττημένους, τοὺς δὲ ἡττημένους νικήσαντας.

[22] ΔΙΟΤΙΜΟΣ

E Διότιμος πλοῖα σιτηγὰ παραπέμπων δέκα τριήρεσι, καταληφθεὶς περὶ τὴν Χίον ὑπὸ Λακεδαιμονίων ἐχόντων εἴκοσι ναῦς, διωκόμενος ἐν γαλήνῃ, κύκλῳ τῶν ὁλκάδων φεύγων, ταχύτερα ἔχων τὰ σκάφη ἔπασχε μὲν οὐδὲν ὑπὸ τῶν διωκόντων, ἀεὶ δὲ κατὰ πρύμναν ἁπτόμενος τῶν ἐσχάτων [τὰς μὲν αὐτάνδρους ἔλαβε] τῶν νεῶν, τὰς δὲ κατέδυσεν, ὥστε ἦν τὸ χρῆμα παράλογον· οἱ γὰρ φεύγοντες ἐνίκησαν τοὺς διώκοντας.

2 Διότιμος δέκα ναῦς ἔχων ἀνθώρμει Λακεδαιμονίοις τὰς ἴσας ναῦς ἔχουσιν. οἱ μὲν οὐκ ἐθάρρουν συμβάλλειν τὰς Ἀττικὰς ἐμπειρίας δεδοικότες. ὁ δὲ τοὺς ταρσοὺς τῶν τριήρων ἐξελὼν, [κατὰ δύο] ζεύξας πρὸς ἀλλήλας, τὰ ἱστία τῆς μιᾶς ἐπαράμενος εἰς τὸ πέλαγος ἀνήγετο. Λακεδαιμόνιοι πέντε ἱστίων φαινομένων πέντε ναῦς εἶναι νομίσαντες καταφρονήσαντες ἐπέπλευσαν· Διότιμος τὰ ζεύγματα λύσας, ἐπιστρέψας, ἐναντίοις ἐμβαλὼν δέκα ναυσὶ, προσούσης τῆς Ἀττικῆς ἐπιστήμης, τὰς μὲν ἓξ τῶν Λακωνικῶν κατέδυσε, τὰς δὲ τέσσαρας ἔλαβεν αὐτάνδρους.

3 Διότιμος Ἀθηναῖος ναύαρχος πελάγιον πλοῦν μέλλων πλεῖν, κρύφα συναγαγὼν τοὺς τριηράρχους προεῖπεν αὐτοῖς, ὅτι τὰς κάλλιστα πλεούσας τῶν νεῶν αὐτὸς παραλαβὼν ἀναχθήσεται· τοῦτο δὲ προεῖπεν, ἵνα οἱ ἄλλοι τριήραρχοι μὴ ἀπολείποιντο ὡς παρίσας τριήρεις ἔχοντες.

4 Διότιμος καταπλεύσας νυκτὸς ἐς χωρίον τῆς πολεμίας ἀφ' ἑκάστης νεὼς συχνοὺς ἄνδρας ἐκβιβάσας τοὺς μὲν εἰς ἐνέδραν ἀπέκρυψεν· ἀρχομένης δὲ ἡμέρας κατὰ τοὺς ἐνεδρεύοντας ταῖς ναυσὶν ἀνεκώχευε παραγγείλας τοῖς μὲν ἐπὶ τῶν καταστρωμάτων διασκευάζεσθαι πρὸς μάχην, τοῖς δὲ ἐρέταις ἀνὰ μέρος ὁτὲ μὲν τὰς θαλαμίας, ὁτὲ δὲ τὰς ζυγίας, ὁτὲ δὲ τὰς θρανίτιδας κώπας ἀναφέρειν, καί τινα τῶν σκαφῶν τῇ γῇ προσάγειν ἐπειρᾶτο. οἱ μὲν πολέμιοι προσδραμόντες ἐκώλυον τὴν ἀπόβασιν, τοῦ δὲ τὸ προσυγκείμενον σημεῖον ἄραντος οἱ μὲν ἐκ τῶν ἐνεδρῶν ἐπιφανέντες πολλοὺς τῶν πολεμίων ἐφόνευσαν, τοὺς λοιποὺς δ' ἐς φυγὴν ἐτρέψαντο. ὁ δὲ Διότιμος ἀσφαλῆ τὴν ἀπόβασιν ἐποιήσατο.

[23] ΤΥΝΝΙΧΟΣ

E Τύννιχος Θευδοσίας τῆς ἐν τῷ Πόντῳ πολιορκουμένης ὑπὸ τῶν πλησίον τυράννων καὶ κινδυνευούσης ἁλῶναι τὴν πολιορκίαν ἔλυσεν. ὁρμηθεὶς μὲν ἐξ Ἡρακλείας νηὶ στρογγύλῃ καὶ τριήρει μιᾷ, δεξάμενος δὲ στρατιώτας ὅσους οἷόν τε ἦν, καὶ σαλπιγκτὰς τρεῖς καὶ σκάφας τρεῖς μονοξύλους, ἑκάστην ἄνδρα ἕνα δέξασθαι δυναμένην, νυκτὸς ἐπιπλεύσας, τῆς πόλεως ἐγγὺς γενόμενος, ἐξελὼν τὰς σκάφας, ἐμβιβάσας ἑκάστῃ σαλπιγκτὴν ἕνα συνέταξεν ἀποσχόντας ἀλλήλων διάστημα σύμμετρον, ἐπειδὰν ἐκ τῆς τριήρους καὶ τῆς στρογγύλης ὑποσημήνῃ, διαδεξαμένους σημαίνειν παραλλάσσοντας τοῖς χρόνοις, ὡς μὴ σάλπιγγος μιᾶς προσπίπτειν ἦχον, ἀλλὰ πλειόνων. οἱ μὲν ἐσήμηναν ἤχῳ σαλπίγγων τὸν περικείμενον ἀέρα τῇ πόλει πληροῦντες, οἱ δὲ πολιορκοῦντες νομίσαντες ἐπίπλουν εἶναι στόλου μείζονος οὐδενὶ κόσμῳ τὰς φυλακὰς ἐκλιπόντες ᾤχοντο. Τύννιχος δὲ προσπλεύσας τὴν Θευδοσίαν ἠλευθέρωσε τῆς πολιορκίας.

[24] ΚΛΕΙΤΑΡΧΟΣ

E Κλείταρχος πολεμίων ἐπελθόντων, ἵνα μὴ γένοιτο τειχήρης, προήγαγε τὴν δύναμιν ἔξω τείχους προστάξας κλεῖσαι τὰς πύλας καὶ βαλεῖν τὰς βαλανάγρας ὑπὲρ τὸ τεῖχος, ἃς δὴ καὶ λαβὼν ἔδειξε τοῖς στρατιώταις. οἱ δὲ μαθόντες, ὡς οὐκ ἔχοιεν ἐλπίδα εἴσω τῆς πόλεως φεύγειν, ἐνίκων ἀνδρείως μαχόμενοι.

[25] ΤΙΜΑΡΧΟΣ

E Τίμαρχος Αἰτωλὸς ἀποβὰς τῆς Ἀσίας ἐς χωρίον πολυάνθρωπον, ἵνα μὴ φύγοιεν οἱ στρατιῶται τὸ πλῆθος τῶν πολεμίων, τὰς ναῦς κατέπρησεν. οἱ δὲ ἐλπίδα φυγῆς οὐκ ἔχοντες ἀγωνισάμενοι γενναίως ἐνίκησαν.

[26] ΕΥΔΟΚΙΜΟΣ

E Εὐδόκιμος ὁρῶν τοὺς στρατιώτας στασιάζοντας, καταπαῦσαι τὴν στάσιν οὐ δυνάμενος, ἤδη δὲ καὶ ἐπ' ἀλλήλους ὁρμώντων τοῖς δρομοκήρυξι προσέταττε κηρύττειν, ὡς ἥκοιεν οἱ πολέμιοι διαρπασόμενοι τὸν χάρακα. οἱ δὲ φοβηθέντες τῆς μὲν στάσεως ἐπαύσαντο, τὰς δὲ αὑτῶν τάξεις ἀναλαβόντες τὸν χάρακα ἐφύλαττον.

[27] ΠΑΥΣΙΣΤΡΑΤΟΣ

E Παυσίστρατος, ναύαρχος Ῥοδίων, παρήγγειλεν ἀριθμὸν καὶ ἐξόπλισιν τοῖς στρατιώταις. ἐπεὶ δὲ προῆλθον ἐν τοῖς καλλίστοις ὅπλοις, ἀναλαβὼν αὐτοὺς ἦγεν ἐπὶ τὰς ναῦς καὶ πάντας ἐμβιβάσας ἐκέλευσεν ἀπερείσασθαι τὰ ὅπλα κατὰ κόσμον ἕκαστον καὶ τοῦ μηδὲν ὅπλον ἐκκομισθῆναι φύλακας κατεστήσατο.

[28] ΘΕΟΓΝΙΣ

E Θέογνις, Ἀθηναίων στρατηγὸς, ὁρῶν τοὺς στρατιώτας περὶ τῶν ἡγεμονιῶν καὶ τῶν τάξεων στασιάζοντας νύκτωρ προσέταξε πέμψαι τινὰς τῶν ἱππέων καὶ τῶν κούφων παραγγείλας ἐπιφανῆναι ὡς πολεμίους κατ' ἄκρον τι χωρίον, ἀφ' οὗ μάλιστα ἔμελλον ὀφθήσεσθαι. ἐπιφανέντων ὁ Θέογνις μετὰ θορύβου καὶ ταραχῆς παρεκάλει τοὺς στρατιώτας, ὡς ἤδη τῶν πολεμίων ἐπιφαινομένων, αὐτοὺς καταλαμβάνεσθαι τάξιν τὴν προσήκουσαν· οἱ δὲ διὰ τὸν φόβον τῶν πολεμίων φιλονεικεῖν ἀλλήλοις ἀποστάντες [εἰς] τὰς συνήθεις τάξεις καθίσταντο. ἐπεὶ δὲ κατέστησαν, ὡμολόγησεν ὁ Θέογνις, τοὺς μὲν πολεμίους εἶναι φίλους· 'ὑμεῖς δὲ', ἔφη, 'τάξαντες ἑαυτοὺς ἄνευ στάσεως καὶ εἰσαῦθις φυλάττετε τὴν τάξιν, ἣν αὑτοῖς δεδώκατε.'

2 Θέογνις ἐν τῷ στρατοπέδῳ κατασκόπους ὑπονοήσας ὑπάρχειν φυλακὴν ἔξωθεν τοῦ χάρακος περιστήσας παρήγγειλεν, ἕκαστον μένειν ἐπὶ τῶν ἰδίων ὅπλων. [οὕτω δὴ συνέβη τοὺς ἄνευ ὅπλων] ὄντας καὶ χωριζομένους εὐχερῶς [ὡς] κατασκόπους (ὄντας) ἁλίσκεσθαι.

[29] ΔΙΟΚΛΗΣ

E Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν τῇ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφ' ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους, ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον.

[30] ΧΙΛΕΟΣ

E Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ [τοὺς] ἔξω Πελοποννήσου προΐεσθαι προεῖπεν 'Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνων τὰ οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι'. τούτῳ τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν.

[31] ΚΥΨΕΛΟΣ

E Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κορινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κορινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραννίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών.

[32] ΤΕΛΕΣΙΝΙΚΟΣ

E Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρακουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖστον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατῆλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστοποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρατιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκαζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλὼν ἐνίκησε.

2 Τελεσίνικος, ἀπὸ τῶν αὐτῶν σημείων ἀριστοποιουμένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως, προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν. ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, [καὶ οἱ πολέμιοι τοῦτο] συνιδόντες πρὸς τῇ παρασκευῇ τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβεβηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων.

[33] ΠΟΜΠΙΣΚΟΣ

E Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν.

2 Πομπίσκος τῶν πολεμίων ἐγγύθεν τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.

3 Πομπίσκος περιστρατοπεδεύων πόλιν ἐπὶ μὲν τὴν πολλὴν τῆς χώρας ἐξιέναι τοὺς πολεμίους ἐκώλυσεν, ἐπὶ δὲ τόπον ἕνα συνεχώρησε καὶ τοῖς ληϊζομένοις ἀπέχεσθαι τοῦ τόπου τούτου προσέταξεν. οἱ δὲ ἐκ τῆς πόλεως ἀδεῶς ἐνταῦθα προῄεσαν. ὁ δὲ παρὰ τῶν σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας [ὄντας] πολλοὺς, ἐπιθέμενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο.

4 Πομπίσκος χωρίον πολιορκῶν, ἑλεῖν οὐχ οἷός τε ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μεταπεμπομένων ἀποροίη, πῶς ἂν ἀπολίποι τὴν πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετ' οὐ πολὺ τὴν στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτόμολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατοπέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας, ἐπιθέμενος, καταλαβὼν ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.

5 Πομπίσκος, ἵνα θᾶττον οἱ κατάσκοποι τῶν πολεμίων ἁλίσκοιντο, εἰσόδους ὀλίγας [εἰς] τὸ στρατόπεδον [κατεσκεύαζε καὶ πίλον] ἐτίθει παρ' αὐτὰς ἐπὶ ὑψηλοῦ· καὶ τοῖς πορευομένοις εἰς τὰς προνομὰς παρηγγέλλετο παρὰ τὸν πίλον διέρχεσθαι. οἱ δὴ κατάσκοποι τὰς διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο.

6 Πομπίσκος κατασκόπους ἔπεμπεν ἄνδρας ἀγνῶτας ἀλλήλοις, ἵνα μὴ συντίθοιντο μηδὲ ψευδάγγελοι γίγνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρατοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν.

[34] ΝΙΚΩΝ

E Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πολεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὑτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολεμίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εὐρωστοτάτους ἐρέτας ἔπλει παρ' αὐτὰς τὰς πρώρας τῶν πολεμίων τριήρων ὡς φίλος ὢν αὐταῖς. προελθὼν ἐπ' ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπεπληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὢν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν.

[35] ΝΕΑΡΧΟΣ

E Νέαρχος Κρὴς κατέσχε Τελμησσὸν Ἀντιπατρίδου κρατοῦντος. κατέπλευσε μὲν ἐς τὸν λιμένα Νέαρχος. ἐπεὶ δὲ Ἀντιπατρίδης, παλαιὸς ὢν φίλος, ἀπὸ τῆς ἄκρας κατέβη πρὸς αὐτὸν καὶ διελέξαντο περὶ ὧν ἐβούλοντο, ὁ Κρὴς ἔφη βούλεσθαι γυναῖκας ἀποθέσθαι παρ' αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις πέλται. ὡς δ' εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖκας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρχος ἐκράτησεν.

[36] ΔΩΡΟΘΕΟΣ

E Δωρόθεος Λευκάδιος ναῦν μίαν ἔχων, ὑπὸ δύο τριήρων διωκόμενος κατῆγεν εἰς λιμένα προηγούμενος αὐτῶν οὐ πολύ. κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν· ἡ δὲ προτέρα τῶν πολεμίων τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δ' ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα καταδυομένην εὐθὺς ὥρμησε φεύγειν.

[37] ΣΩΣΙΣΤΡΑΤΟΣ

E Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄνδρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμπράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, [οἱ] προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλαβόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρακουσίων.

[38] ΔΙΟΓΝΗΤΟΣ

E Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθ' ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνεδρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας.

[39] ΑΡΧΕΒΙΟΣ

E Ἀρχέβιος (ἦν) Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνεδρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε, τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν.

[40] ΑΡΙΣΤΟΚΡΑΤΗΣ

E Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἔχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρτιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχειριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεὼς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέπλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπελυτρώσατο.

[41] ΑΡΙΣΤΟΜΑΧΟΣ

E Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβὼν, μετεμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὑτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν.

[42] ΧΑΡΙΜΕΝΗΣ

E Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορμουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη.

[43] ΚΑΛΛΙΑΔΗΣ

E Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ' ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας.

[44] ΜΕΜΝΩΝ

E Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυράννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολεμίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστόνικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο.

2 Μέμνων, ἐρυμνὰ χωρία τῶν πολεμίων καταλαβόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς αὑτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσε φράζειν, ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβηθέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλίζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολεμίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπ' ἀλλήλους, ἀλλὰ μετ' ἀλλήλων ἐπ' αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαντας ἐποιήσαντο.

3 Ἀριστώνυμον ἐν Μηθύμνῃ Χάρης πολιορκῶν πρεσβείαν ἔπεμψε πρὸς Μέμνονα ἀξιῶν αὐτὸν μὴ βοηθῆσαι Ἀριστωνύμῳ. [ὁ δὲ ἀπεκρίνατο βοηθήσειν] αὐτῷ κατὰ κράτος· καὶ γὰρ εἶναι πατρικὸν φίλον καὶ ξένον καὶ τῆς γε νυκτὸς τῆς ἐπιούσης μετὰ πάντων τῶν στρατιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγειλάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον [τῆς] ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδια, ἑσπέρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι. τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παράδοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης [τῆς] δυνάμεως τὴν ἀκρόπολιν κατειληφότος.

4 Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων, Μαγνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευασμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολεμίων ἐκβοηθησάντων, ὁ Μέμνων [τὸ] ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν, τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν.

5 Μέμνων Κυζικηνοῖς ἐπιὼν τῇ κεφαλῇ καυσίαν ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφ' αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶντες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ σύμμαχος ἥκοι βοηθήσων, προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο.

[45] ΦΙΛΟΜΗΛΟΣ

E Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενολογήσας κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώμενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα.

[46] ΔΗΜΟΚΛΗΣ

E Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν [ἄλλων] πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου 'ἐμοὶ πρὸς τούτους', ἔφη, 'γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους'· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων.

[47] ΠΑΝΑΙΤΙΟΣ

E Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέλευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπιβάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφόνευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.


Attalus' home page | 08.04.19 | Any comments?