Polyaeanus, Greek text, 7 (original) (raw)

back

Polyaenus: Stratagems

- BOOK 7

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.


← Book 6

ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ

Καὶ τόδε ὑμῖν ἕβδομον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων, ἐν ᾧ καταμάθοιτε ἂν καὶ τὰς τῶν βαρβάρων γνώμας οὐ παντάπασιν ἀστρατηγήτους· ἀλλὰ καὶ παρ' ἐκείνοις μηχανὴ καὶ δόλος καὶ ἀπάτη σπουδάζεται. ὥστε αὐτοί τε ὑμῖν αὐτοῖς ἐν τῷ πολέμῳ καὶ τοῖς ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ὀρθῶς ἂν παραγγέλλοιτε μὴ καταφρονεῖν ὡς ἀνοήτων ἢ ἀδόλων, ἀλλὰ τοὐναντίον μηδὲν οὕτως αὐτῶν πεφυλάχθαι ὡς τὸ δολερὸν καὶ ἄπιστον καὶ ἀπατηλὸν, οἷς μᾶλλον ἀγάλλεται τὸ βαρβαρικὸν ἢ τοῖς ὅπλοις. ἄριστον δὴ φυλακτήριον καὶ ἀνάλωτον ἔστω πρὸς αὐτοὺς ἀπιστία, μεθ' ἧς ἰσχὺν τῶν ὅπλων ἕξομεν καὶ τὴν πρὸς αὐτοὺς τέχνην ὀξυτέραν μελετήσομεν προμαθόντες αὐτῶν τὰς ἐννοίας τῶν στρατηγημάτων.

[1] ΔΗΙΟΚΗΣ

E Δηιόκης ὁ Μῆδος ἐπέθετο τῇ Μήδων ἀρχῇ ὧδε. Μῆδοι νομάδες ἦσαν, πόλιν οὐκ εἶχον, ἄγοντες ἄνευ νόμου καὶ δίκης, ἄγοντες καὶ φέροντες ἀλλήλους. Δηιόκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἴσον ἔχειν αὐτοὺς ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπ' αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας τὴν τύρσιν ἔδειξε μεθ' ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα δι' αὐτοὺς παθὼν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περιβαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμβάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο.

[2] ΑΛΥΑΤΤΗΣ

E Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνάμεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύγειν αἰσχρῶς ἐβιάσαντο.

2 Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν ὠφελείας ἀεὶ μείζονας ἔνεμε τοῖς ἱππεῦσι. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγορὰν αὐτοῖς παρασκευάζων καὶ διπλῆν τὴν μισθοφορὰν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τὸ στρατόπεδον ἔχοντες, τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους εἴσω τειχῶν παρῆλθον ἐπὶ τὴν διπλῆν μισθοφορὰν σπουδῇ θέοντες. Ἀλυάττης τὰ τείχη κλείσας, τοὺς ἰδίους ὁπλίτας περιστήσας ἀπέκτεινε τοὺς ἱππεῖς ἅπαντας καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἰδίοις ὁπλίταις ἔδωκεν.

[3] ΨΑΜΜΗΤΙΧΟΣ

E Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέλυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ τῆς βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρ' αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολογήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλὼν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται.

[4] ΑΜΑΣΙΣ

E Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα τιμωμένων παρ' αὐτοῖς, ἵν' οὕτω προθυμότερον κινδυνεύοιεν, νομίζοντες ἔχειν θεατὰς τοὺς θεοὺς, ἐκδότους δοῦναι τοῖς πολεμίοις οὐχ ὑπομένοντες.

[5] ΜΙΔΑΣ

E Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς μεγάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετ' αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας καταλαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν.

[6] ΚΥΡΟΣ

E Κῦρος Μήδοις παραταξάμενος τρὶς ἡττήθη. ἐπεὶ δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ τὰς γυναῖκας, παθόντες ἐπ' αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον πρὸς αὐτοὺς ἄλλης δεηθῆναι μάχης.

2 Κῦρος ἐν ταῖς πρὸς Κροῖσον ἀνοχαῖς ἀπήγαγε τὴν δύναμιν. ὡς δὲ νὺξ ἐπῆλθε, συντόνως ἀναστρέψας ἐπὶ τὰς Σάρδεις ἤγαγε καὶ προσπεσὼν τοῖς τείχεσιν ἀφυλάκτοις προσθέμενος κλίμακας κατέσχε τὰς Σάρδεις.

3 Κῦρος ἐκράτησε Σάρδεων· Κροῖσος κατέσχε τὴν ἀκρόπολιν ἀναμένων τὴν ἐκ τῆς Ἑλλάδος βοήθειαν. Κῦρος τοὺς οἰκείους τῶν μετὰ Κροίσου τὴν ἀκρόπολιν κατεχόντων δήσας ἔδειξε τοῖς πολιορκουμένοις τῷ κήρυκι προστάξας ἀνειπεῖν, ὡς παραδοῦσι μὲν τὴν ἀκρόπολιν ἀποδώσοι τὰ οἰκεῖα σώματα, μὴ βουλομένων δὲ παραδοῦναι κρεμάσειε πάντας. οἱ δὲ τὴν ἀκρόπολιν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων παρέδωκαν οὐκ ἀναμείναντες Κροίσου τὰς κενὰς τῶν Ἑλλήνων ἐλπίδας.

4 Κῦρος μετὰ τὴν ἅλωσιν Κροίσου Λυδῶν πάλιν ἀποστάντων αὐτὸς ἐλαύνων ἐπὶ Βαβυλῶνος Μαζάρην τὸν Μῆδον κατέπεμψε προστάξας, ὅταν κατάσχῃ τὴν χώραν, ἀφελέσθαι τὰ ὅπλα καὶ τοὺς ἵππους, καὶ στολὴν γυναικείαν αὐτοὺς ἀναγκάσαι φορεῖν, καὶ μήτε τοξεύειν μήτε ἱππεύειν ἔτι μανθάνειν, ὑφαίνειν δὲ καὶ ψάλλειν ἅπαντας τοῖς ἐπιτηδεύμασι τούτοις, ὡς ἔοικε, τὰς ψυχὰς αὐτῶν ἐκθηλῦναι προαιρούμενος. ἀμέλει βαρβάρων ἀπολεμώτατοι γεγόνασιν Λυδοὶ πρόσθεν ὄντες πολεμικώτατοι.

5 Κῦρος Βαβυλῶνα πολιορκῶν, ἐπειδὴ συνετέλεσε τὰς διώρυχας τοῦ Εὐφράτου διὰ τῆς πόλεως ῥέοντος, ἀνήγαγε τὸ στρατόπεδον μακροτάτῳ· Βαβυλώνιοι νομίσαντες αὐτὸν ἀπεγνωκέναι τῆς πολιορκίας τὸ σφοδρὸν τῶν φυλακῶν ἀνῆκαν. ὁ δὲ τὸν ποταμὸν ἀποστρέψας, τὴν δύναμιν ἐπαγαγὼν συντόμως κατὰ τὴν χώραν τοῦ ἀρχαίου ῥεύματος ὑπεισήγαγε τοὺς στρατιώτας καὶ τῆς Βαβυλῶνος ἐκράτησεν.

6 Κῦρος Κροίσῳ παρετάσσετο. Λυδοῖς ἦσαν ἱππεῖς πολλοὶ καὶ μέγα ἐπὶ τούτοις ἐφρόνει Κροῖσος. Κροίσου ἀχρεῖον τὸ ἱππικὸν ἀπέφηνε Κῦρος προτάξας τῶν ἰδίων ὁπλιτῶν καμήλους πολλάς· ἵππος δὲ καμήλου φεύγει καὶ τὴν ὄψιν καὶ τὴν ὀδμήν. αὐτίκα δὴ φεύγοντες οἱ ἵπποι τοὺς Λυδοὺς ὑπεξέφερον, ὥστε ἦν Κύρῳ νίκη καὶ πρό γε τῆς μάχης.

7 Κῦρος Πέρσας ἀποστῆναι Μήδων ἔπεισεν ὧδε. δείξας χωρίον αὐτοῖς ἀργὸν καὶ ἀκανθῶδες ἐκέλευσεν ἡμερῶσαι· οἱ δὲ σὺν πολλῷ πόνῳ ἡμέρωσαν. τῆς ὑστεραίας ἐκέλευσε λουσαμένους ἥκειν. ἐπεὶ δὲ ἧκον, προέθηκεν αὐτοῖς εὐωχίαν ἄφθονον καὶ μετὰ τὴν εὐωχίαν ἤρετο, ποτέρα κρείσσων ἡμέρα. οἱ δὲ ὡμολόγησαν τῆς χθὲς τὴν σήμερον τόσῳ κρείττονα, ὅσῳ κακοδαιμονίας εὐδαιμονίαν. 'οὐκοῦν', ὁ Κῦρος ἔφη, 'τὰ τῆς εὐδαιμονίας ἀγαθὰ ἕξετε, ἢν τῆς Μήδων δουλείας ἀποστῆτε.' Πέρσαι μὴ μελλήσαντες ἀφίστανται καὶ βασιλέα Κῦρον στησάμενοι αὐτούς τε Μήδους κατέλυσαν καὶ τῆς ἄλλης Ἀσίας ἦρξαν.

8 Κῦρος Βαβυλῶνα ἐπολιόρκει· Βαβυλώνιοι πολλῶν ἐτῶν σιτία ἔχοντες κατεγέλων τῆς πολιορκίας. Κῦρος διὰ μέσης τὸν Εὐφράτην ῥέοντα διώρυχα τεμὼν [εἰς] τὸ πλησίον ἕλος ὑπεξήγαγε. Βαβυλώνιοι πιεῖν ὕδωρ οὐκ ἔχοντες αὐτίκα σφᾶς αὐτοὺς Κύρῳ παρέδωκαν.

9 Κῦρος ἡττώμενος Μήδων κατέφυγεν ἐς Πασαργάδας. πολλῶν Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς 'αὔριον ἀφίξονται ἡμῖν σύμμαχοι δέκα μυριάδες ἀνδρῶν πολεμίων Μήδοις· ἀλλὰ ἐς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φάκελλον ξύλων.' οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀνήγγειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκαστον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πολλὴν φλόγα λάμπουσαν ἰδόντες πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.

10 Κῦρος πολιορκῶν Σάρδεις ξύλα πολλὰ μακρὰ ἰσομήκη τοῖς τείχεσιν ἐπιστήσας αὐτοῖς εἴδωλα πώγωνας ἔχοντα καὶ Περσικὴν ἐσθῆτα καὶ φαρέτρας κατὰ νώτου καὶ τόξα μετὰ χεῖρας νύκτωρ προσήγαγεν ὑπερέχοντα (πυρὶ) τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ κατὰ τὰ ἕτερα μέρη τῆς πόλεως προσέβαλεν ἀρχομένης ἡμέρας. ἡ δὲ στρατιὰ τοῦ Κροίσου ἀπομαχομένη τὰς τοῦ Κύρου προσβολὰς, ἐπειδή τινες αὐτῶν ἐπιστραφέντες εἶδον ἀπὸ μακροῦ τὰ εἴδωλα ὑπὲρ τὴν ἄκραν, ἀνεβόησαν· πάντας δὲ εἷλε φόβος ὡς ἤδη τῆς ἄκρας ὑπὸ Περσῶν κατειλημμένης. τὰς πύλας ἀνοίξαντες ἄλλος ἄλλῃ ἔφευγον· Κῦρος δὲ Σάρδεις κατὰ κράτος εἷλεν.

[7] ΑΡΠΑΓΟΣ

E Ἅρπαγος ἐπιστολὴν Κύρῳ κρύφα πέμπων ἀνέσχισε λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν.

[8] ΚΡΟΙΣΟΣ

E Κροῖσος, τῶν Ἑλλήνων συμμάχων βραδυνόντων, τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνικοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν. ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπονδὰς πρὸς Κροῖσον ἐποιήσατο.

2 Κροῖσος ἡττηθεὶς περὶ Καππαδοκίαν ὑπὸ Κύρου, βουλόμενος ἀποδρᾶναι προσέταξε τοῖς στρατιώταις ξύλα πολλὰ κομίζειν. ταῦτα νήσας ἐπὶ τῆς ὁδοῦ στενῆς οὔσης, ἐπεὶ νὺξ ἦν, αὐτὸς μὲν τὴν δύναμιν ὑπεξῆγε σπουδῇ πολλῆ, ἱππεῖς δὲ τοὺς ἐλαφροτάτους κατέλιπεν ὑπαυγαζούσης ἕω τὴν ὕλην καταπρήσοντας. Κροῖσος μὲν δὴ τῇ φυγῇ προέλαβε, Κῦρος δὲ ὑπὸ τῆς φλογὸς διώκειν ἐκωλύετο.

[9] ΚΑΜΒΥΣΗΣ

E Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρτερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβολὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν καταπέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλὼν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.

[10] ΟΙΒΑΡΗΣ

E Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· 'ὅτου δ' ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος.' Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐποχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπηδήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο.

[11] ΔΑΡΕΙΟΣ

E Δαρεῖος παρετάσσετο Σκύθαις. λαγὼς διήιξε παρὰ τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. Δαρεῖος δὲ 'ἄξιον' ἔφη 'Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας καταλιπόντες τὸν λαγωὸν διώκουσι'. καὶ δὴ τὸ ἀνακλητικὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο.

2 Δαρεῖος μέλλων τοῖς μάγοις νύκτωρ ἐπιτίθεσθαι μετὰ τῶν ἑπτὰ Περσῶν, ἵνα ἐν σκότῳ δύναιντο γιγνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς ἐς μέτωπον περιαγαγεῖν, ἵνα σημεῖον ᾖ [τὸ] ἅμμα τῆς τιάρας (χουμίτρας) ἁπτομένοις τοῦ μετώπου.

3 Δαρεῖος πρῶτος φόρους ἔταξε τοῖς ἔθνεσιν· ὅπως δὲ μὴ χαλεπήνειαν, οὐκ αὐτὸς ἔταξεν, ἀλλὰ τοῖς σατράπαις τάξαι προσέταξε. τῶν δὲ ὁρισάντων μεγάλους φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστησαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες.

4 Δαρεῖος ἐπὶ Σκύθας ἐλάσας οὔτε Σκύθας ἑλεῖν οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν ‑ ἦσαν ἐν αὐτῷ τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες ‑ , ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες. Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν, οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι.

5 Δαρεῖος Καλχηδόνα ἐπολιόρκει. Καλχηδόνιοι τειχῶν ὀχυρότητι καὶ παρασκευῇ τροφῶν θαρροῦντες ἥκιστα τῆς πολιορκίας ἐφρόντιζον. Δαρεῖος τὴν μὲν στρατιὰν οὐ προσῆγε τοῖς τείχεσιν, ἀλλ' οὐδὲ τὴν χώραν ἔβλαπτε, προσποιούμενος δὲ ἀναμένειν συμμαχίαν μείζονα τὴν ἡσυχίαν ἦγε. τῶν δὲ Καλχηδονίων τειχοφυλακούντων ἀπὸ τοῦ καλουμένου Ἀφασίου λόφου, πεντεκαίδεκα στάδια τῆς πόλεως ἀπέχοντος, ἤρξαντο μεταλλεύειν ὑπόνομον οἱ Πέρσαι. ἐπεὶ δὲ κατὰ τὴν ἀγορὰν ὀρύσσοντες ἐγένοντο τεκμαιράμενοι ῥίζαις τῶν ἐλαιῶν, αἳ περὶ τὴν ἀγορὰν ἐπεφύκεσαν, νύκτα ἀναμείναντες, τὸν ὑπόνομον ἀναστομώσαντες ἀνέβησαν ἐς τὴν ἀγορὰν καὶ τὴν πόλιν ἄνευ μάχης κατὰ κράτος εἷλον Καλχηδονίων τὰ τείχη φυλαττόντων.

6 Δαρεῖος ἐπολέμει Σάκαις τριχῆ διῃρημένοις. μιᾶς ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόντων τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξαπατώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπάζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων.

7 Δαρεῖος Αἰγυπτίων οὐ φερόντων Ἀρυάνδου τοῦ σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων αὐτὸς διὰ τῆς ἐρήμης Ἀραβίας ὁδεύσας ἧκεν εἰς Μέμφιν. ἔτυχον δὲ Αἰγύπτιοι τὸν Ἆπιν ἀφανῆ γεγονότα κατ' ἐκείνας τὰς ἡμέρας πενθοῦντες. Δαρεῖος προέγραψε τῷ ἀγαγόντι τὸν Ἆπιν δώσειν ἑκατὸν τάλαντα χρυσίου, οἱ δὲ τὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες οὐκέτι μετὰ τῶν ἀποστάντων ἐτράποντο, ἀλλὰ σφᾶς αὐτοὺς Δαρείῳ παρέδωκαν.

[12] ΣΙΡΑΚΗΣ

E Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Ἀμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωρίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος διαφθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ τὸ ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπίστευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπικαλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ 'τιμωρίαν παρὰ Περσῶν' ἔφη 'λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, ἐφ' ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα.' ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ, προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ καταστήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου 'τί σοι ἔδοξεν' εἰπόντος 'ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυδρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν;' ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας 'ἐγὼ' ἔφη 'νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα.' ὁ μὲν χιλίαρχος τοῦ Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δ' ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλικὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ ‑ ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου ‑ ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσώθησαν ἐπὶ Βάκτρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες [ἂν] διεφθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βαβυλωνίους ἐξαπατήσας ἐχειρώσατο.

[13] ΖΩΠΥΡΟΣ

E Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατράπης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· 'ἀλλ' οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλόμην ἂν, ἐφ' ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.'

[14] ΟΡΟΝΤΗΣ

E Βασιλεὺς Ἀρταξέρξης Ὀρόντῃ προσέταξε 'Τηρίβαζον Κύπρου σατράπην ἄγε μοι δεδεμένον'. Ὀρόντης, ἐδεδοίκει γὰρ Τηρίβαζον, λόχῳ τὸν ἄνδρα εἷλεν. ὁ δὲ λόχος· ἦν οἶκος, ἐν ᾧ βόθρος βαθύς. ἄνω τοῦ βόθρου κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικίλοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος.

2 Ὀρόντης ἀποστὰς ἐπολέμει τοῖς βασιλέως στρατηγοῖς καὶ καταφυγὼν ἐπὶ λόφον τοῦ Τμώλου χαράκωμα περιεβάλετο. τῶν πολεμίων ἀντιστρατοπεδευσάντων παρήγγειλε τοῖς στρατιώταις ὀχυροῦν μάλιστα δὴ τὸ χαράκωμα καὶ τὰς ἐφοδείας καὶ τὰς φυλακὰς συγκροτοῦντας ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπιλέκτους ἱππέας λαβὼν ἐξώρμησε διὰ τῆς ἐπὶ Σάρδεων ὁδοῦ καὶ τὴν ἀγορὰν τὴν κομιζομένην τοῖς πολεμίοις ἥρπασε καὶ λείαν πολλὴν τῶν Σαρδιανῶν ἀπήλασε καὶ πέμψας ἄγγελον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῆς ὑστεραίας ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπεξῆλθον, Ὀρόντης δὲ κατὰ νώτου τῶν πολεμίων γενόμενος τοὺς μὲν ἀποκτείνας, τοὺς δὲ ζωγρήσας ἀσφαλῶς ἀπηλλάττετο.

3 Ὀρόντης ἐν Κύμῃ παρετάξατο Αὐτοφραδάτῃ μυρίους ἱππέας ἔχοντι αὐτὸς ἔχων μυρίους ὁπλίτας Ἕλληνας. πρῶτον μὲν δὴ προσέταξε τοῖς Ἕλλησιν ἐπιστραφῆναι καὶ ἰδεῖν τὸ πεδίον ἡλίκον ἐμφανίζων, ὡς οὐκ ἄν τις τὴν τάξιν λύσας τοὺς ἱππέας διαφύγοι· ἐπεὶ δὲ συμβαλόντες ἔστησαν πεφραγμένοι, τῶν ἱππέων τὴν φάλαγγα διιππεῦσαι μὴ δυνηθέντων καὶ διὰ τοῦτο ἀποστραφέντων, Ὀρόντης ἐκέλευσε τοὺς Ἕλληνας, ἐὰν πάλιν ἐπάγειν ἐγχειρῶσιν οἱ ἱππεῖς, τρία βήματα μόνον εἰς τοὔμπροσθεν ἐμβῆναι. οἱ μὲν δὴ ἐνέβησαν, οἱ δὲ ἱππεῖς νομίσαντες ἐπάγειν αὐτοὺς ἐκκλίναντες ἔφευγον.

4 Ὀρόντης πολλοὺς τῶν συμμάχων ἀποβαλὼν, οὓς Αὐτοφραδάτης ἐνέδρᾳ διέφθειρε, καθῆκε λογοποιοὺς διαγγέλλοντας, ὡς ἐγγὺς εἴησαν οἱ μισθοφόροι, ὥστε καὶ τῷ Αὐτοφραδάτῃ τοῦτο ἐξηγγέλλετο. τῶν δὴ βαρβάρων τοὺς ἰσχυροτάτους νυκτὸς ὥπλισεν ὅπλοις Ἑλληνικοῖς καὶ ἀρχομένης ἕω παρέταξεν αὐτοὺς μετὰ τῶν ἄλλων Ἑλλήνων ἐπιστήσας ἑρμηνέας διγλώσσους, ἵνα τὰ παρηγγελμένα τοῖς Ἕλλησιν οὗτοι φράζοιεν τοῖς βαρβάροις. Αὐτοφραδάτης ἰδὼν τὰ Ἑλληνικὰ ὅπλα, οἰηθεὶς ἥκειν τοὺς μισθοφόρους περὶ ὧν ἐπέπυστο, συμβαλεῖν οὐ θαρρήσας ἀναλαβὼν τὸ στρατόπεδον ἔφυγεν.

[15] ΞΕΡΞΗΣ

E Ξέρξης ἐπὶ τὴν Ἑλλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ἑλλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανερὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν.

2 Ξέρξης κατασκόπων Ἑλλήνων ἁλόντων ἐν τῷ στρατοπέδῳ κολάζει μὲν τοὺς ἄνδρας οὐδαμῶς, κελεύει δὲ περιαχθέντας ἰδεῖν τὴν δύναμιν ἅπασαν. ἐπεὶ δὲ εἶδον, 'ἄπιτε τοίνυν' ἔφη 'καὶ τοῖς Ἕλλησιν ἀπαγγείλατε, ὅσα ἐμοῦ δεικνύντος ἑωράκατε.'

3 Ξέρξης ἐναυλόχει περὶ Ἄβυδον. σιτηγοὶ νῆες Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβάρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο 'ποῖ πλεῖτε;' φησάντων ἐς τὴν Ἑλλάδα, 'καὶ ἡμεῖς' ἔφη 'ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή.' ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον.

4 Ξέρξης ἐν Θερμοπύλαις πολλῶν βαρβάρων πεσόντων ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι.

5 Ξέρξης ἐν Θερμοπύλαις διὰ τὴν στενότητα τῶν ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας.

[16] ΑΡΤΑΞΕΡΞΗΣ

E Ἀρταξέρξης ἐπὶ τὴν Τισαφέρνους σύλληψιν κατέπεμψε Τιθραύστην δύο ἐπιστολὰς κομίζοντα, τὴν μὲν πρὸς αὐτὸν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἕλληνας, ἐπιτρέπων αὐτῷ τὰ πάντα, τὴν δὲ πρὸς Ἀριαῖον, ὅπως αὐτὸν συλλάβοι μετὰ Τιθραύστου. Ἀριαῖος ἀναγνοὺς τὴν ἐπιστολὴν ἐν Κολοσσαῖς τῆς Φρυγίας καλεῖ Τισαφέρνην ὡς ὁμοῦ βουλεύσασθαι δέον τά τε ἄλλα καὶ περὶ τῶν Ἑλλήνων. ὁ δὲ μηδὲν ὑπιδόμενος τὸ μὲν στρατόπεδον κατέλιπεν ἐν Σάρδεσιν, αὐτὸς δὲ μετὰ τριακοσίων λογάδων Ἀρκάδων καὶ Μιλησίων ἀφικόμενος ἐν Ἀριαίου κατέλυεν· ἤδη δὲ περὶ λουτρὸν ἔχων τὸν ἀκινάκην ἀπέθετο. Ἀριαῖος μετὰ τῶν θεραπευτήρων συναρπάσας αὐτὸν, καθείρξας εἰς ἁρμάμαξαν κατερραμμένην ἄγειν Τιθραύστῃ παρέδωκεν. ὁ δὲ μέχρι μὲν Κελαινῶν ἐγκατερραμμένον ἤγαγεν, ἐνταῦθα δὲ ἀποτεμὼν αὐτοῦ τὴν κεφαλὴν ἀνεκόμισε βασιλεῖ. βασιλεὺς δὲ ἔπεμψε τῇ μητρὶ Παρυσάτιδι, ἣ μάλιστα ἐσπουδάκει τίσασθαι Τισαφέρνην ἐπὶ τῇ Κύρου τελευτῇ. ἔμελλον δὲ ἄρα καὶ ὅσαι τῶν Ἑλλήνων τῶν Κυρείων μητέρες ἢ γυναῖκες λαμπρὸν ὀλολύζειν Τισαφέρνου δίκας δόντος τῆς ἐς τοὺς Ἕλληνας ἀπάτης.

2 Ἀρταξέρξης τὸν πόλεμον ἠγωνοθέτει τοῖς Ἕλλησιν ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις. ἀεὶ γὰρ ἐπανισῶν τὸ ἐλαττούμενον τὴν ἰσχὺν τοῦ νικῶντος κατέλυεν.

[17] ΩΧΟΣ

E Ὦχος Ἀρταξέρξου τοῦ πατρὸς αὐτῷ τελευτήσαντος εἰδὼς, ὅτι περιὼν μὲν ὁ πατὴρ φοβερὸς ἦν τοῖς ὑπηκόοις, μετὰ δὲ τὴν τούτου τελευτὴν αὐτὸς εὐκαταφρόνητος ἔσοιτο, τοῖς εὐνούχοις καὶ κατακοιμισταῖς καὶ τῷ χιλιάρχῳ συνθέμενος ἔκρυψε τὸν θάνατον ἐπὶ μῆνας δέκα· ἐν δὲ τούτοις τὴν βασιλικὴν σφραγῖδα διαπέμπων ἐξ ὀνόματος τοῦ πατρὸς προσέταξεν Ὦχον ἀναγορεῦσαι βασιλέα. ἐπεὶ δὲ πάντες ἀνηγόρευσαν καὶ ὑπήκουσαν, τότε ὡμολόγησε τὸν θάνατον τοῦ πατρὸς καὶ τὸ βασίλειον πένθος ἐπήγγειλε κατὰ τοὺς Περσῶν νόμους.

[18] ΤΙΣΑΦΕΡΝΗΣ

E Τισαφέρνης πρὸς Κλέαρχον ἐσπείσατο παρακαθισάμενος τὰς παλλακίδας· τὰς δὲ αὐτὰς ἔφη σπονδὰς ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς, Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λοχαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ ἄλλους αὐτὸς ἀπέκτεινε πάντας.

2 Τισαφέρνης ἐμβαλεῖν ἐς Μίλητον καὶ τοὺς φυγάδας καταγαγεῖν ἐβουλεύετο. ἀπαράσκευος μὲν δὴ ὢν περιβόητον ἐποίει τὸ ἔργον ὡς τοῦτο δράσων αὐτίκα, ὥστε καὶ Μιλήσιοι τὰ ἐκ τῶν ἀγρῶν εἰς ἄστυ ἀνεκομίσαντο. παρεσκευασμένος δὲ τὸ στρατόπεδον διαλύειν προσεποιήσατο καὶ οὐ μακρὰν ἀπεπέμψατο. Μιλήσιοι τὰς γνώμας μεταβαλόμενοι διαλυθὲν τὸ στράτευμα ὁρῶντες ἐς τοὺς ἀγροὺς ἀνεχώρησαν, ὁ δὲ ὑπὸ συνθήματι τὸ στράτευμα συλλέξας διὰ τάχους πάντας Μιλησίους ἔξω τῆς πόλεως διεσπαρμένους ἐχειρώσατο.

[19] ΦΑΡΝΑΒΑΖΟΣ

E Φαρνάβαζος κατὰ Λυσάνδρου Λακεδαιμονίοις ἔγραψεν· οἱ δὲ ἀπὸ τῆς Ἀσίας αὐτὸν ἀνεκαλέσαντο σκυτάλην πέμψαντες. Λύσανδρος ἱκετεύει Φαρνάβαζον ἄλλην ἐπιστολὴν ὑπὲρ αὑτοῦ γράψαι φιλάνθρωπον. Φαρνάβαζος ὑποσχόμενος φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύσανδρος ἠξίωσε, κρύφα δὲ εἶχεν ἑτέραν γεγραμμένην, ἐν δὲ τῷ τὴν σφραγῖδα ἐπιβάλλειν ὑπαλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει δίδωσιν αὐτῷ τὴν κρύφα γεγραμμένην. Λύσανδρος ἐπανελθὼν ἐς Λακεδαίμονα τοῖς ἐφόροις κατὰ τὸ ἔθος ἀπέδωκε τὰ γράμματα, οἱ δὲ ἀναγνόντες ἔδειξαν αὐτῷ τὴν ἐπιστολὴν προειπόντες μηδὲν ἀπολογίας δεῖσθαι αὐτὸν καθ' αὑτοῦ γράμματα κομίσαντα.

[20] ΓΛΩΣ

E Γλῶς ἦν ἐν Κύπρῳ. τῶν δὲ ἀμφ' αὐτὸν Ἑλλήνων τοῖς ἐν Ἰωνίᾳ κατ' αὐτοῦ γραφόντων βουλόμενος εὑρεῖν τοὺς αἰτίους τριήρη καθείλκυσε καὶ τοῖς ἐρέταις ἔδωκεν ἐφόδιον καὶ πλεῖν ἐκέλευσεν ἐπ' Ἰωνίας. τοῦ κυβερνήτου τὴν ἀναγωγὴν ἐπίτηδες ἀναβαλλομένου πολλοὶ πολλὰς ἐπιστολὰς τοῖς ἐρέταις ἔδωκαν. οἱ μὲν δὴ ἀνήχθησαν καὶ βραχὺ τῆς πόλεως ἀπωτέρω προσωρμίσαντο, ὁ δὲ παρελθὼν πεζῇ πρὸς τὴν τριήρη προσέταξε τοῖς ἐρέταις πάσας προσκομίσαι τὰς ἐπιστολάς, ἐν αἷς τοὺς κατ' αὐτοῦ γράφοντας εὑρὼν οὐδένα τούτων [ὃν] οὐχὶ παραχρῆμα βασανίσας ἀπέκτεινεν.

[21] ΔΑΤΑΜΗΣ

E Δατάμης ὑπὸ τῶν στρατιωτῶν ἀπαιτούμενος μισθὸν μηνῶν πλειόνων, ἐς ἐκκλησίαν συναγαγὼν αὐτοὺς ἔφη πολλὰ χρήματα ἔχειν ἐν χωρίῳ τριῶν ἡμερῶν ὁδὸν ἀπέχοντι· 'καὶ δὴ τὴν ταχίστην εἰς τοῦτο ἐπειγώμεθα.' ἐπίστευσαν οἱ στρατιῶται καὶ ἠκολούθησαν. ἀπέχοντας δὲ ἡμέρας ὁδὸν ἐκέλευσε κατὰ χώραν μένειν ἀναπαυομένους. ἀναλαβὼν δὴ τοὺς περὶ αὑτὸν καὶ καμήλους καὶ ἡμιόνους, ἐλθὼν ἐς ἱερὸν ἐγχωρίῳ πλούτῳ κεκοσμημένον ἔλαβεν ἀργυρίου τάλαντα τριάκοντα. ταῦτα ἐπὶ τῶν καμήλων καὶ τῶν ἡμιόνων ἤγαγεν ἐς τὸ στρατόπεδον ὀλίγα μὲν ἀγγεῖα πληρώσας, πολλὰ δὲ κατασκευάσας ὁμοίως τοῖς πεπληρωμένοις. ἐπεὶ δέ τινα τῶν πεπληρωμένων ἔδειξε τοῖς στρατιώταις, οἱ μὲν εὐέλπιδες ἐγένοντο ὡς χρήματα ἔχοντες, ὁ δὲ ἔφη δεῖν εἰς Ἀμισὸν ἀφικομένους κόψαι νόμισμα· ἦν δὲ ἄρα Ἀμισὸς ἡμερῶν πολλῶν ὁδὸν ἀπέχουσα καὶ χώρα δυσχείμερος. τὸν δὴ χειμῶνα ὅλον οἱ στρατιῶται ἡσύχασαν οὐκ ἀπαιτοῦντες.

2 Δατάμης ἐπιβουλεύων Σινωπεῦσι ναυτικὸν ἔχουσιν αὐτὸς ναυπηγῶν καὶ τεκτόνων ἀπορούμενος φιλίαν συνθέμενος πρὸς αὐτοὺς ἐπηγγείλατο Σήσαμον αὐτοῖς ἐκπολιορκήσας παραδώσειν, ἣν μάλιστα πολεμιωτάτην ἡγοῦντο. ἐπίστευσαν οἱ Σινωπεῖς καὶ παρεκάλεσαν, ὧν ἂν ἐς τὸν πόλεμον δέοιτο, παρ' αὐτῶν λαμβάνειν. ὁ δὲ ἄλλου μὲν οὐδενὸς ἔφη δεῖσθαι ὡς λαμπρὰν χορηγίαν ἔχων καὶ χρημάτων καὶ σωμάτων, τοὺς δὲ τὰ μηχανήματα, κριοὺς καὶ χελώνας, κατασκευάζοντας οὐκ ἔχειν, ἃ δὴ μάλιστα ὠφέλιμα τοῖς πολιορκοῦσιν. οἱ Σινωπεῖς πάντας τοὺς ἐν τῇ πόλει τεχνίτας καὶ ἀρχιτέκτονας ἔπεμψαν αὐτῷ. ὁ δὲ ταῖς τέχναις αὐτῶν χρησάμενος ναῦς πολλὰς καὶ μηχανήματα κατασκευάσας ἀντὶ Σησάμου τὴν Σινώπην ἐπολιόρκησεν.

3 Δατάμης Εὐφράτην διαβὰς ἐπολέμει μεγάλῳ βασιλεῖ· ὁ δὲ μετὰ πολλῆς δυνάμεως ἐπῄει οὐ πάνυ τῶν ἐπιτηδείων εὐπόρως ἔχων, σχολαίτερον ὁδεύων. Δατάμης ἄνω τοῦ ποταμοῦ πολλὴν ὁδὸν παρελάσας, τὰς ἁμάξας σύνδυο ζεύξας ἐπέθηκεν ἄλλας δύο κατ' αὐτῶν καὶ συνήλωσε πρὸς ἀλλήλας καὶ περὶ τοὺς κανθοὺς κάτω σανίδας προσήλωσεν, ὅπως οἱ τροχοὶ ἐς τὴν ἰλὺν τοῦ ποταμοῦ μὴ καταδύοιντο· ἄνδρας δὲ ἐρρωμενεστάτους τὰ γενναιότατα τῶν ὑποζυγίων ἐπισύροντας ἀπὸ κάλου διανήξασθαι προσέταξεν. ἔπειτα ἐνῆγε τὰς προσηλωμένας ἁμάξας εἰς τὸν ποταμὸν, τῶν μὲν ὄπισθεν ὠθούντων, τῶν δὲ διανηξαμένων ἔμπροσθεν ἑλκόντων κάλοις μεγάλοις ἐξηρτημένοις, καὶ ἐπιβαλὼν ἄνω κλήματα καὶ ξύλα διέβη τὸν ποταμὸν μετὰ τῆς ἑαυτοῦ δυνάμεως· καὶ ἐς τὴν αὑτοῦ ἀφίκετο ἡμέραις δέκα πρότερον ἢ τὸν βασιλέα ἐπὶ τὸν ποταμὸν ἀφικέσθαι.

4 Δατάμης μαθὼν, ὡς ἐπιβουλεύοιτο ὑπὸ στρατιωτῶν ἰδίων, [ἐν] Ἀσπενδίῳ [πεδίῳ] μέλλων συμβαλεῖν πολεμίοις ἄλλον διεσκεύασε τῇ αὑτοῦ πανοπλίᾳ, ἐν ἄλλῃ δὲ αὐτὸς ἐκινδύνευεν. οἱ δὲ ἐπιθέμενοι ἐγνώσθησαν ὑπὸ τοῦ σχήματος ἐξαπατηθέντες.

5 Δατάμης πολιορκῶν Σινώπην, γράμματα παρὰ βασιλέως δεξάμενος οὐκ ἐῶντος πολιορκεῖν, ἀναγνοὺς προσεκύνησε τὴν ἐπιστολὴν καὶ ἔθυσεν εὐαγγέλια ὡς μεγάλα δὴ ἀγαθὰ παρὰ βασιλέως λαβών· καὶ νυκτὸς ἐπιβὰς τῆς νεὼς ἀπέπλευσεν.

6 Δατάμης Αὐτοφραδάτην διώκοντα φεύγων ἧκεν ἐγγὺς ποταμοῦ· τὸν δὲ πόρον ἐκκλίνας προσεποιήσατο στρατοπεδεύειν τὰς μὲν μεγίστας καὶ ὑψηλοτάτας σκηνὰς κατὰ πρόσωπον σκηνώσας, τὰ δὲ σκευοφόρα λύειν ὄπισθεν οὐκ ἐάσας, ἀλλ' οὐδὲ τοῖς στρατιώταις ἀποθέσθαι τὰ ὅπλα ἐπιτρέψας. οἱ πολέμιοι τὰς σκηνὰς ὁρῶντες καὶ αὐτοὶ κατεσκήνωσαν καὶ τὰ σκευοφόρα τ' ἔλυσαν καὶ τοὺς ἵππους ἀφῆκαν ἐπὶ νομὴν καὶ παρασκευῇ τοῦ δείπνου προσεῖχον. Δατάμης ἑτοίμην καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν διὰ τοῦ ποταμοῦ διήγαγεν. οἱ πολέμιοι διεσκεδασμένην τὴν δύναμιν αὑτῶν ἕως ἀνεκάλουν καὶ συνέλεγον καὶ συνέταττον καὶ τοὺς ἵππους ἐνεσκεύαζον καὶ τὰ ὅπλα ἀνελάμβανον, οἱ περὶ Δατάμην φθάσαντες ᾤχοντο.

7 Δατάμης πολεμίοις παρετάσσετο. ἐν τῷ κινδύνῳ τῆς μάχης ἵππαρχος ἀπὸ κέρως εὐωνύμου τοὺς ἱππέας ἀναλαβὼν ηὐτομόλει πρὸς τοὺς ἐναντίους. ὁ δὲ τοῖς πεζοῖς καταπεπληγόσι τὴν προδοσίαν παραθέων ὅλην τὴν φάλαγγα θαρρεῖν παρεκελεύετο ὡς καὶ τῶν ἱππέων ἐν καιρῷ συνεπιθησομένων, ὃν αὐτὸς εἴη δεδωκώς. ἐπίστευσαν οἱ πεζοὶ, προλαβεῖν τῶν ἱππέων τὴν νίκην ἔσπευσαν καὶ αὐτοὶ πάντες εὐρώστως ἐμβαλόντες τοῖς πολεμίοις ἐνίκησαν· καὶ μετὰ τὴν νίκην ἔμαθον τὴν προδοσίαν τῶν ἱππέων.

[22] ΚΟΣΙΓΓΑΣ

E Θρᾴκια ἔθνη Κεβρήνιοι καὶ Συκαιβόαι. παρὰ τούτοις νόμος τῆς Ἥρας τοὺς ἱερεῖς ἡγεμόνας ἔχειν. ἦν αὐτοῖς ἱερεὺς καὶ ἡγεμὼν Κοσίγγας. οἱ Θρᾷκες οὐκ ἐπειθάρχουν. ὁ Κοσίγγας κλίμακας πολλὰς καὶ μεγάλας ξυλίνας ἤγειρε συνθεὶς ἄλλας ἐπ' ἄλλαις καὶ οἷος ἦν ἐς τὸν οὐρανὸν ἀναβῆναι κατερῶν πρὸς τὴν Ἥραν τῶν Θρᾳκῶν ὡς ἀπειθούντων. οἱ δὲ, οἷα δὴ Θρᾷκες ἀνόητοι καὶ ἄλογοι, δείσαντες τὴν εἰς οὐρανὸν τοῦ ἡγεμόνος ἀνάβασιν ἱκέτευσαν καὶ ὤμοσαν, ἦ μὴν ὑπακούσεσθαι πᾶσιν αὐτοῦ τοῖς προστάγμασιν.

[23] ΜΑΥΣΩΛΟΣ

E Μαύσωλος βασιλεὺς Καρίας χρήματα παρὰ τῶν φίλων ἐβούλετο λαβεῖν καὶ φανερῶς αἰτεῖν ὀκνῶν ὑπεκρίνατο 'βασιλεὺς ἀφαιρεῖταί με τὴν ἀρχήν'. καὶ καλέσας τοὺς φίλους ἀντίον αὐτῶν προκομίζει τὰ κειμήλια, χρυσὸν, ἄργυρον, ἐσθῆτα καὶ ὅσα τοιάδε, ὡς ταῦτα πάντα βασιλεῖ πέμψων, ἐφ' ᾧ τε μὴ ἀφαιρεθῆναι τὴν πατρῴαν ἀρχήν. οἱ φίλοι πιστεύουσι Μαυσώλῳ ταῦτα λέγοντι καὶ αὐτῆς ἡμέρας πλῆθος ἀμήχανον αὐτῷ χρημάτων ἔπεμψαν.

2 Μαύσωλος βουλόμενος λαβεῖν Λάτμον πόλιν ὀχυρὰν προσεποιεῖτο φιλικῶς ἔχειν πρὸς τοὺς Λατμίους. ἀπέδωκε μὲν αὐτοῖς τὰ ὅμηρα, ὅσα πολεμῶν Ἱδριεὺς ἔλαβε, φύλακας δὲ περὶ τὸ σῶμα Λατμίους εἶχεν ὡς μόνους πιστούς· ὑπηρέτει δὴ αὐτοῖς προθύμως ὅσα ἐβούλοντο. καὶ δὴ χειρωσάμενος αὐτοὺς ἐς ἀκρότατον εὐνοίας ᾔτησε παρ' αὐτῶν ἄνδρας τριακοσίους φύλακας, ἐς Πύγελα παριὼν ὡς δεδιὼς Ἡρόφυτον Ἐφέσιον. οἱ δὲ παραχρῆμα ἐπιλέξαντες τοὺς τριακοσίους ἔπεμψαν. Μαύσωλος λαβὼν τούτους καὶ τὴν ἄλλην δύναμιν ἔχων παρὰ τὴν Λάτμον ἐπορεύετο βαδίζων ἐς τὰ Πύγελα. οἱ δὲ ἐκ τῆς πόλεως πάντες ἐξελθόντες ἐπὶ τὴν θέαν τῆς παριούσης δυνάμεως [συνέδραμον]. ἐνέδρα δὲ Μαυσώλου πολυάνθρωπος προπαρεσκευασμένη νύκτωρ προκατελάβετο τὴν πόλιν κενὴν, ἀνεῳγμένων τῶν πυλῶν, καὶ ὁ Μαύσωλος ἐπιστρέψας εἰσῆλθε μετὰ τῆς δυνάμεως ἁπάσης καὶ Λάτμου κύριος κατέστη.

[24] ΒΟΓΗΣ

E Βόγης Ἠϊόνος τῆς ἐπὶ Στρυμόνος ἦρχε δόντος αὐτῷ τὴν ἀρχὴν μεγάλου βασιλέως. Ἕλληνες ἐπολιόρκουν τὴν Ἠϊόνα, ὁ δὲ Βόγης ἐπὶ μακρὸν ἀντέσχε τῇ πολιορκίᾳ. ὡς δὲ ἀπηγόρευεν, οὐχ ὑπομένων τὸ πιστευθὲν ἐκ βασιλέως χωρίον πολεμίοις προέσθαι τῇ πόλει πῦρ ἐνῆκεν, ὥστε αὐτός τε καὶ γυνὴ καὶ τέκνα καὶ ἡ πόλις ὁμοῦ συγκατεφλέγησαν.

[25] ΔΡΟΜΙΧΑΙΤΗΣ

E Δρομιχαίτης Θρᾳκῶν βασιλεὺς, Λυσίμαχος Μακεδόνων. ἐστράτευσεν ὁ Μακεδὼν ἐπὶ τὴν Θρᾴκην. ὁ Θρᾷξ τὸν Μακεδόνα ἐξηπάτησε. στρατηγὸς αὐτοῦ Σεύθης αὐτόμολος δὴ πρὸς Λυσίμαχον ἥκειν ἐσκήψατο καὶ πιστὸς εἶναι δόξας ἐς δυσχωρίας ἐμβάλλει τοὺς Μακεδόνας, ἔνθα λιμῷ καὶ δίψει κακοπαθοῦντας Δρομιχαίτης προσπεσὼν αὐτόν τε Λυσίμαχον καὶ τοὺς μετ' αὐτοῦ πάντας ἀνεῖλεν. ἦσαν οἱ πεσόντες Λυσιμάχειοι ἀνδρῶν μυριάδες δέκα.

[26] ΑΡΙΟΒΑΡΖΑΝΗΣ

E Ἀριοβαρζάνης Ἀδραμύττιον κατέχων ἐπολιορκεῖτο ὑπ' Αὐτοφραδάτου καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. βουλόμενος δὲ τὰ ἐπιτήδεια καὶ στρατιώτας εἰσαγαγεῖν καὶ ὑπὸ τῶν πολιορκούντων εἰργόμενος ἐντέλλεται τῷ φρουροῦντι Πτελεοῦντα τὴν προκειμένην νῆσον ὑποκρίνασθαι προδιδόναι τῷ Αὐτοφραδάτῃ. ὁ μὲν πιστεύει τῷ φρουράρχῳ καὶ πέμπει τὸ ναυτικὸν, ὡς ἂν παραλάβῃ τὸ χωρίον· ὁ δὲ Ἀριοβαρζάνης, ἕως αἱ νῆες πρὸς τὴν νῆσον ἔπλεον, ἔφθασεν εἰσκομίσας πλῆθος ἐπιτηδείων καὶ συμμάχων.

[27] ΑΥΤΟΦΡΑΔΑΤΗΣ

E Αὐτοφραδάτης ἐμβαλεῖν Πισίδαις βουλόμενος τὴν εἰσβολὴν στενόπορον καὶ φυλαττομένην ὁρῶν προσήγαγε μὲν τὸ στρατόπεδον, πάλιν δὲ ἀπήγαγεν ὀπίσω μέχρι σταδίων ἐνενήκοντα. νὺξ ἐπῆλθεν. οἱ μὲν φυλάττοντες τῶν Πισιδῶν ἀπηλλάγησαν οἰόμενοι τοὺς πολεμίους ἀπεληλυθέναι, ὁ δὲ τῶν ψιλῶν καὶ τῶν ὁπλιτῶν τοὺς ἐλαφροτάτους λαβὼν, πολλῇ σπουδῇ δραμὼν διῆλθε τὰ στενὰ καὶ τῶν Πισιδῶν χώραν ἐπόρθησεν.

2 Αὐτοφραδάτης Ἐφεσίων ἀντιστρατοπεδευόντων ὁρῶν τοὺς πλείονας ἀδολεσχοῦντας καὶ περιπατοῦντας προὐκαλέσατο τοὺς ἄρχοντας αὐτῶν προελθεῖν καὶ διαλέξασθαι περὶ τῶν κοινῇ συμφερόντων. οἱ μὲν προῆλθον καὶ διελέγοντο, οἱ δὲ ἡγεμόνες τῶν ἱππέων καὶ τῶν ὁπλιτῶν πρὸ πολλοῦ παράγγελμα εἶχον, τῶν ἀρχόντων διαλεγομένων ἐμβαλεῖν εἰς τοὺς Ἐφεσίους ἀτάκτως καὶ ἀμελῶς ἔχοντας. καὶ δὴ πολλοὶ τῶν Ἐφεσίων οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ζωγρηθέντες ἑάλωσαν.

3 Αὐτοφραδάτης μισθοφόρους ἐξαγαγεῖν βουλόμενος ἐπὶ μάχην λογοποιοὺς καθῆκεν, ὡς ἕνεκα ἀριθμοῦ ποιοῖτο τὴν ἔξοδον, ἵνα τῶν μὴ παραγενομένων μηδὲ καθοπλισαμένων τὸν μισθὸν ἀποστερήσειεν. οἱ στρατιῶται σπουδῇ πάντες ἐξωπλίσαντο καὶ προῆλθον. ἦν δὲ ἄρα οὐκ ἐπίδειξις ἀριθμοῦ τὸ δρώμενον, ἀλλὰ παρασκευὴ πολέμου τῷ πλήθει τοὺς ἐναντίους ἐκπλήττουσα.

[28] ΑΡΣΑΜΗΣ

E Ἀρσάμης ἐπολιόρκει Βαρκαίους. τῶν δὲ πρὸς αὐτὸν πρεσβευσαμένων περὶ διαλύσεως ὡμολόγησε καὶ δεξιὰν αὐτοῖς ἔπεμψε νόμῳ Περσικῷ καὶ τὴν πολιορκίαν διαλύσας παρεκάλει Βαρκαίους, βασιλεῖ κοινωνῆσαι τῆς ἐπὶ τὴν Ἑλλάδα στρατείας καὶ πέμπειν αὐτῷ τὴν τῶν ἁρμάτων βοήθειαν. οἱ δὲ τοὺς ἄρχοντας ἔπεμψαν βουλευσομένους μετ' αὐτοῦ περὶ τῆς συμμαχίας. Ἀρσάμης λαμπρὰν ὑποδοχὴν παρασκευασάμενος εἱστία τοὺς ἄρχοντας καὶ προέθηκεν ἀγορὰν πᾶσι Βαρκαίοις ἐπιτηδείων ἄφθονον. τῶν δὲ ἐπὶ τὴν ἀγορὰν προελθόντων σημεῖον ἦρε τοῖς Πέρσαις· οἱ δὲ μετὰ ἐγχειριδίων καταλαβόμενοι τὰς πύλας καὶ εἰσπεσόντες διήρπασαν τὴν πόλιν τοὺς ἐγχειροῦντας κωλύειν φονεύοντες.

2 Ἀρσάμης ἀποστὰς βασιλέως, Φρυγίας τῆς μεγάλης κρατῶν, συμβαλεῖν μάχην ἔμελλε τοῖς ἐκ βασιλέως ἐπ' αὐτὸν ἥκουσιν. Ἵππαρχος ἱππέων συνέθετο τοῖς πολεμίοις, ἐπειδὰν προσαγάγῃ, αὐτομολήσειν πρὸς αὐτούς. τὴν προδοσίαν ἔμαθεν Ἀρσάμης καὶ νύκτωρ ἐπὶ τὴν σκηνὴν ἀφικόμενος ἐβασάνισε τὸν ἵππαρχον. ἐπεὶ δὲ ὡμολόγησε, τὰ ὅπλα τῶν ἱππέων καὶ τὰς ἐσθῆτας περιέθηκεν ἄλλοις μάλιστα δὴ πιστοῖς καὶ τῇ τοῦ ἱππάρχου σκευῇ ἄλλον ὥπλισεν ἵππαρχον καὶ προσέταξεν αὐτοῖς, ὅταν ἴδωσι τὸ σημεῖον ἀρθὲν ἀπὸ τῶν ἐναντίων αὐτομολεῖν παριππεύσαντας δὲ καὶ παραλλάξαντας αὐτῶν τὴν φάλαγγα ἐπιστρέψαντας κατὰ νώτου τὴν ἐμβολὴν ποιήσασθαι. τούτων οὕτω συγκειμένων κατὰ νώτου μὲν ἐνέβαλον οὗτοι, ἐξ ἐναντίου δὲ τὴν δύναμιν Ἀρσάμης προσήγαγεν· οἱ πολέμιοι δὲ λύσαντες τὴν τάξιν ἔφευγον, καὶ οἱ πλείονες αὐτῶν ἐν τῇ φυγῇ διεφθείροντο.

[29] ΜΙΘΡΙΔΑΤΗΣ

E Μιθριδάτῃ βασιλεὺς προσέταξεν 'ἀποστάντα Δατάμην κτεῖνε ἢ ἄγε'. Μιθριδάτης ὑποκρίνεται καὶ αὐτὸς ἀποστῆναι βασιλέως· οὐ μὴν ὅγε Δατάμης ἐπίστευσεν, εἰ μὴ πρόσθεν πολλὰ λυμανεῖται τῇ βασιλέως ἀρχῇ. καὶ δὴ πολλὰ ἐλυμήνατο· φρούρια βασιλέως κατέσκαψε, κώμας κατέπρησε, φόρους ἥρπασε, λείαν ἤλασεν. ἔδειξεν ἄρα πολέμιος εἶναι βασιλεῖ. ἄμφω δὴ τότε συνηλθέτην γυμνὼ διαλεξομένω περὶ ὧν χρή. Μιθριδάτης ἐν τῷ χωρίῳ τούτῳ προκατεσκευάσατο νύκτωρ ἐγχειρίδια πολλὰ, κεκρυμμένον ἄλλο ἀλλαχοῦ, καὶ τούτοις ἐπέκειτο σημεῖον. διαλεγόμενος δὴ προσῆγεν αὐτὸν ἠρέμα βαδίζων. ἐπεὶ δὲ ἅλις ἦν τοῦ λόγου, Δατάμης ἀσπασάμενος ἀπῄει. Μιθριδάτης ἓν τῶν ἐγχειριδίων ἀνελόμενος διὰ τάχους καὶ ὑπὸ τῇ ἀριστερᾷ χειρὶ κρύψας ἀνεκαλέσατο Δατάμην ὡς ἐπιλαθόμενος δή τινων ὧν ἐχρῆν εἰπεῖν· προσελθόντα δὲ ἐκεῖνο τὸ ὄρος ἐκέλευσεν ὀχυρῶσαι μάλιστα. οὕτως ἀφορῶντα Δατάμην ἐς τὸ ὄρος τῷ ἐγχειριδίῳ Μιθριδάτης πλήξας ἀπέκτεινεν.

2 Μιθριδάτης ἐν Παφλαγονίᾳ καταφυγὼν ἐς πόλιν, ὅπως ἂν προλάβοι ὡς πλείστην ὁδὸν τοὺς διώξοντας πολεμίους, ὅσα ἦν ἐν ταῖς οἰκίαις ἔπιπλα καὶ σκεύη προὔθηκεν ἔξω, καὶ νύκτωρ αὐτὸς ἀπέδρα. οἱ διώκοντες ἐμβαλόντες τῇ πόλει καὶ τὰ σκεύη προκείμενα ἰδόντες πρὸς ἁρπαγὴν ὥρμησαν· τῶν δὲ ἡγεμόνων διώκειν κελευόντων οὐχ ὑπήκουσαν ὠφέλειαν φανερὰν οὐ καλὸν ἡγούμενοι προέσθαι. Μιθριδάτης δὲ πολὺ τῆς ὁδοῦ προλαβὼν ἀπιὼν ᾤχετο.

[30] ΜΕΜΨΙΣ

E Μέμψις Ἀριββαίου στρατεύσαντος, ὅπως τειχήρης μὴ γένοιτο, πάντα ἔξω τείχους προήγαγεν καὶ πρὸ τῆς πόλεως ἔταξε γυναῖκας, τέκνα, χρήματα, τὰς δὲ πύλας τοῦ τείχους ἀπῳκοδόμησεν. Ἀριββαῖος τὴν παρασκευὴν τῆς ἀπονοίας αὐτῶν φοβηθεὶς καὶ ὅτι μέχρι θανάτου μαχοῦνται, τὴν στρατιὰν ἀπήγαγεν.

[31] ΚΕΡΣΟΒΛΕΠΤΗΣ

E Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπ' ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν.

[32] ΣΕΥΘΗΣ

E Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρημάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου, καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο.

[33] ΑΡΤΑΒΑΖΟΣ

E Ἀρταβάζῳ πολιορκοῦντι Ποτίδαιαν Τιμόξενος Σκιωναῖος προεδίδου τὴν πόλιν. ἀμφότεροι συνέθεντο, τῷ βέλει προσάψαντας βραχὺ βιβλίδιον τοξεύειν εἴς τινα τόπον συγκείμενον κἀκεῖθεν τὰς ἐπιστολὰς ἀναλαμβάνειν.

2 Ἀρτάβαζος ὑποπτεύσας Παμμένη κοινολογεῖσθαι τοῖς πολεμίοις ἐκάλεσεν αὐτὸν ὡς δῶρα δώσων καὶ σῖτον τοῖς στρατιώταις μετρήσων. ἐλθόντα συλλαβὼν τὸ στρατόπεδον τοῖς ἀδελφοῖς Ὀξύθρᾳ καὶ Διβίκτῳ παρέδωκεν.

3 Ἀρτάβαζος Φαρνάκου φεύγων ἐκ Πλαταιῶν προῆλθεν ἐς Θετταλίαν. τῶν δὲ Θετταλῶν ἐρομένων περὶ τῆς μάχης δείσας ὁμολογῆσαι τὴν ἧτταν, αὐτὸς μὲν ἔφη σπεύδειν ἐς Θρᾴκην πράξων βασιλέως ἀπόρρητα, Μαρδόνιος δὲ νενικηκὼς ἕπεται καὶ τὰ ἔργα τῆς νίκης αὐτὸς ἀπαγγέλλει. Ἀρτάβαζος μὲν ἀπάτῃ νίκης Θετταλίαν διεξῆλθε, Θετταλοὶ δὲ αὐτίκα τὴν Περσῶν ἧτταν ἐμάνθανον.

[34] ΑΡΥΑΝΔΗΣ

E Ἀρυάνδης τὴν Βαρκαίων πόλιν πολιορκῶν, νυκτὸς ὀρύξας τάφρον, ξύλα ἀσθενῆ διατείνας καὶ γῆν ὀλίγην ἐπιβαλὼν, μεθ' ἡμέραν προκαλεῖται Βαρκαίους ἐπὶ σπονδάς· καὶ στὰς μετὰ τῶν τὰ ὅρκια τεμνόντων ἐπὶ τῆς κρυπτῆς τάφρου ὤμοσεν, ἐφ' ὅσον οὕτως ἡ γῆ μένει, φυλάξειν τὰ συγκείμενα. οἱ Βαρκαῖοι μετὰ τοὺς ὅρκους ἀνέῳξαν τὰς πύλας. οἱ περὶ τὸν Ἀρυάνδην καταρρήξαντες τὴν τάφρον κατελάβοντο τὴν πόλιν, ὡς οὐκέτι τῆς γῆς μενούσης, ἐφ' ἧς ὤμοσαν.

[35] ΒΡΕΝΝΟΣ

E Βρέννος, Γαλατῶν βασιλεὺς, πεῖσαι βουλόμενος αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκκλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους, τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περιβεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας 'ἡμεῖς', εἶπεν, 'οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς πολεμήσομεν'. οὕτως ἐπείσθησαν Γαλάται καταφρονήσαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα.

2 Βρέννος Γαλάτας ἀγαγὼν ἐπὶ τὴν Ἑλλάδα, θεώμενος τοὺς ἐν Δελφοῖς χρυσοῦς ἀνδριάντας, προσκαλεσάμενος Δελφοὺς αἰχμαλώτους διὰ τοῦ ἑρμηνέως ἤρετο, εἰ στερεὸν εἴη τὸ χρυσίον τῶν ἀναθημάτων. εἰπόντων δὲ 'τὰ μὲν ἔνδον ἐστὶ χαλκὸς, τὰ δὲ ἔξωθεν χρυσὸς ἐπελήλαται λεπτός', ἠπειλήσατο θάνατον ἅπασιν, εἰ τοῦτο πρὸς ἄλλους ὁμολογήσειαν· ἀλλὰ καὶ τοὐναντίον λέγειν παρήγγειλεν, ὥς ἐστιν ἅπαντα χρυσὸς αὐτὸς δὴ σφυρήλατος. καὶ δὴ τῶν ἡγεμόνων ἔνδον τινὰς καλέσας τοὺς αἰχμαλώτους ὁμοίως ἤρετο. τῶν δὲ τὸ προσταχθὲν εἰπόντων, ὡς πάντα εἴη χρυσὸς, ἐκέλευσεν αὐτοὺς ἀναγγέλλειν τοῖς πλήθεσιν, ἵνα μάχοιντο προθυμότερον ὡς ἀποληψόμενοι χρυσοῦ μοίρας μεγίστας.

[36] ΜΥΓΔΟΝΙΟΣ

E Μυγδόνιος πολεμίων προσκαθημένων λιμῷ πιεζόμενος, σωροὺς ὑπερμεγέθεις γῆς καὶ λίθων ἐν τῇ ἀγορᾷ νήσας καὶ περιαλείψας πηλῷ, τοῖς μὲν πυροὺς, τοῖς δὲ κριθὰς ἐπέβαλε καὶ θρέψας ἡμιόνους μεγίστους καὶ πιοτάτους ἐκτὸς τείχους ἀφῆκεν. τούτους μὲν οἱ πολέμιοι συνέλαβον. ὁ δὲ κήρυκα πέμψας ἠξίωσε πέμψαι τοὺς περὶ λύτρων συμβησομένους. κήρυκες ἧκον· πρὸς οὓς ἐπὶ τῆς ἀγορᾶς Μυγδόνιος συνέβαινεν. οἱ δὲ σωροὺς μεγάλους πυρῶν καὶ κριθῶν ἰδόντες καὶ ὑπηρέτας καὶ ἄλλους ἀλλαχόθεν ἀξιοῦντας μετρεῖσθαι ταῦτα ἐπανελθόντες τοῖς πολεμίοις ἤγγειλαν. οἱ δὲ καὶ τὸ εὐτραφὲς τῶν ἡμιόνων ἑωρακότες καὶ τὴν παρασκευὴν τῶν τροφῶν τοῖς κήρυξι πιστεύσαντες ὡς οὐκ ἂν δυνάμενοι χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν ἀνέζευξαν.

[37] ΠΑΙΡΙΣΑΔΗΣ

E Παιρισάδης Πόντου βασιλεὺς ἐν ἄλλῃ μὲν ἐσθῆτι τοὺς στρατιώτας ἐξέτασσεν, ἐν ἄλλῃ δὲ πρὸς τοὺς πολεμίους ἐκινδύνευεν, [ἐν] ἄλλῃ δὲ, εἰ φυγῆς καιρὸς ἦν, ἔφευγεν. ἐκτάττων μὲν γὰρ ἐβούλετο εἶναι πᾶσιν ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων καταφανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναντίοις γνώριμος.

[38] ΣΕΥΘΗΣ

E Σεύθης Ἀθηναίων τὰ ἐπὶ θάλατταν διὰ τῆς Χερρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους δι' ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολεμίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετ' αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγένοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν.

[39] ΣΕΙΛΗΣ

E Σείλης τρισχιλίους Περσῶν νεωτερίζοντας κτεῖναι βουλόμενος ἐσκήψατο Σέλευκον αὐτῷ δι' ἐπιστολῆς χαλεπῶς ἀπειλεῖν· αὐτὸς δὲ τῇ τούτων συμμαχίᾳ χρησάμενος ἐθέλειν αὐτὸν προλαβεῖν. ὅπως δ' ἂν βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην Ῥάνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδραμόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν.

[40] ΟΒΟΡΖΟΣ

E Ὀβόρζος τρισχιλίους ἄνδρας τῶν ἐν τῇ Περσίδι κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, [ὃς] καλεῖται Κωμαστὸς, ἔνθα κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθμούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ νυκτὸς ἀφανῆ ἐγένοντο.

[41] ΣΟΥΡΗΝΑΣ

E Σουρήνας Παρθυαίων ἡγούμενος Κράσσον μετὰ πολλῆς ἥττης ἀναχωροῦντα καὶ διὰ τῶν ὀρειοτέρων ὁδεύειν πειρώμενον, τὴν ἐξ ἀπονοίας μάχην φοβούμενος ἔπεμψε πρεσβευτὴν ὡς αὐτὸν λέγοντα 'συντίθεταί σοι φιλίαν βασιλεὺς μέγας· δείξας Ῥωμαίοις ἀνδρίαν νῦν δεῖξαι βούλεται φιλανθρωπίαν'. Κράσσος δόλον ὑφορώμενος οὐκ ἐπείθετο. οἱ στρατιῶται ἀθυμοῦντες καὶ ἀπειρηκόντες ἐβιάσαντο αὐτὸν τὰ ὅπλα κρούσαντες πιστεῦσαι τῷ βαρβάρῳ. Κράσσος ἄκων πεζὸς ἐβάδιζε. Σουρήνας φιλοφρονούμενος δὴ ἵππον χρυσοχάλινον αὐτῷ παρέστησεν, ἐφ' οὗ καθίσαι προσέταξεν. ὁ μὲν δὴ ἀναβαίνει τὸν ἵππον, ὁ δὲ βάρβαρος ἱπποκόμος κεντρίσας ἐπετάχυνε τοῦ ἵππου τὸν δρόμον, ὅπως τὸν Κράσσον ἐς τὸ πλῆθος ἐξενέγκοι τῶν Παρθυαίων. Ὀκτάουιος, τῶν περὶ Κράσσον ἡγεμόνων, συνεὶς τῆς ἀπάτης λαμβάνεται τῶν χαλινῶν, καὶ μετ' ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, ὥστε τὸν μὲν ἱπποκόμον Ὀκτάουιος κτινύει σπασάμενος τὸ ξίφος, τὸν δὲ Ὀκτάουιον ἄλλος τις τῶν Παρθυαίων, τὸν δὲ Κράσσον Ἐξάθρης Παρθυαῖος· καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν δεξιὰν ἀποκόψας ἐκόμισε πρὸς μέγαν βασιλέα Παρθυαίων Ὑρώδην. ἔτυχε δὲ βασιλεὺς κατ' ἐκεῖνο τῆς ὥρας ἑστιώμενος καὶ παρὰ τὸν πότον ἀκροώμενος Ἰάσονος Τραλλιανοῦ τραγῳδοῦ ὑποκρινομένου Βάκχας Εὐριπίδου. ὁ μὲν δὴ τραγῳδὸς ᾖδεν ἐκεῖνα τὰ μέλη
φέρομεν ἐξ ὄρεος
[ἕλικα] νεότομον ἐπὶ μέλαθρον,
μακάριον θήραν.
οἱ δὲ τὴν τοῦ Κράσσου κεφαλὴν κομίζοντες τῷ βασιλεῖ προσήνεγκαν. ἐπὶ τούτῳ μεγάλη βοὴ καὶ πολὺς κρότος ἐγένετο, ὥστε ὁ μὲν Ἐξάθρης ἀναπηδήσας ἔφη 'ἐμοὶ ταῦτα μᾶλλον τὰ μέλη προσήκει ᾄδειν ἢ τῷ τραγῳδῷ'. βασιλεὺς (μὲν) ἡσθεὶς τοῦτον μὲν ἐτίμησεν οἷς πάτριον ἦν, τῷ δὲ Ἰάσονι τῷ τραγῳδῷ τάλαντον ἔδωκεν.

[42] ΚΕΛΤΟΙ

E Κελτοὶ στρατεύουσιν ἐπὶ Αὐταριάτας καὶ ἦν πόλεμος μακρός. οἱ μὲν Κελτοὶ τὰς τροφὰς καὶ τὸν οἶνον πόαις δηλητηρίοις καταφαρμακεύουσι καὶ καταλιπόντες ἐν ταῖς σκηναῖς αὐτοὶ νύκτωρ ἔφευγον· οἱ δὲ Αὐταριᾶται πιστεύσαντες, ὡς φοβηθέντες ἀποδιδράσκοιεν, κατελάβοντο τὰς σκηνὰς καὶ τῷ οἴνῳ καὶ ταῖς τροφαῖς ἀνέδην ἐχρήσαντο καὶ παραυτίκα ὑπὸ διαρροίας ἀκρατοῦς λυθέντες [ἔκειντο]. Κελτοὶ δὲ ἐπελθόντες κειμένους φονεύουσιν.

[43] ΘΡΑΙΚΕΣ

E Θρᾷκες παραταξάμενοι Βοιωτοῖς παρὰ τὴν Κωπαΐδα λίμνην, ἡττηθέντες, ἐς τὸν Ἑλικῶνα καταφυγόντες ἐσπείσαντο τοῖς Βοιωτοῖς ἡμέρας τινὰς, ἐν αἷς βουλευσάμενοι ἀπαλλάξονται· οἱ Βοιωτοὶ τῇ νίκῃ θαρροῦντες καὶ ταῖς σπονδαῖς πιστεύοντες τῇ Ἀθηνᾷ τῇ Ἰτωνίᾳ θύοντες ἑώρταζον ἐπινίκια. οἱ Θρᾷκες θύουσι καὶ πανηγυρίζουσιν ἀόπλοις νύκτωρ ἐπιθέμενοι πολλοὺς μὲν ἀνεῖλον, πολλοὺς δὲ ζῶντας εἷλον. αἰτιωμένων δὲ τῶν Βοιωτῶν, ὅτι παρεσπόνδησαν, ἀπεκρίναντο οἱ Θρᾷκες, οὐδαμῶς παραβῆναι τὰς σπονδάς· ἡμέρας γὰρ συνθέσθαι ῥητὰς τῶν ἀνοχῶν, περὶ δὲ τῶν νυκτῶν μηδεμίαν συνθήκην πρὸς αὐτοὺς πεποιῆσθαι.

[44] ΣΚΥΘΑΙ

E Σκύθαι Τριβαλλοῖς παρατάσσεσθαι μέλλοντες παρήγγειλαν τοῖς γεωργοῖς καὶ τοῖς ἱπποφορβοῖς, ἐπειδὰν αἴσθωνται συμβαλόντας αὐτοὺς τοῖς πολεμίοις, ἐπιφανῆναι πόρρωθεν τὰς ἀγέλας τῶν ἵππων ἐπελαύνοντας. οἱ μὲν ἐπεφάνησαν, οἱ δὲ Τριβαλλοὶ πολὺ πλῆθος ἀνθρώπων καὶ ἵππων πόρρωθεν ἰδόντες κονιορτὸν ἐγειρόμενον, βοὴν αἰρομένην, νομίσαντες τοὺς ἄνω Σκύθας ἥκειν αὐτοῖς συμμάχους ἔφυγον φοβηθέντες.

2 Σκύθαι τὴν Ἀσίαν κατέτρεχον. αἱ Σκυθίδες γημάμεναι τοῖς οἰκέταις ἐπαιδοποιήσαντο. ἐπανελθόντας οἱ δοῦλοι τοὺς δεσπότας οὐκ ἐδέξαντο. πόλεμος ἦν. οἱ μὲν οἰκέται φαλαγγηδὸν ἐπῄεσαν ὡπλισμένοι· Σκύθης δὲ ἀνὴρ δείσας αὐτῶν τὴν ἐξ ἀπονοίας μάχην συνεβούλευσεν ὅπλα μὲν καὶ τόξα καταβαλεῖν, μάστιγας δὲ ἀνατειναμένους ἐπὶ τοὺς οἰκέτας βαδίζειν. οἱ μὲν ἀνατεινάμενοι τὰς μάστιγας ἐφώρμησαν, οἱ δὲ τὸ συνειδὸς τῆς δουλείας οὐ φέροντες αὐτίκα φεύγοντες ᾤχοντο.

[45] ΠΕΡΣΑΙ

E Πέρσαι περὶ Μυκάλην Σαμίους καὶ Μιλησίους ὑπόπτους ἔχοντες ἐκέλευσαν αὐτοὺς τὰ τῆς Μυκάλης ἄκρα φυλάττειν, λόγῳ μὲν ὡς ἐμπείρους τῆς χώρας, ἔργῳ δὲ, ἵνα μὴ παρόντες διαφθείροιεν καὶ τοὺς ἄλλους Ἴωνας. ΠΕΡΣΙΔΕΣ

2 Πέρσαι Μήδοις παρετάσσοντο. Περσῶν Κῦρος ἡγεῖτο. Κύρου σατράπης Οἰβάρης ἦρξε φυγῆς, καὶ ὅσων ἡγεῖτο Περσῶν, πάντες τῷ σατράπῃ συνέφευγον. ἔνθα δὴ αἱ Περσίδες ἀπαντώμεναι τοῖς φεύγουσιν, ἀνασυράμεναι τοὺς χιτωνίσκους 'ποῖ' ἔφασαν 'φεύγετε; ἢ ὅθεν ἐξέδυτε, πάλιν ἐκεῖ καταδῦναι σπεύδετε;' ὁ λόγος τῶν γυναικῶν ᾔσχυνε τοὺς Πέρσας καὶ ἀναστρέψαντες ἐπὶ τὴν μάχην τοὺς Μήδους ἐς φυγὴν ἐτρέψαντο.

[46] ΤΑΥΡΟΙ

E Ταῦροι Σκυθικὸν γένος ἀεὶ παρατάττεσθαι μέλλοντες τὰς ὄπισθεν ὁδοὺς ἀνασκάπτουσιν καὶ ποιήσαντες ἀβάτους οὕτως ἀγωνίζονται, ἵνα μὴ δυνάμενοι φυγεῖν ἢ κρατοῖεν ἢ ἀποθνήσκοιεν.

[47] ΤΡΩΙΑΔΕΣ

E Πελληνεῖς ἀναπλέοντες ἐκ Τροίας κατέσχον εἰς τὴν Φλέγραν. αἰχμάλωτοι Τρωιάδες τῶν Ἑλλήνων ἐπὶ γῆν ἀποβάντων οὐ φέρουσαι τὴν ἄλην τὰς ναῦς κατέπρησαν. ἔπειθεν τὰς αἰχμαλώτους Αἰθία, Πριάμου ἀδελφή· οἱ δὲ Ἕλληνες ἀπορίᾳ σκαφῶν κατελάβοντο τὴν νῦν καλουμένην Σκιώνην καὶ πόλιν οἰκίσαντες τὴν χώραν ἀντὶ Φλέγρας Παλλήνην προσηγόρευσαν.

[48] ΣΑΛΜΑΤΙΔΕΣ

E Ἀννίβας ἐν Ἰβηρίᾳ πόλιν μεγάλην Σαλματίδα ἐπολιόρκει· καὶ δὴ συνθήκας ἐποιήσατο, λαβὼν ἀργυρίου τάλαντα τριακόσια καὶ τριακοσίους ὁμήρους ἀνεῖναι τὴν πολιορκίαν. τῶν δὲ Σαλματαίων οὐκ ἀποδιδόντων τὰ συγκείμενα Ἀννίβας ἐπιστρέψας ἐπαφῆκε τοὺς στρατιώτας ὡς διαρπασομένους τὴν πόλιν. ἱκετεύουσιν οἱ βάρβαροι συγχωρῆσαι αὐτοῖς, ἐν ἱματίῳ μετὰ τῶν γυναικῶν ἐξελθεῖν, ὅπλα δὲ καὶ χρήματα καὶ ἀνδράποδα καταλιπεῖν. αἱ γυναῖκες ἐν τοῖς κόλποις κρύπτουσαι ξίφη τοῖς ἀνδράσι συνεξῆλθον. οἱ μὲν δὴ τοῦ Ἀννίβου στρατιῶται τὴν πόλιν διήρπαζον, αἱ δὲ γυναῖκες ἐμβοήσασαι τοῖς ἀνδράσι τὰ ξίφη παρέδωκαν· ἔνιαι δὲ καὶ αὐταὶ σπασάμεναι μετὰ τῶν ἀνδρῶν ἐπέθεντο τοῖς διαρπάσασι τὴν πόλιν, ὥστε τοὺς μὲν κατέβαλον, τοὺς δὲ ἐτρέψαντο καὶ ἀθρόοι διεξεπαίσαντο. Ἀννίβας τὴν ἀνδρείαν τῶν γυναικῶν θαυμάσας ἀπέδωκε δι' αὐτὰς τοῖς ἀνδράσιν αὐτῶν τήν τε πατρίδα καὶ τὰ χρήματα.

[49] ΤΥΡΡΗΝΙΔΕΣ

E Τυρρηνῶν οἱ Λῆμνον καὶ Ἴμβρον κατασχόντες ἐξελασθέντες ὑπ' Ἀθηναίων, ἐς Ταίναρον κατασχόντες Σπαρτιάταις περὶ τὸν εἱλωτικὸν πόλεμον συνεμαχέσαντο. πολιτείας δὲ καὶ ἐπιγαμίας τυχόντες, οὐ μὴν ἀρχῆς οὐδὲ βουλῆς μετασχόντες ὑπόνοιαν ἔσχον ὡς νεωτερίζοντες καὶ συλληφθέντες ὑπὸ Λακεδαιμονίων ἐφυλάσσοντο. αἱ δὲ τῶν φρουρουμένων γυναῖκες ἐπὶ τὴν εἱρκτὴν ἀφικόμεναι τοὺς φύλακας ἱκετεύουσι παρεῖναι αὐτὰς, ὅσον ἰδεῖν καὶ προσειπεῖν τοὺς ἄνδρας. ἐπεὶ δὲ εἰσῆλθον, μετημφιέννυντο τὰς ἐσθῆτας· καὶ τὰς μὲν τῶν γυναικῶν οἱ ἄνδρες ἐνδύονται [καὶ] περικαλυψάμενοι προϊούσης ἑσπέρας ἐξίασι, τὰς δὲ τῶν ἀνδρῶν αἱ γυναῖκες λαβοῦσαι ὑπομένουσιν ἔνδον ἐπὶ τῷ πᾶν ὁτιοῦν παθεῖν διασωσάμεναι τοὺς ἄνδρας. οὐ τοίνυν οὐδὲ οἱ ἄνδρες τῶν γυναικῶν ἠμέλησαν, ἀλλὰ καὶ αὐτοὶ Ταΰγετον κατελάβοντο καὶ τὸ εἱλωτικὸν ἀπέστησαν, ὥστε δείσαντες οἱ Λάκωνες ἐπεκηρυκεύσαντο καὶ διαλλαγέντες ἀπέδωκαν αὐτοῖς τὰς γυναῖκας· ἔδωκαν δὲ καὶ χρήματα καὶ ναῦς καὶ ὡς ἀποίκους Λακεδαιμονίων ἐξέπεμψαν.

[50] ΚΕΛΤΑΙ

E Κελτοῖς στάσις ἦν ἐμφύλιος. ἤδη δὲ καὶ ἐς πόλεμον ὡπλισμένων, αἱ γυναῖκες αὐτῶν [ἐν μέσῳ] στᾶσαι τῆς παρατάξεως τὰ ἐγκλήματα διῄτησαν καὶ διέκριναν, ὥστε τοὺς ἄνδρας φίλους γενομένους διαλλαγὰς ποιήσασθαι καὶ κατὰ οἴκους καὶ κατὰ πόλεις. αὖθις, εἴποτε Κελτοὶ βουλεύοιντο πολέμου πέρι καὶ εἰρήνης ἢ τῶν ἄλλων ὅσα κοινὰ πρὸς ἀλλήλους ἢ τοὺς συμμάχους, ἕκαστα γνώμῃ τῶν γυναικῶν ἐβραβεύετο. ἐν γοῦν ταῖς πρὸς Ἀννίβαν συνθήκαις γέγραπται, Κελτῶν μὲν ἐγκαλούντων Καρχηδονίοις τοὺς Καρχηδονίων ἐπάρχους καὶ στρατηγοὺς εἶναι δικαστάς, ἢν δὲ Καρχηδόνιοι Κελτοῖς ἐγκαλῶσι, τὰς Κελτῶν γυναῖκας δικάζειν.


Attalus' home page | 09.04.19 | Any comments?