HOLY BIBLE: Judith 2 (original) (raw)
12 ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου 13 καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ῥημάτων τοῦ κυρίου σου ἀλλὰ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά 14 καὶ ἐξῆλθεν Ολοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσεν πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ασσουρ 15 καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ εἰς μυριάδας δέκα δύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους 16 καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται 17 καὶ ἔλαβεν καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν πλῆθος πολὺ σφόδρα καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν ὧν οὐκ ἦν ἀριθμός 18 καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονοσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἡ ἄμμος τῆς γῆς οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν καὶ ἀπῆλθον ἐκ Νινευη ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλεθ καὶ ἐπεστρατοπέδευσαν ἀπὸ Βεκτιλεθ πλησίον τοῦ ὄρους τοῦ ἐ{P'} ἀριστερᾷ τῆς ἄνω Κιλικίας καὶ ἔλαβεν πᾶσαν τὴν δύναμιν αὐτοῦ τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν καὶ διέκοψεν τὸ Φουδ καὶ Λουδ καὶ ἐπρονόμευσεν υἱοὺς πάντας Ρασσις καὶ υἱοὺς Ισμαηλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεων καὶ παρῆλθεν τὸν Εὐφράτην καὶ διῆλθεν τὴν Μεσοποταμίαν καὶ κατέσκαψεν πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Αβρωνα ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ιαφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας καὶ ἐκύκλωσεν πάντας τοὺς υἱοὺς Μαδιαμ καὶ ἐνέπρησεν τὰ σκηνώματα αὐτῶν καὶ ἐπρονόμευσεν τὰς μάνδρας αὐτῶν καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησεν πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσεν καὶ τὰ πεδία αὐτῶν ἐξελίκμησεν καὶ ἐπάταξεν πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ῥομφαίας καὶ ἐπέπεσεν φόβος καὶ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν τοὺς ὄντας ἐν Σιδῶνι καὶ ἐν Τύρῳ καὶ τοὺς κατοικοῦντας Σουρ καὶ Οκινα καὶ πάντας τοὺς κατοικοῦντας Ιεμνααν καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκαλῶνι ἐφοβήθησαν αὐτὸν σφόδρα
12 Leaving Assyria, he first reached the high mountains of Ange, on the left-hand side of Cilicia, scaling all their fastnesses and reducing all their garrisons. 13 Then he broke into the city of Melothi, that resisted him stubbornly, and ravaged all the country which belonged to the sons of Tharsis, and to the Ismaelites, facing the desert, to the south of Cellon. 14 Then he crossed Euphrates into Mesopotamia, and stormed every stronghold between the river Mambre and the sea. 15 All the land of Mesopotamia he overran, from Cilicia on the north to the frontier of Japheth on the south, 16 drove the Madianites from their homes and plundered their goods, putting all who resisted him to the sword.[1] 17 And at last he came down on to the plain of Damascus, in harvest time, burnt all the crops there and had all the trees and vineyards cut down. 18 And a great dread of him fell upon the whole country-side.
12 Cumque pertransisset fines Assyriorum, venit ad magnos montes Ange, qui sunt a sinistro Ciliciæ: ascenditque omnia castella eorum, et obtinuit omnem munitionem. 13 Effregit autem civitatem opinatissimam Melothi, prædavitque omnes filios Tharsis et filios Ismaël qui erant contra faciem deserti, et ad austrum terræ Cellon. 14 Et transivit Euphraten, et venit in Mesopotamiam: et fregit omnes civitates excelsas quæ erant ibi, a torrente Mambre usquequo perveniatur ad mare: 15 et occupavit terminos ejus, a Cilicia usque ad fines Japheth qui sunt ad austrum. 16 Abduxitque omnes filios Madian, et prædavit omnem locupletationem eorum, omnesque resistentes sibi occidit in ore gladii. 17 Et post hæc descendit in campos Damasci in diebus messis, et succendit omnia sata, omnesque arbores, et vineas fecit incidi: 18 et cecidit timor illius super omnes inhabitantes terram.