PSALMI 21 - Septuaginta (LXX) (original) (raw)

1Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ Δαυιδ.

2Ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με;

μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου.

3ὁ θεός μου, κεκράξομαι ἡμέρας, καὶ οὐκ εἰσακούσῃ,

καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί.

4σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος Ισραηλ.

5ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν,

ἤλπισαν, καὶ ἐρρύσω αὐτούς·

6πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν,

ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν.

7ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος,

ὄνειδος ἀνθρώπου καὶ ἐξουδένημα λαοῦ.

8πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με,

ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν

9Ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν·

σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν.

10ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός,

ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου·

11ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας,

ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ.

12μὴ ἀποστῇς ἀπ᾽ ἐμοῦ, ὅτι θλῖψις ἐγγύς,

ὅτι οὐκ ἔστιν ὁ βοηθῶν.

13περιεκύκλωσάν με μόσχοι πολλοί,

ταῦροι πίονες περιέσχον με·

14ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν

ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.

15ὡσεὶ ὕδωρ ἐξεχύθην,

καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου,

ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου·

16ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου,

καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου,

καὶ εἰς χοῦν θανάτου κατήγαγές με.

17ὅτι ἐκύκλωσάν με κύνες πολλοί,

συναγωγὴ πονηρευομένων περιέσχον με,

ὤρυξαν χεῖράς μου καὶ πόδας.

18ἐξηρίθμησα πάντα τὰ ὀστᾶ μου,

αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με.

19διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς

καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.

20σὺ δέ, κύριε, μὴ μακρύνῃς τὴν βοήθειάν μου,

εἰς τὴν ἀντίλημψίν μου πρόσχες.

21ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου

καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου·

22σῶσόν με ἐκ στόματος λέοντος

καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.

23διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου,

ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε

24Οἱ φοβούμενοι κύριον, αἰνέσατε αὐτόν,

ἅπαν τὸ σπέρμα Ιακωβ, δοξάσατε αὐτόν,

φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ισραηλ,

25ὅτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισεν τῇ δεήσει τοῦ πτωχοῦ

οὐδὲ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀπ᾽ ἐμοῦ

καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέν μου.

26παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ,

τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.

27φάγονται πένητες καὶ ἐμπλησθήσονται,

καὶ αἰνέσουσιν κύριον οἱ ἐκζητοῦντες αὐτόν·

ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος.

28μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς

καὶ προσκυνήσουσιν ἐνώπιόν σου πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,

29ὅτι τοῦ κυρίου ἡ βασιλεία,

καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.

30ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς,

ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν.

καὶ ἡ ψυχή μου αὐτῷ ζῇ,

31καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ·

ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη,

32καὶ ἀναγγελοῦσιν τὴν δικαιοσύνην αὐτοῦ

λαῷ τῷ τεχθησομένῳ, ὅτι ἐποίησεν ὁ κύριος.

Septuaginta, hg. v. Alfred Rahlfs, zweite, verbesserte Auflage, hg. v. Robert Hanhart, © 2006 Deutsche Bibelgesellschaft, Stuttgart