Strabo, Geography,

book 1, chapter 1, section 1 (original) (raw)

Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:

Table of Contents:

view as XML

next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῆς τοῦ φιλοσόφου πραγματείας εἶναι νομίζομεν, εἴπερ ἄλλην τινά, καὶ τὴν γεωγραφικήν, ἣν νῦν προῃρήμεθα ἐπισκοπεῖν. ὅτι δ᾽ οὐ φαύλως νομίζομεν ἐκ πολλῶν δῆλον: οἵ τε γὰρ πρῶτοι θαρρήσαντες αὐτῆς ἅψασθαι τοιοῦτοί τινες ὑπῆρξαν, Ὅμηρός τε καὶ Ἀναξίμανδρος Μιλήσιος καὶ Ἑκαταῖος, πολίτης αὐτοῦ, καθὼς καὶ Ἐρατοσθένης φησί: καὶ Δημόκριτος δὲ καὶ Εὔδοξος καὶ Δικαίαρχος καὶ Ἔφορος καὶ ἄλλοι πλείους: ἔτι δὲ οἱ μετὰ τούτους, Ἐρατοσθένης τε καὶ Πολύβιος καὶ Ποσειδώνιος, ἄνδρες φιλόσοφοι. τε πολυμάθεια, δι᾽ ἧς μόνης ἐφικέσθαι τοῦδε τοῦ ἔργου δυνατόν, οὐκ ἄλλου τινός ἐστιν τοῦ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια ἐπιβλέποντος, ὧνπερ τὴν φιλοσοφίαν ἐπιστήμην φασίν. ὡς δ᾽ αὕτως καὶ ὠφέλεια ποικίλη τις οὖσα, μὲν πρὸς τὰ πολιτικὰ καὶ τὰς ἡγεμονικὰς πράξεις, δὲ πρὸς ἐπιστήμην τῶν τε οὐρανίων καὶ τῶν ἐπὶ γῆς καὶ θαλάττης ζῴων καὶ φυτῶν καὶ καρπῶν καὶ τῶν ἄλλων ὅσα ἰδεῖν παρ᾽ ἑκάστοις ἔστι, τὸν αὐτὸν ὑπογράφει ἄνδρα, τὸν φροντίζοντα τῆς περὶ τὸν βίον τέχνης καὶ εὐδαιμονίας.

Strabo. ed. A. Meineke, Geographica. Leipzig: Teubner. 1877.

The Annenberg CPB/Project provided support for entering this text.

view as XML next

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)

hide References (1 total)