Polyaeanus, Greek text, 1(a) (original) (raw)
Polyaenus: Stratagems
- BOOK 1, Chapters 1-26
From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ
[Preface] E Τὴν μὲν κατὰ Περσῶν καὶ Παρθυαίων νίκην, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, παρὰ τῶν θεῶν ἕξετε καὶ παρὰ τῆς ὑμετέρας ἀρετῆς καὶ παρὰ τῆς Ῥωμαίων ἀνδρείας, μεθ' ὧν ἀεὶ, καὶ πάλαι καὶ νῦν εἰώθατε νικᾶν τοὺς ὑπάρχοντας πολέμους καὶ μάχας· ἐγὼ δὲ Μακεδὼν ἀνὴρ, πάτριον ἔχων τὸ κρατεῖν Περσῶν πολεμούντων δύνασθαι, οὐκ ἀσύμβολος ὑμῖν ἐν τῷ παρόντι καιρῷ γενέσθαι βούλομαι. ἀλλ', εἰ μὲν ἤκμαζέ μοι τὸ σῶμα καὶ στρατιώτης πρόθυμος ἂν ἐγενόμην Μακεδονικῇ ῥώμῃ χρώμενος· ἐπεὶ δέ μοι προήκουσαν τὴν ἡλικίαν ὁρᾶτε, οὐ μὴν οὐδὲ νῦν ἀστράτευτος παντάπασιν ἀπολειφθήσομαι, ἀλλὰ τῆς στρατηγικῆς ἐπιστήμης ἐφόδια ταυτὶ προσφέρω, ὅσα τῶν πάλαι γέγονε στρατηγήματα, ὑμῖν τε αὐτοῖς πολλὴν ἐμπειρίαν παλαιῶν ἔργων, τοῖς τε ὑπὸ ὑμῶν πεμπομένοις πολεμάρχοις ἢ στρατηγοῖς ἢ μυριάρχοις ἢ χιλιάρχοις ἢ ἑξακοσιάρχοις ἢ ὅσαι ἄλλαι ὅπλων ἀρχαὶ, διδασκομένοις ἀρχαίων κατορθωμάτων ἀρετὰς καὶ τέχνας. ἀνδρεία μὲν γὰρ, ὅστις ἀλκῇ χρησάμενος πολεμίων μαχομένων ἐκράτησεν, εὐβουλία δὲ, ἀμαχεὶ τέχνῃ καὶ δόλῳ περιγίγνεσθαι· ὡς ἔστι πρώτη δεινῶν στρατηγῶν σοφία κτᾶσθαι τὴν νίκην ἀκίνδυνον. ἄριστον δὲ καὶ τὸ ἐν αὐτῇ τῇ παρατάξει μηχανᾶσθαι, ὅπως ἂν ἡ γνώμη τὸ κρατεῖν ἐσπισπῷτο προλαβοῦσα τὸ τέλος τῆς μάχης. δοκεῖ δ' ἔμοιγε ταῦτα συμβουλεύειν καὶ Ὅμηρος· ὅταν γὰρ πολλάκις ᾄδῃ
. . . . ἢ δόλῳ ἠὲ βίῃφι,
ἄλλως οὐ παραγγέλλει ἢ τέχναις καὶ στρατηγήμασι χρήσασθαι κατὰ τῶν πολεμίων· εἰ δὲ μεῖον ἐν τούτοις ἔχοις, τηνικάδε τῇ βίᾳ τῶν σωμάτων ἀποκινδυνευτέον.
πρῶτος μὲν τοίνυν ἐν τοῖς Ἕλλησιν ἀπάτῃ καὶ δόλῳ χρήσασθαι λέγεται Σίσυφος ὁ Αἰόλου· μαρτυρεῖ καὶ Ὅμηρος·
ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετ' ἀνδρῶν.
δεύτερος δὲ τὸ ἀπατηλὸν ἐζήλωσεν Αὐτόλυκος ὁ Ἑρμοῦ κλέπτων· καὶ τοῦτο πάλιν αὖ μαρτυρεῖ Ὅμηρος·
Παρνησσόνδ' ἐλθόντα μετ' Αὐτόλυκόν τε καὶ υἷας,
μητρὸς ἑῆς πατέρ' ἐσθλὸν, ὃς ἀνθρώπους ἐκέκαστο
κλεπτοσύνῃ θ' ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
Ἑρμείας . . . .
ἐγὼ δὲ καὶ τὸν Πρωτέα τὸν μεταβαλλόμενον εἰς παντοδαπὰ ζῷα καὶ δένδρα ἡγοῦμαι ζῷα μὲν καὶ δένδρα οὐκ ἄν ποτε γενέσθαι, τὰς μεταβολὰς δὲ αὐτοῦ τῶν τεχνασμάτων ἐμυθοποίησεν Ὅμηρος ὡς δεινοῦ κρατεῖν ἀπάτῃ ὧν ἂν βούλοιτο. τόν γε μὴν Ὀδυσσέα ἴσμεν καὶ ἀλαζονευόμενον τῇ σοφίᾳ τοῦ δόλου·
εἴμ' Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν
ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει.
οἱ δ' ἥρωες καὶ τὴν νίκην αὐτῷ ἀνῆψαν·
σῇ δ' ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
καὶ ἀλλαχοῦ ἄλλοι πάλιν αὖ μαρτυροῦσιν ἁλῶναι τὸ Ἴλιον Ὀδυσσέως
βουλῇ καὶ μύθοισι καὶ ἠπεροπηίδι τέχνῃ.
τά γε μὴν στρατηγήματα, οἷς κατὰ τῶν πολεμίων ἐχρήσατο, πολλάκις ᾄδει Ὅμηρος·
αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας
αὐτομολῆσαι δὴ ὡς τοὺς πολεμίους ὑπεκρίνατο. καὶ τὸν ἵππον δὲ τὸν δουράτεον,
. . . τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ,
καὶ τοῦτο στρατήγημα Ὀδυσσέως ἦν. ὀρθῶς δ' ἄν τις καλοῖ καὶ τὸν Οὖτιν καὶ τὸν οἶνον καὶ τὸν δαλὸν καὶ τὸν κριὸν στρατηγήματα κατὰ τοῦ Κύκλωπος. καὶ ὁ κηρὸς δὲ τοῖς ὠσὶ τῶν ἑταίρων ἐναλειφόμενος καὶ αὐτὸς ὀρθὸς ἐν ἱστοπέδῃ δεσμευόμενος καὶ ταῦτα ἐκεῖνος ἐστρατήγει κατὰ τῆς ὀλεθρίου μουσικῆς. τί δ' ἂν φαίης τὴν πήραν τοῦ πτωχοῦ; καὶ ὅσα πρὸς Εὔμαιον ἢ πρὸς τὴν Πηνελόπην ἐπλάττετο;
ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα.
καὶ μέντοι καὶ Ἴρῳ παλαῖσαι καὶ ἐκ τοῦ καπνοῦ μεταθεῖναι τὰ ὅπλα τῶν μειρακίων μεθυόντων, ἀπό τε τῶν θυρῶν τὸ τόξον ἐντεῖναι, ἆρ' οὐχὶ πάντα ταῦτα ἦν κατὰ πολεμίων στρατηγήματα; ἀλλὰ ταῦτα μὲν ἢ ὅσα τοιαῦτα διδάσκων Ὅμηρος ἀρκείτω. οἷον δὲ κἀκεῖνο στρατήγημα Ὀδυσσέως οἱ τραγῳδοὶ ᾄδουσι. Παλαμήδην ἐνίκησεν Ὀδυσσεὺς ἐν δικαστηρίῳ τῶν Ἀχαιῶν ὑποβαλὼν αὐτοῦ τῇ σκηνῇ βαρβαρικὸν χρυσίον, καὶ ὁ σοφώτατος τῶν Ἑλλήνων ἐκεῖνος ἥλω προδοσίας δόλῳ καὶ στρατηγήματι. ἀλλὰ τὰ μὲν τῶν τραγῳδῶν ἱκανὴ διδάσκειν ἡ σκηνή· ὅσα δὲ τὰ ἀπὸ τῆς ἱστορίας ἔργα στρατηγίας ἔχοντα κατὰ πολεμίων ἢ κατὰ ἐχθρῶν συνεξελεξάμην, καὶ δὴ τούτων μεμνήσομαι σύντομον τὴν παρ' ἑκάστῳ μνήμην ποιούμενος. (ἔστι δὲ ἡ πᾶσα σύνταξις βιβλία ὀκτὼ, στρατηγημάτων ἐννακοσίων, ἔχοντα τὴν ἀρχὴν ἀπὸ Διονύσου.)
[1] ΔΙΟΝΥΣΟΣ.
E Διόνυσος ἐπ' Ἰνδοὺς ἐλαύνων, ἵνα δέχοιντο αἱ πόλεις αὐτὸν, ὅπλοις μὲν φανεροῖς τὴν στρατιὰν οὐχ' ὥπλισεν, ἐσθῆσι δὲ λεπταῖς καὶ νεβρίσι· δόρατα ἦν κισσῷ πεπυκασμένα· ὁ θύρσος εἶχεν αἰχμήν· κυμβάλοις καὶ τυμπάνοις ἐσήμαινεν ἀντὶ σάλπιγγος καὶ οἴνου τοὺς πολεμίους γεύων εἰς ὄρχησιν ἔτρεπεν καὶ ὅσα ἄλλα Βακχικὰ ὄργια. πάντα δὲ ἦν Διονύσου στρατηγήματα, οἷς Ἰνδοὺς καὶ τὴν ἄλλην Ἀσίαν ἐχειρώσατο.
2 Διόνυσος ἐν Ἰνδικῇ τῆς στρατιᾶς οὐ φερούσης τὸ φλογῶδες τοῦ ἀέρος κατελάβετο τρικόρυφον ὄρος τῆς Ἰνδικῆς. τῶν κορυφῶν κληΐζεται δὲ ἡ μὲν Κορασιβίη, ἡ δὲ Κονδάσβη, τὴν δὲ τρίτην αὐτὸς ἐκάλεσε Μηρὸν, τῆς αὐτοῦ γενέσεως ὑπόμνημα. ἐνταῦθα πηγαὶ πολλαὶ, ἶδαι πυκναὶ, θῆραι περισσαὶ, ὀπῶραι ἄφθονοι, χιόνες ἀναψύχουσαι. ἐν τούτοις ἡ στρατιὰ διαιτωμένη τοῖς ἐν τῷ πεδίῳ βαρβάροις ἐξαίφνης ἐπεφαίνετο καὶ ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερδεξίων ἀκοντίζοντες τοὺς πολεμίους ῥᾳδίως ἐτρέποντο.
3 Διόνυσος Ἰνδοὺς ἑλὼν αὐτούς τε Ἰνδοὺς καὶ Ἀμαζόνας ἄγων συμμάχους εἰς τὴν Βακτρίων ἐνέβαλεν· ὁρίζει δὲ τὴν Βακτρίαν ποταμὸς Σαράγγης. Βάκτριοι τὰ ὄρη κατέλαβον τὰ ὑπὲρ τὸν ποταμὸν ὡς Διονύσῳ διαβαίνοντι ἄνωθεν ἐπιθησόμενοι. ὁ δὲ στρατοπεδεύσας παρὰ τὸν ποταμὸν τὰς Ἀμαζόνας καὶ τὰς Βάκχας διαβαίνειν ἔταξεν, ἵνα οἱ Βάκτριοι καταφρονήσαντες γυναικῶν κατέλθοιεν ἀπὸ τῶν ὀρῶν. αἱ μὲν δὴ διέβαινον, οἱ δὲ κατέβαινον καὶ τῷ ῥεύματι ἐμβαίνοντες ἀνακόπτειν αὐτὰς ἐπειρῶντο. αἱ δὲ ἀνεχώρουν ἐπὶ πόδα. Βάκτριοι μέχρι τῆς ὄχθης ἐδίωκον. τότε Διόνυσος μετὰ τῶν ἀνδρῶν ἐκβοηθήσας πεπεδημένους τῷ ῥεύματι τοὺς Βακτρίους κτείνας διέβη τὸν ποταμὸν ἀκινδύνως.
[2] ΠΑΝ.
E Διονύσου στρατηγὸς ἦν Πάν· οὗτος πρῶτος τάξιν εὗρεν, φάλαγγα ὠνόμασε, κέρας ἔταξε δεξιὸν καὶ λαιόν. ταύτῃ τοι ἄρα κερασφόρον τὸν Πᾶνα δημιουργοῦσιν· ἀλλὰ δὴ καὶ πρῶτος οὗτος πολεμίοις φόβον ἐνέβαλε σοφίᾳ καὶ τέχνῃ. ἦν Διονύσῳ ἐν κοίλῃ νάπῃ· ἤγγειλαν οἱ σκοποὶ μυρίαν χεῖρα πολεμίων ἐπέκεινα στρατοπεδεύειν· ἔδεισε Διόνυσος, οὐ μὴν ὅ γε Πὰν, ἀλλὰ ἐσήμηνε νύκτωρ [τῇ] Διονυσιακῇ στρατιᾷ ἀλαλάξαι μέγιστον. οἱ μὲν ἠλάλαξαν, ἀντήχησαν δὲ αἱ πέτραι καὶ τὸ κοῖλον τῆς νάπης ἦχον πολλῷ μείζονος δυνάμεως τοῖς πολεμίοις ἐνεποίησεν. οἱ μὲν δὴ φόβῳ πληγέντες ἔφευγον. τοῦ δὲ Πανὸς τὸ στρατήγημα τιμῶντες τὴν Ἠχὼ τῷ Πανὶ φίλην ᾄδομεν καὶ τοὺς κενοὺς καὶ τοὺς νυκτερινοὺς τῶν στρατευμάτων φόβους Πανικὰ κληΐζομεν.
[3] ΗΡΑΚΛΗΣ.
E Ἡρακλῆς ἐξελεῖν βουλόμενος τοῦ Πηλίου τὸ Κενταύρων γένος, οὐ μὴν αὐτὸς ἄρξαι μάχης, ἀλλ' ἐκείνους ἐκκαλέσασθαι κατήγετο παρὰ Φόλῳ· οἴνου δὲ ἀνθοσμίου πίθον ἀνοίξας αὐτός τε καὶ ὅσοι ἀμφ' αὐτὸν ἠρύσαντο. ᾔσθοντο οἱ γείτονες Κένταυροι καὶ συνδραμόντες ἐπὶ τὸ ἄντρον τοῦ Φόλου τὸν οἶνον ἥρπαζον· Ἡρακλῆς ὡς ἄδικα δρῶντας ἀμυνόμενος τοὺς ἐπελθόντας ἔκτεινε Κενταύρους.
2 Ἡρακλῆς τὴν ἀλκὴν τοῦ Ἐρυμανθίου συὸς φοβηθεὶς δόλῳ τὸν θῆρα εἷλεν. ὁ μὲν ὑπὸ τῇ φάραγγι εὐνάζετο· μεστὴ δὲ χιόνος πολλῆς ἡ φάραγξ ἦν. ὁ δὲ λίθους πολλοὺς ἄνωθεν ἐπέβαλεν, ὥστε ἀγριανθεὶς ὁ σῦς ἐξάλλεται καὶ θυμῷ φερόμενος τῇ χιόνι ἐμπεσὼν καταδυόμενος περιπταίων ἁλίσκεται.
3 Ἡρακλῆς πλεύσας ἐπὶ Τροίαν αὐτὸς μὲν ἀπέβη πεζομαχήσων, τοῖς δὲ κυβερνήταις προσέταξε τὰς ναῦς ἀνακωχεύειν. οἱ μὲν οὖν πεζοὶ Τρῶες ἡττῶντο, οἱ δὲ ἱππεῖς ἐπὶ τὰς ναῦς ἔδραμον· οὐ μὴν αἱροῦσι τὰ σκάφη σαλεύοντα ἄνω θαλάσσης. Ἡρακλῆς διώξας ἔκτεινε πάντας παρὰ τὴν ἠϊόνα φεύγειν οὐκ ἔχοντας διὰ θαλάττης.
4 Ἡρακλῆς ἐν Ἰνδικῇ θυγατέρα ἐποιήσατο, ἣν ἐκάλεσε Πανδαίην. ταύτῃ νείμας μοῖραν τῆς Ἰνδικῆς πρὸς μεσημβρίαν καθήκουσαν εἰς θάλασσαν διένειμε τοὺς ἀρχομένους εἰς κώμας τξε΄ προστάξας καθ' ἑκάστην ἡμέραν μίαν κώμην ἀποφέρειν τὸν βασίλειον φόρον, ἵνα τοὺς ἤδη δόντας ἔχοι συμμάχους ἡ βασιλεύουσα κατανοοῦσα ἀεὶ τοὺς δοῦναι ὀφείλοντας.
5 Ἡρακλῆς Μινύαις πολεμῶν, ἦσαν δὲ ἱππομαχεῖν ἐν πεδίῳ Μινύαι δεινοὶ, μάχην συνάψαι μὴ θαρρῶν ποταμὸν ἐπαφῆκεν. ἦν δὲ ὁ ποταμὸς Κηφισὸς ὁρίζων ὄρη δύο, Παρνασσὸν καὶ Ἡδύλιον. τεμὼν δὲ τὴν Βοιωτίαν μέσην, πρὶν ἐκβάλλειν εἰς θάλασσαν, ἐμπίπτων μεγάλῳ χάσματι ἀφανὴς γίγνεται. τοῦτο δὲ τὸ χάσμα Ἡρακλῆς πέτροις μεγάλοις περιτειχίσας ἀποστρέφει τὸν ποταμὸν εἰς τὸ πεδίον, ἔνθα Μινύαι καθιππάζοντο, καὶ δὴ τοῦ πεδίου λιμνάσαντος τοῖς Μινύαις τὸ ἱππικὸν ἀχρεῖον ἦν. Ἡρακλῆς κρατήσας ἀποτειχίζει τὸ χάσμα καὶ ὁ Κηφισσὸς ἐπὶ τὴν ἀρχαίαν ἐπανέρχεται ὁδόν.
[4] ΘΗΣΕΥΣ.
E Θησεὺς ἐν ταῖς μάχαις τὰ πρόσθεν τῆς κεφαλῆς ἀπεκείρατο, τῶν τριχῶν τὴν ἀντίληψιν ἀφαιρούμενος. μετὰ Θησέα ὅσοι Ἕλληνες οὕτως ἐκείροντο, ἡ κουρὰ Θησηῒς ἐκληΐζετο. ζηλοῦσι τὴν κουρὰν μάλιστα δὴ Ἑλλήνων Ἄβαντες. μαρτυρεῖ Ὅμηρος ᾄδων
Ἄβαντες ..... ὄπιθεν κομόωντες.
[5] ΔΗΜΟΦΩΝ.
E Δημοφῶν παρὰ Διομήδους τὸ Παλλάδιον παρακαταθήκην λαβὼν ἐφύλαττεν. Ἀγαμέμνονος ἀπαιτοῦντος τὸ μὲν ἀληθινὸν ἔδωκεν ἀνδρὶ Ἀθηναίῳ, καλουμένῳ Βουζύγῃ, κομίζειν Ἀθήναζε· ἴσον δὲ καὶ ὅμοιον ἄλλο κατασκευάσας εἶχεν ἐπὶ τῆς σκηνῆς. Ἀγαμέμνονος δὲ σὺν πολλῇ χειρὶ ἐπελθόντος ἀπεμάχετο ἐπὶ μακρὸν δόξαν ἐμποιῶν ὡς ὑπὲρ τοῦ ἀληθινοῦ προκινδυνεύοι. πολλῶν δὲ τραυματιῶν γενομένων οἱ μὲν ἀμφὶ Δημοφῶντα ὑπεῖξαν, Ἀγαμέμνων δὲ τὸ παραπεποιημένον Παλλάδιον λαβὼν ἐξαπατηθεὶς ᾤχετο.
[6] ΚΡΕΣΦΟΝΤΗΣ.
E Κρεσφόντης καὶ Τήμενος καὶ οἱ Ἀριστοδήμου παῖδες τὴν Πελοπόννησον ἐνέμοντο. ἔδοξε τριχῇ νεῖμαι τὴν χώραν, Σπάρτην, Ἄργος, Μεσήνην. Κρεσφόντης βουλόμενος τῆς Μεσήνης ὡς ἀρίστης κρατῆσαι γνώμην ἀγορεύει· 'λαχὼν ὁ πρῶτος καὶ ὁ δεύτερος ἑλέσθω Σπάρτην ἢ Ἄργος, Μεσήνη δ' ἔστω τοῦ τρίτου.' ἐπείσθησαν καὶ τοὺς κλήρους καθῆκαν, οἱ μὲν ἐκ λίθου λευκῆς ἐς κάλπιν ὕδωρ ἔχουσαν, Κρεσφόντης δὲ βώλου λευκῆς ὁμοίας λίθῳ. ἡ μὲν δὴ βῶλος αὐτίκα ἐτέτηκτο· οἱ δὲ τῆς λίθου κλῆροι προελθόντες ἔδωκαν Ἄργος Τημένῳ, Σπάρτην τοῖς Ἀριστοδήμου παισίν. Κρεσφόντης Μεσήνην τέχνῃ λαβὼν τύχῃ λαβεῖν ἔδοξεν.
[7] ΚΥΨΕΛΟΣ.
E Κύψελος Ἀρκαδίας ἦρχεν. Ἡρακλεῖδαι στρατεύουσιν ἐπ' Ἀρκάδας. χρησμὸς ἦν, ξένια παρ' Ἀρκάδων εἰ λάβοιεν, σπένδεσθαι. Κύψελος ὥρᾳ θέρους προσέταξε τοῖς γεωργοῖς τὴν ὀπώραν ἀφελόντας θέντας παρὰ τὴν ὁδὸν ἀναχωρεῖν· οἱ στρατιῶται τῶν Ἡρακλειδῶν ἄσμενοι ταῖς ὀπώραις ἐχρήσαντο. Κύψελος ἀπαντήσας ἐπὶ ξένια τοὺς Ἡρακλείδας ἐκάλει· τῶν δὲ μνήμῃ τοῦ μαντείου τὴν τιμὴν ἀπωθουμένων, 'καὶ μὴν', ἔφη, 'φθάνουσα ὑμῶν ἡ στρατιὰ ξένια παρ' ἡμῶν τὴν ὀπώραν ἔχει'. οὕτως ἄρα Ἡρακλεῖδαι τῇ σοφίᾳ τοῦ Κυψέλου πρὸς Ἀρκάδας ἐσπείσαντο.
[8] ΕΛΝΗΣ.
E Ἔλνης, βασιλεὺς Ἀρκάδων, Τεγέαν πορθούντων Λακεδαιμονίων, ὅσοι μὲν ἐν ἀκμῇ, κατὰ κορυφῆς ἔπεμψε τῶν πολεμίων νυκτὶ μέσῃ κελεύσας ἐπιθέσθαι· ὅσοι δὲ γέροντες καὶ παῖδες, τούτους ἐκέλευσε πρὸ τῆς πόλεως τὴν ἴσην ὥραν φυλάξαντας πῦρ ἀνακαῦσαι μέγιστον. οἱ πολέμιοι πρὸς τὴν τοῦ πυρὸς ὄψιν ἐκπλαγέντες ἐς τοῦτο ἀπεσκόπουν· οἱ δὲ κατὰ κορυφῆς ἐμπεσόντες τοὺς πλείστους αὐτῶν διέφθειραν, πολλοὺς δὲ ζωγρήσαντες ἔδησαν. καὶ τὸ λόγιον ἐτελεύτησε
δώσω τοι Τεγέην ποσσίκροτον ὀρχήσασθαι.
[9] ΤΗΜΕΝΟΣ.
E Τήμενος μετὰ τῶν ἄλλων Ἡρακλειδῶν εἰς τὸ Ῥίον περαιοῦσθαι βουλόμενος ἔπεμψε Λοκροὺς αὐτομόλους Πελοποννησίοις ἀγγέλλοντας, ὅτι ναυλοχοῦσιν ἐν Ναυπάκτῳ τοῦ δοκεῖν ἐπὶ τὸ Ῥίον πλευσούμενοι, ὁρμὴ δέ ἐστιν αὐτοῖς χωρεῖν ἐπὶ τὸν Ἰσθμόν. πιστεύσαντες οἱ Πελοποννήσιοι μετῆλθον ἐπὶ τὸν Ἰσθμόν. οἱ δ' ἀμφὶ Τήμενον μεθ' ἡσυχίας τὸ Ῥίον κατέσχον.
[10] ΠΡΟΚΛΗΣ.
E Προκλῆς καὶ Τήμενος Ἡρακλεῖδαι Εὐρυσθείδαις κατέχουσι τὴν Σπάρτην ἐπολέμουν. Ἡρακλεῖδαι μὲν δὴ ἔθυον τῇ Ἀθηνᾷ τῶν ὁρίων ὑπερβατήρια, Εὐρυσθεῖδαι δὲ ἄφνω προσέπιπτον ἐς μάχην· οὐ μὴν ᾑρέθησαν Ἡρακλεῖδαι, ἀλλὰ τοὺς αὐλητὰς, ὡς εἶχον, ἡγεῖσθαι κελεύουσιν. οἱ μὲν τοῖς αὐλοῖς ἐμπνέοντες ἡγοῦντο, οἱ δὲ ὁπλῖται πρὸς τὸ μέλος καὶ τὸν ῥυθμὸν ἐμβαίνοντες ἄρρηκτοι τὴν τάξιν ἐγένοντο καὶ τοὺς πολεμίους ἐνίκησαν. ἡ πεῖρα ἐδίδαξε τοὺς Λάκωνας τὸν αὐλὸν ἔχειν ἀεὶ στρατηγὸν ἐν ταῖς μάχαις. αὐλὸς ἡγεῖται Λακώνων ἐς πόλεμον ἰόντων καὶ τὸ ἐμβατήριον αὐλὸς ἐνδίδωσι τοῖς μαχομένοις. οἶδα ἐγὼ καὶ τὸν θεὸν ἀνελόντα νίκην Λάκωσιν, ἔστ' ἂν πολεμῶσι μετὰ αὐλητῶν καὶ μὴ πρὸς αὐλητάς. τὸ λόγιον ἤλεγξεν ἐν Λεύκτροις ἡ μάχη. ἐν γὰρ δὴ Λεύκτροις αὐλητῶν οὐχ ἡγουμένων οἱ Λάκωνες παρετάξαντο πρὸς Θηβαίους, οἷς πάτριον ἀσκεῖν αὐλητικὴν, ὥστε δῆλος ἦν ὁ θεὸς προαγορεύσας, ὅτι νικήσουσί ποτε Θηβαῖοι Λάκωνας αὐλῷ μὴ στρατηγουμένους.
[11] ΑΚΟΥΗΣ.
E Ἀκούης Λακεδαιμονίων Τεγέαν προδοσίᾳ νύκτωρ καταλαβομένων τοῖς ἰδίοις ὁπλίταις ἔδωκε σύνθημα κτείνειν τοὺς τὸ σύνθημα ἐρωτῶντας. οἱ μὲν δὴ Ἀρκάδες οὐκ ἐπηρώτων· οἱ δὲ Σπαρτιᾶται ὡς ἐν νυκτὶ ἀγνοοῦντες καὶ διὰ τοῦτο ἐρωτῶντες ὑπὸ τῶν Ἀρκάδων ἀνῃροῦντο.
[12] ΘΕΣΣΑΛΟΣ.
E Θεσσαλὸς Βοιωτῶν τῶν Ἄρνην οἰκούντων Θεσσαλοῖς πολεμούντων τέχνῃ ἐκράτησεν ἄνευ μάχης. νύκτα παραφυλάξας ἀσέληνον καὶ σκοτεινὴν ἐκέλευσε τοὺς στρατιώτας διασπαρέντας ἀνὰ τὸ πεδίον ἄλλον ἀλλαχοῦ κατὰ κορυφὰς τῶν ὀρῶν δᾷδας καὶ λυχνούχους ἀνάπτειν καὶ μετεωρίζειν καὶ πάλιν αὖ καθαιρεῖν. οἱ Βοιωτοὶ τὴν ὄψιν τοῦ πυρὸς ὥσπερ ἀστραπὰς κυκλουμένας ἰδόντες ἐδεδίξαντο καὶ πρὸς ἱκεσίαν τῶν Θεσσαλῶν ἐτράποντο.
[13] ΜΕΝΕΛΑΟΣ.
E Μενέλαος ἐπανιὼν ἀπ' Αἰγύπτου τὴν Ἑλένην ἄγων Ῥόδῳ προσέσχε. Τληπολέμου δὲ ἐν Τροίᾳ τεθνηκότος γυνὴ Πολυξὼ πενθοῦσα, ἐπειδή τις ἤγγειλε Μενέλεων μετὰ τῆς Ἑλένης ἥκειν, τιμωρῆσαι τῷ ἀνδρὶ βουλομένη μετὰ Ῥοδίων ἁπάντων ἀνδρῶν καὶ γυναικῶν αἰρομένων πῦρ καὶ λίθους ἐπὶ τὰς ναῦς κατέδραμε. Μενέλεως ὑπὸ τοῦ πνεύματος ἀναχθῆναι κωλυόμενος τὴν μὲν Ἑλένην ἐς κοίλην ναῦν κατέκρυψε, τὸν δὲ κόσμον αὐτῆς καὶ τὸ διάδημα θεραπαίνῃ τῇ μάλιστα καλλίστῃ περιέθηκεν. οἱ δὲ (μάλιστα) πιστεύσαντες Ἑλένην εἶναι πῦρ καὶ λίθους ἐπὶ τὴν θεράπαιναν καὶ ὡς ἱκανὴν δίκην ἐπὶ τῷ Τληπολέμῳ λαβόντες τὸν Ἑλένης θάνατον ἀνεχώρησαν. Μενέλεως δὲ τὴν Ἑλένην ἔχων ἀπέπλευσεν.
[14] ΚΛΕΟΜΕΝΗΣ.
E Κλεομένης, Λακεδαιμονίων βασιλεὺς, Ἀργείοις ἐπολέμει καὶ ἀντεστρατοπέδευεν. ἦν τοῖς Ἀργείοις ἀκριβὴς φυλακὴ τῶν δρωμένων τοῖς πολεμίοις· καὶ πάντα ὅσα Κλεομένης βούλοιτο, ὑπὸ κήρυκος ἐσήμαινε τῇ στρατιᾷ, καὶ αὐτοὶ τὰ ἴσα δρᾶν ἐσπούδαζον. ὁπλιζομένων ἀνθωπλίζοντο, ἐπεξιόντων ἀντεπεξῄεσαν, ἀναπαυομένων ἀντανεπαύοντο. Κλεομένης λάθρα παράγγελμα ἔδωκεν, ὅταν ἀριστοποιεῖσθαι κηρύξῃ, ὁπλίσασθαι. ὁ μὲν ἐκήρυξεν· οἱ δὲ Ἀργεῖοι πρὸς ἄριστον ἐτράποντο. Κλεομένης ὡπλισμένους ἐπαγαγὼν εὐμαρῶς ἀόπλους καὶ γυμνοὺς τοὺς Ἀργείους ἀπέκτεινεν.
[15] ΠΟΛΥΔΩΡΟΣ.
E Πολύδωρος, Λακεδαιμονίων Μεσηνίοις εἴκοσιν ἔτεσι πολεμούντων, πρὸς τὸν ἀπὸ τῆς ἑτέρας οἰκίας βασιλέα Θεόπομπον διαφορὰν ὑπεκρίνατο καὶ αὐτόμολον ἔπεμψεν ἀγγέλλοντα, ὅτι στασιάζουσι δὴ καὶ καταλείψουσιν ἀλλήλους. Μεσήνιοι παρεφύλαττον. Θεόπομπος μὲν ἀνέζευξε καὶ οὐ μακρὰν ἀπέκρυψε τὴν στρατιὰν εἰς ἀναχώρησιν. ταῦτα ὁρῶντες οἱ Μεσήνιοι καταφρονοῦσι μόνου τοῦ Πολυδώρου καὶ πασσυδὶ τῆς πόλεως προελθόντες ἐτράποντο ἐς μάχην. Θεόπομπος, τῶν σκοπῶν σημηνάντων, ἐξ ἀφανοῦς περιελθὼν τό τε ἄστυ ἔρημον εἷλε καὶ κατόπιν ἐμβάλλει τοῖς Μεσηνίοις, οἱ περὶ Πολύδωρον κατὰ πρόσωπον. ἀμφίβολοι γενόμενοι Μεσήνιοι κατὰ κράτος ἑάλωσαν.
[16] ΛΥΚΟΥΡΓΟΣ.
E Λυκοῦργος Λακεδαιμονίους θειοτέρῳ φόβῳ κατηνάγκασεν ὑπακοῦσαι τοῖς νόμοις. εἴ τινα νόμον ἐξεῦρε, κομίσας εἰς Δελφοὺς ἠρώτα τὸν θεὸν, εἰ συμφέροι· ἡ δὲ προφῆτις χρήμασι πεπεισμένη ἀεὶ συμφέρειν ἔχρα. οἱ Λάκωνες φόβῳ τοῦ θεοῦ τοῖς νόμοις ὡς χρησμοῖς ὑπήκουσαν.
2 Λυκοῦργος παρήγγειλεν 'ἐπὶ τοὺς αὐτοὺς, ὦ Λάκωνες, μὴ στρατεύετε πολλάκις, ἵνα μὴ πολεμεῖν τοὺς ἐναντίους διδάσκοιτε'.
3 Λυκοῦργος προσέταττε τοῖς Λάκωσι 'τοὺς πολεμίους φεύγοντας μὴ φονεύετε, ἵνα τὸ φεύγειν ἡγοῖντο τοῦ μένειν λυσιτελέστερον'.
[17] ΤΥΡΤΑΙΟΣ.
E Τυρταῖος, Λακεδαιμονίων μελλόντων παρατάττεσθαι Μεσηνίοις καὶ βεβουλευμένων νικᾶν ἢ ἀποθανεῖν ἐν τῇ μάχῃ, ἵνα δὲ ὑπὸ τῶν οἰκείων ἐν τῇ τῶν νεκρῶν ἀναιρέσει γνωρίζοιτο ἕκαστος, ἐπὶ (τὰς) σκυταλίδας τοὔνομα γραψάντων καὶ περὶ τῇ λαιᾷ χειρὶ φερόντων, βουλόμενος ἐκπλῆξαι τοὺς Μεσηνίους τοῦτο μαθόντας παρήγγειλε μὴ παρατηρεῖν τοὺς αὐτομολοῦντας Εἵλωτας. οἱ δὲ μηδενὸς παραφυλάττοντος ἀνέδην αὐτομολήσαντες ἤγγειλαν τοῖς Μεσηνίοις τὴν ἀπόνοιαν τὴν Λακωνικήν. οἱ δὲ καταπλαγέντες ἀσθενέστερον ἀγωνισάμενοι τὴν νίκην οὐ διὰ μακροῦ Λακεδαιμονίοις ἔδωκαν.
[18] ΚΟΔΡΟΣ.
E Ἀθηναίοις καὶ Πελοποννησίοις πόλεμος ἦν. ὁ θεὸς ἔχρησε νικᾶν Ἀθηναίους, εἰ ὁ βασιλεὺς αὐτῶν ἀποθάνοι πρὸς ἀνδρὸς Πελοποννησίου. Κόδρος ἦν Ἀθηναίων βασιλεύς. οἱ πολέμιοι τὸ λόγιον εἰδότες, κοινὸν αὐτοῖς παράγγελμα ἦν ἐν ταῖς μάχαις ἀπέχεσθαι Κόδρου. ὁ δὲ, ἦν γὰρ ἑσπέρα, σχῆμα φρυγανιστῆρος λαβὼν τοῦ χάρακος προελθὼν ἔτεμνε τὴν ὕλην. Ἔτυχον δὲ καὶ Πελοποννήσιοι ἄνδρες κατὰ φρυγανισμὸν ἥκοντες. ἁψιμαχεῖ τούτοις Κόδρος, ὥστε καὶ τὸ δρέπανον ἐπ' αὐτοὺς ἀνατεινάμενος ἔτρωσεν. οἱ δὲ φθάσαντες κατακαίνουσιν αὐτὸν τοῖς δρεπάνοις καὶ γαννύμενοι ἀπηλλάγησαν ὡς ἀνδραγάθημα δὴ πεποιηκότες. παιωνίσαντες Ἀθηναῖοι ‑ τί γὰρ οὐκ ἔμελλον τοῦ λογίου πεπληρωμένου; ‑ θυμῷ καὶ ῥύμῃ πλείονι προΐασιν εἰς μάχην καὶ πρὸ τῆς μάχης κήρυκα πέμψαντες ᾔτησαν ἀναίρεσιν τοῦ βασιλέως. Πελοποννήσιοι μὲν συνέντες τοῦ γεγονότος ἔφυγον· Ἀθηναῖοι δὲ νικήσαντες Κόδρῳ τιμὰς κατεστήσαντο τῶν ἡρώων, ὅτιπερ τοὺς πολεμίους ἑκουσίῳ θανάτῳ κατεστρατήγησεν.
[19] ΜΕΛΑΝΘΟΣ.
E Ἀθηναίων στρατηγὸς ἦν Μέλανθος, Βοιωτῶν Ξάνθος. ἐπολέμουν Μελαινῶν πέρι· Μελαιναὶ χωρίον μεθόριον Ἀττικῆς καὶ Βοιωτίας. ὁ θεὸς ἔχρησε·
τῷ ξάνθῳ τεύξας ὁ μέλας φόνον ἔσχε Μελαίνας.
τοῦ λογίου τὸ ἔργον ἀποβαίνει τῇδε. οἱ στρατηγοὶ μονομαχοῦσι τῆς νίκης πέρι, καὶ συνιόντων ὁ Μέλανθος ἔφη 'καὶ μὴν ἀδικεῖς δεύτερος ἰὼν ἐπὶ τὴν μάχην'. ὁ Ξάνθος ἐπεστράφη τὸν δεύτερον ὀψόμενος καὶ ὑπὸ τοῦ Μελάνθου τῷ ξυστῷ διελαθεὶς ἀνῃρέθη. Ἀθηναῖοι τῷ στρατηγήματι τῆς ἀπάτης νικήσαντες ἐτήσιον ἑορτὴν κατεστήσαντο, ἥν γε δὴ κληΐζουσιν Ἀπατούρια.
[20] ΣΟΛΩΝ.
E Ἀθηναῖοι καὶ Μεγαρεῖς ἐπολέμουν χρόνῳ μακρῷ Σαλαμῖνος πέρι. ἡσσώμενοι Ἀθηναῖοι νόμον ἐκύρωσαν 'τῷ ἀγορεύσαντι πλεῖν ἐπὶ Σαλαμῖνος μάχῃ θάνατος ἔστω'. Σόλων τὸν θάνατον οὐ φοβηθεὶς λύει τὸν νόμον· λύει δὲ ὧδε. μανίαν ὑποκρίνεται καὶ προελθὼν εἰς ἀγορὰν ἐλεγεῖα ᾖδε· τὰ δὲ ἐλεγεῖα ἦν Ἀρήϊα ᾄσματα. τούτοις ἤγειρεν Ἀθηναίους ἐπὶ τὴν μάχην. οἱ δὲ κάτοχοι ἐκ Μουσῶν καὶ Ἄρεως αὐτίκα τε ἀνήγοντο ᾄδοντες ὁμοῦ καὶ ἀλαλάζοντες καὶ Μεγαρεῖς κατὰ κράτος ἐνίκων· καὶ πάλιν ἡ Σαλαμὶς Ἀθηναίων κτῆμα ἦν. Σόλων δὲ μάλα ἐθαυμάζετο καὶ τὸν νόμον λύσας τῇ μανίᾳ καὶ τὸν πόλεμον νικήσας τῇ μουσικῇ.
2 Ἦν πόλεμος Ἀθηναίοις καὶ Μεγαρεῦσι Σαλαμῖνος πέρι· Σόλων ἔπλευσεν ἐπὶ Κωλιάδος, ἔνθα αἱ γυναῖκες Δήμητρι ἑορτὴν ἐτέλουν ἐπ' αὐτῇ τῇ θαλάσσῃ. αὐτόμολον ἐκπέμπει Σόλων ἀγγελοῦντα Μεγαρεῦσιν 'ἢν ἐπὶ Κωλιάδος πλεύσητε, τὰς Ἀθηναίων γυναῖκας αἱρήσετε χορευούσας· ἀλλὰ μὴ μέλλετε'. Μεγαρεῖς τῇ ἀπάτῃ πείθονται. οἱ μὲν δὴ ἐπέπλεον· Σόλων δὲ τὰς μὲν γυναῖκας ἀναχωρῆσαι κελεύει, μειράκια δὲ ἀγένεια ταῖς τῶν γυναικῶν ἐσθῆσι κεκοσμημένα, στεφάνους περικείμενα, κρυπτοῖς ἐγχειριδίοις ὡπλισμένα παρὰ τὴν ἠϊόνα παίζειν καὶ χορεύειν ἔταξεν. οἱ δὲ Μεγαρεῖς τῇ ὄψει τῶν ἀγενείων καὶ τῇ ἐσθῆτι τῶν γυναικῶν ἐξαπατώμενοι τῶν νεῶν ἀποβάντες ἐπειρῶντο συλλαμβάνειν οἷα δὴ γυναῖκας· οἱ δὲ σπασάμενοι τὰ ἐγχειρίδια μάλα δὴ ἀντὶ γυναικῶν ἄνδρες ἐφάνησαν, τοὺς πολεμίους ἔκτειναν, τῶν νεῶν ἐπέβησαν, τῆς Σαλαμῖνος ἐκράτησαν.
[21] ΠΕΙΣΙΣΤΡΑΤΟΣ.
E Πεισίστρατος ἀπ' Εὐβοίας ἐστράτευσεν ἐπὶ τὴν Ἀττικὴν ἐπὶ Παλληνίδος καὶ τοῖς πρώτοις τῶν πολεμίων προσπεσὼν ἔκτεινε πάντας· προελθὼν ἄλλοις ἀπηντᾶτο πλείοσι. παράγγελμα ἔδωκε θαλλῷ στεφανοῦσθαι καὶ μὴ κτείνειν τοὺς ἀπαντῶντας, φράζειν δὲ, ὡς ἐσπείσαντο τοῖς πρώτοις. οἱ δὲ πιστεύσαντες ἄρα σπένδονται καὶ Πεισιστράτῳ τὸ ἄστυ ἐπέτρεψαν. ὁ δὲ ἅρματος ἐπιβὰς, παραστησάμενος γυναῖκα μεγάλην, καλὴν, ὄνομα Φύην, ὅπλοις Παλλαδικοῖς κεκοσμημένην, δόξαν ἐνδοὺς ὡς Ἀθηνᾶ κατάγοι Πεισίστρατον, ἀδεῶς εἰσήλασε καὶ τῆς τυραννίδος τῶν Ἀθηναίων κατέσχεν.
2 Πεισίστρατος Ἀθηναίων τὰ ὅπλα βουλόμενος παρελέσθαι παρήγγειλεν ἥκειν ἅπαντας εἰς τὸ Ἀνάκειον μετὰ τῶν ὅπλων. οἱ μὲν ἧκον· ὁ δὲ προῆλθε βουλόμενος δημηγορῆσαι καὶ σμικρᾷ τῇ φωνῇ λέγειν ἤρχετο. οἱ δὲ ἐξακούειν μὴ δυνάμενοι προελθεῖν αὐτὸν ἠξίωσαν εἰς τὸ προπύλαιον, ἵνα πάντες ἐξακούσειαν. ἐπεὶ δὲ ὁ μὲν ἡσυχῆ διελέγετο, οἱ δ' ἐντείναντες τὰς ἀκοὰς προσεῖχον, οἱ ἐπίκουροι προελθόντες ἀράμενοι τὰ ὅπλα κατήνεγκαν εἰς τὸ ἱερὸν τῆς Ἀγραύλου. Ἀθηναῖοι δὲ γυμνοὶ καταλειφθέντες τότε ᾔσθοντο τῆς Πεισιστράτου βραχυφωνίας, ὅτι ἄρα ἦν τέχνασμα κατὰ τῶν ὅπλων.
3 Πεισίστρατος Μεγακλεῖ διεπολιτεύετο, καὶ ἦν ὁ Μεγακλῆς ὑπὲρ τῶν πλουσίων τεταγμένος, ὁ δὲ Πεισίστρατος ὑπὲρ τῶν πενήτων. καὶ δή ποτε ἐν ἐκκλησίᾳ πολλὰ τῷ Μεγακλεῖ λοιδορησάμενος καὶ ἀπειλήσας ἀπηλλάγη κατατρώσας δὲ ἑαυτὸν οὐ καιρίοις τραύμασι τῆς ὑστεραίας προῆλθεν εἰς τὴν ἀγορὰν δεικνύων τοῖς Ἀθηναίοις ταῦτα. ὁ δὲ δῆμος ὑπερηγανάκτησεν, ὡς ὁ κηδόμενος αὐτῶν δι' αὐτοὺς ταῦτα εἴη παθὼν, καὶ ἐς φυλακὴν τοῦ σώματος ἔδωκαν αὐτῷ τριακοσίους φύλακας, οἷς κορυνηφόροις χρησάμενος αὐτός τε τύραννος Ἀθηναίων ἐγένετο καὶ τοῖς παισὶ τὴν τυραννίδα κατέλιπεν.
[22] ΑΡΙΣΤΟΓΕΙΤΩΝ.
E Ἀριστογείτων ὑπὸ τῶν δορυφόρων στρεβλούμενος περὶ τῶν συνειδότων, τῶν μὲν συνειδότων ὡμολόγησεν οὐδένα, πάντας δὲ τοὺς Ἱππίου φίλους κοινωνῆσαι τῆς ἐπιθέσεως. ὁπότε δὲ τούτους Ἱππίας ἀπέκτεινε, τότε ὁ Ἀριστογείτων ὠνείδισεν αὐτῷ τὸ στρατήγημα τῶν φίλων.
[23] ΠΟΛΥΚΡΑΤΗΣ.
E Πολυκράτει τῷ Σαμίῳ καταθέοντι τὴν Ἑλληνικὴν θάλατταν ἔδοξεν εἶναι στρατηγικὸν, εἰ κατάγοι καὶ τὰ τῶν φίλων, ὡς ἀπαιτούμενος ἃ λαμβάνοι, φιλτέρους ἕξων· οὐδὲν δὲ λαβὼν οὐκ ἂν οὐδ' ἀποδοῦναι δύνασθαι.
2 Πολυκράτης, μελλόντων Σαμίων θυσίαν ποιεῖν ἐν τῷ ἱερῷ τῆς Ἥρας πάνδημον, ἐν ᾗ μεθ' ὅπλων ἐπόμπευον, πλεῖστα ὅσα τῇ προφάσει τῆς ἑορτῆς ὅπλα συλλέξας τοὺς μὲν ἀδελφοὺς Συλοσῶντα καὶ Παντάγνωστον συμπομπεύειν ἔταξε. μετὰ δὲ τὴν πομπὴν τῶν Σαμίων θύειν μελλόντων οἱ πλεῖστοι τὰς πανοπλίας ἀπέθεντο παρὰ τοῖς βωμοῖς προσέχοντες σπονδαῖς καὶ εὐχαῖς. οἱ δ' ἀμφὶ Συλοσῶντα καὶ Παντάγνωστον τὰ ὅπλα ἔχοντες, ἀνὴρ ἀνδρὶ παραστὰς, ἐφεξῆς ἅπαντας ἐκτίννυον. Πολυκράτης τοὺς ἐν τῇ πόλει μετέχοντας τῆς ἐπιθέσεως ἁλίσας προκατελάβετο τῆς πόλεως τοὺς ἐπικαιροτάτους τόπους [τοὺς] ἀπὸ τοῦ ἱεροῦ μετὰ τῶν ὅπλων σπουδῇ θέοντας ἀδελφοὺς καὶ συμμάχους δεξάμενος. τειχίσας ἀκρόπολιν τὴν καλουμένην Ἀστυπάλαιαν, μεταπεμψάμενος παρὰ Λυγδάμιδος τοῦ Ναξίων τυράννου στρατιώτας καὶ δὴ Σαμίων τύραννος ἦν.
[24] ΙΣΤΙΑΙΟΣ.
E Ἱστιαῖος Μιλήσιος ἐν Πέρσαις διάγων παρὰ Δαρείῳ βασιλεῖ βουλόμενος Ἰωνίαν ἀποστῆσαι γράμματα πέμπειν οὐ θαρρῶν διὰ τοὺς φύλακας τῶν ὁδῶν οἰκέτην πιστὸν ἀποξύρας τὰς τρίχας στίγματα ἐνεγράψατο τῇ κεφαλῇ 'Ἱστιαῖος Ἀρισταγόρᾳ· Ἰωνίαν ἀπόστησον' καὶ τοῖς στίγμασιν ἐπέθρεψε τὰς τρίχας. τοῦτον τὸν τρόπον λαθὼν τοὺς φύλακας ὁ στιγματοφόρος καταβὰς ἐπὶ θάλατταν ἀποξυράμενος ἔδειξεν Ἀρισταγόρᾳ τὰ στίγματα· ὁ δὲ ἀναγνοὺς ἀπέστησεν τὴν Ἰωνίαν.
[25] ΠΙΤΤΑΚΟΣ.
E Πιττακὸς καὶ Φρύνων ἐμονομάχουν Σιγείου πέρι· ἔδοξεν ἀμφοῖν ἴσα ἔχειν ὅπλα. τὰ μὲν δὴ φανερὰ ὅπλα ἴσα ἦν. Πιττακὸς δὲ ὑπὸ τῇ ἀσπίδι κρύψας ἀμφίβληστρον περιβάλλει τὸν Φρύνωνα καὶ ῥᾳδίως ἐπισπασάμενος κτιννύει καὶ Σίγειον τοῖς Λεσβίοις τῷ λίνῳ ἐθήρευσεν. οἷον καὶ νῦν οἱ μονομαχοῦντες λίνον ἔχουσι, Πιττακὸς ἐδίδαξεν.
[26] ΒΙΑΣ.
E Κροῖσος Λυδὸς ἐπιπλεῖν τοῖς νησιώταις παρεσκευάζετο. Βίας ὁ Πριηνεὺς ἐξέπληξε τὸν Λυδὸν εἰπὼν 'οἱ νησιῶται πολλὴν ἵππον ἐπί σε ὠνοῦνται'. ὁ δὲ γελάσας ἔφη 'ὦ Ζεῦ, νησιώτας ἐν ἠπείρῳ λάβοιμι'. ὁ δὲ Βίας 'τί δ' ἄλλο [οἴει]', ἔφη, 'κἀκείνους εὔχεσθαι Διὶ, ἢ ὅπως Κροῖσον ἠπειρώτην ἐν θαλάσσῃ λάβοιεν;' ὁ λόγος Βίαντος ἔπεισεν Κροῖσον ἐπὶ τὰς νήσους πλεῦσαι μηκέτι.
Attalus' home page | 30.03.19 | Any comments?