Polyaeanus, Greek text, 1(b) (original) (raw)

back

Polyaenus: Stratagems

- BOOK 1, Chapters 27-49

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.


← Previous Chapters (1-26)

[27] ΓΕΛΩΝ.

E Γέλων Δεινομένους Συρακούσιος ἐν τῷ πρὸς Ἱμίλκωνα τὸν Καρχηδόνιον πολέμῳ στρατηγὸς αὐτοκράτωρ χειροτονηθείς, λαμπρῶς ἀγωνισάμενος, κρατήσας, παρελθὼν εἰς ἐκκλησίαν, εὐθύνας δοὺς τῆς αὐτοκράτορος ἀρχῆς, τῆς δαπάνης, τῶν καιρῶν, τῶν ὅπλων, τῶν ἵππων, τῶν τριήρων, ἐπὶ πᾶσιν ἐπαινεθεὶς τέλος ἐξέδυ τὴν ἐσθῆτα καὶ στὰς ἐν μέσῳ γυμνός· 'οὕτως ἐγὼ', ἔφη, 'γυμνὸς ὑμῖν ἕστηκα, ὑμεῖς δὲ ἔνοπλοι, ὥστε, εἴ τί μοι πέπρακται βίαιον, χρήσασθε κατ' ἐμοῦ καὶ σιδήρῳ καὶ πυρὶ καὶ λίθοις.' ὁ δῆμος ἐπεβόησεν ὡς ἄριστον στρατηγὸν ἐπαινῶν. ὁ δὲ ὑπολαβὼν ἔφη 'καὶ εἰσαῦθις οὖν τοιοῦτον στρατηγὸν χειροτονήσατε'. πάλιν ὁ δῆμος 'ἀλλὰ τοιοῦτον ἄλλον οὐκ ἔχομεν'. οὕτως δὴ παρακληθεὶς δεύτερον στρατηγῆσαι ἀντὶ στρατηγοῦ τύραννος ἐγένετο Συρακουσίων.

2 Γέλων Σικελῶν τύραννος Ἱμίλκωνι βασιλεῖ Καρχηδονίων διαπλεύσαντι ἐπὶ Σικελίαν ἀντιστρατοπεδεύων μάχῃ μὲν συμβαλεῖν οὐκ ἐθάρρει· Πεδίαρχον δὲ τὸν τοξοτῶν ἡγούμενον, ὅμοιον ἑαυτῷ τὴν ἰδέαν ἀμφιέσας τὴν ἑαυτοῦ τυραννικὴν ἐσθῆτα ἐκέλευσε προελθεῖν τοῦ στρατοπέδου καὶ θύειν ἐπὶ τῶν βωμῶν, ἕπεσθαι δὲ αὐτῷ τοξότας ἐν ἐσθῆτι λευκῇ κατέχοντας μυρίνας, τόξα ὑπὸ ταῖς μυρίναις κρύπτοντας· ἡνίκ' ἂν δὲ ἴδωσιν Ἱμίλκωνα καὶ αὐτὸν ὁμοίως προελθόντα καὶ θύοντα, τοξεύειν ἐπ' αὐτόν. οὕτω δὴ τούτων πραχθέντων Ἱμίλκων οὐδὲν ὑπιδόμενος προελθὼν ἔθυσεν· ὥστε σπένδων θύων τε ἄφνω πολλῶν τοξευμάτων ἐπ' αὐτὸν ἐπελθόντων ἐτελεύτησεν.

3 Γέλων τὸ Μεγαρικὸν βουλόμενος καταλῦσαι ἐποίκους μὲν ἐκάλει τοὺς ἐθέλοντας Δωριῶν, Διογνήτῳ δὲ, τῷ Μεγαρέων ἄρχοντι, χρήματα παρὰ δύναμιν ἐπέταξεν· ὁ δὲ τοῖς πολίταις. οἱ δὲ τοῖς τέλεσιν ἀπαγορεύοντες ἐς τὴν ἀποικίαν τὴν ἐν Συρακούσαις ὑπείκουσαν ὑποβαλόντες αὑτοὺς τῇ Γέλωνος δυναστείᾳ.

[28] ΘΗΡΩΝ.

E Θήρων Καρχηδονίοις παρετάσσετο. τῶν δὲ πολεμίων φευγόντων οἱ Σικελιῶται ἐμπίπτοντες ἐς τὸ στρατόπεδον ὡς διαρπασόμενοι τὰς σκηνὰς ὑπὸ τῶν Ἰβήρων παραβοηθούντων ἀνῃροῦντο. Θήρων πολὺν τὸν ὄλεθρον ἰδὼν ἔπεμψε τοὺς κυκλωσομένους παραγγείλας ὄπισθεν τὰς σκηνὰς καταπρῆσαι· φλογὸς δὲ πολλῆς αἰρομένης οὐκ ἔχοντες οἱ πολέμιοι σκηνὰς ἐπὶ τὰς ναῦς ἔφευγον. οἱ δὲ Σικελιῶται διώκοντες παρὰ ταῖς ναυσὶ τοὺς πλείστους διέφθειραν.

ΘΗΡΩΝ ΜΙΛΤΙΑΔΟΥ.

2 E Σελινούντιοι Καρχηδονίοις παραταξάμενοι πολλῶν πεσόντων ἀτάφων κειμένων καὶ τῶν πολεμίων ἐπικειμένων θάψαι τοὺς νεκροὺς οὐ θαρροῦντες, οὐ μὴν οὐδὲ ἀτάφους περιορᾶν ὑπομένοντες ἐβουλεύοντο τί χρὴ πράττειν. Θήρων ὑπέσχετο, εἰ λάβοι τριακοσίους οἰκέτας τοὺς τεμεῖν τὴν ὕλην δυνησομένους, αὐτὸς ἂν σὺν αὐτοῖς προσελθὼν καὶ τὰ σώματα καῦσαι καὶ πολυάνδριον αὐτῶν ἐγεῖραι· εἰ δὲ οἱ πολέμιοι κρατήσειαν αὐτῶν, οὐδὲν μέγα κινδυνεύεσθαι τῇ πόλει, ἐὰν ἕνα πολίτην ἀπολέσῃ καὶ τιμὴν ἀνδραπόδων τριακοσίων. ἐπῄνεσαν οἱ Σελινούντιοι τὴν γνώμην καὶ αὐτῷ συνεχώρησαν, οὓς βούλοιτο οἰκέτας αἱρεῖσθαι. ὁ δὲ τοὺς εὐρώστους καὶ ἀκμάζοντας ἐπιλεξάμενος ἐξήγαγε δρέπανα καὶ πελέκεις καὶ ἀξίνας ἔχοντας ὡς τεμοῦντας ὕλην εἰς πυρκαϊὰν νεκρῶν τοσούτων. ἐπεὶ δὲ ἐξῆλθον, πείσας αὐτοὺς Θήρων ἐπιθέσθαι τοῖς δεσπόταις βαθείας ἑσπέρας ἐπανῆλθεν εἰς τὴν πόλιν. οἱ δὲ τῶν τειχῶν φύλακες γνωρίσαντες εἰσεδέξαντο. Θήρων αὐτούς τε τοὺς φύλακας φονεύσας καὶ τῶν πολιτῶν τοὺς πλείστους καθεύδοντας ἀποκτείνας κατέλαβε τὴν πόλιν καὶ τύραννος ἐγένετο Σελινουντίων.

[29] ΙΕΡΩΝ.

E Ἱέρων ποταμὸν κωλυόμενος διαβῆναι ὑπὸ τῶν πολεμίων ἐπιστήσας τοὺς ὁπλίτας ἐπὶ τῆς διαβάσεως ἐκέλευσε τοὺς ἱππεῖς προάγειν ἄνω τοῦ ποταμοῦ ὡς διαβησομένους ἐκεῖθεν, τοὺς δὲ ψιλοὺς ἀνωτέρω τῶν ἱππέων. οἱ μὲν πολέμιοι ἀντιπαρῆγον ὡς τοὺς ἱππέας καὶ τοὺς ψιλοὺς κωλύσοντες· ὁ δὲ Ἱέρων διήγαγε τοὺς ὁπλίτας βιασάμενος ὀλίγους ὄντας τοὺς καταλελειμμένους τῶν ἐναντίων καὶ παραχρῆμα σημεῖον ἦρε τοῖς ψιλοῖς καὶ τοῖς ἱππεῦσιν. οἱ δὲ ὑποστρέψαντες διέβησαν τῶν προδιαβάντων ὁπλιτῶν τοὺς ὑποστρέψαντας πολεμίους ἀνειργόντων.

2 Ἱέρων Ἰταλιώταις πολεμῶν, ὁπότε λάβοι τινὰς αἰχμαλώτους τῶν εὐγενῶν ἢ πλουσίων, οὐκ εὐθὺς ἀπεδίδου τοῖς λυτρουμένοις, ἀλλὰ πολλὰς ἡμέρας κατασχὼν κοινωνήσας αὐτοῖς ἑστίας καὶ τιμήσας προεδρίᾳ τηνικαῦτα προσιέμενος τὰ λύτρα τοὺς ἄνδρας ἐξεπέμπετο. οἱ δὲ ἐπανελθόντες ὕποπτοι παρὰ τοῖς πολίταις ἦσαν ὡς φιλίας Ἱέρωνι κεκοινωνηκότες.

[30] ΘΕΜΙΣΤΟΚΛΗΣ.

E Ἀθηναίοις ὁ θεὸς ἔχρησεν
ὦ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν.
Θεμιστοκλῆς Ἀθηναίων τὸ λόγιον δεδιότων 'τά γε τῶν πολεμίων', ἔφη· 'οὐ γὰρ ἂν θείην τὴν Σαλαμῖνα ὁ θεὸς ἀνηγόρευσεν, εἰ ἔμελλεν ἀπολλύειν τὰ τέκνα τῶν Ἑλλήνων.' τοῦτο λεχθὲν θάρσος Ἀθηναίοις ἔδωκε, καὶ ἡ νίκη τὴν ἐξήγησιν ἐπιστώσατο.

2 Τοῦ θεοῦ χρήσαντος
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς
οἱ μὲν ἄλλοι Ἀθηναῖοι τειχίζειν τὴν ἀκρόπολιν ἠγόρευον, Θεμιστοκλῆς δὲ ἐς τὰς τριήρεις ἐμβαίνειν, ὡς ταύτας οὔσας τὸ ξύλινον τεῖχος τῶν Ἀθηναίων. ἐπείσθησαν, ἐνέβησαν, ἐναυμάχησαν, ἐνίκησαν.

3 Θεμιστοκλῆς ἐναυλόχει περὶ Σαλαμῖνα· τοῖς Ἕλλησιν ἐδόκει φεύγειν, Θεμιστοκλεῖ ναυμαχεῖν ἐν στενῇ θαλάσσῃ. ὡς δὲ μένειν οὐκ ἔπειθεν, ἦν αὐτῷ Σίκιννος εὐνοῦχος παιδαγωγὸς τοῖν παίδοιν, νύκτωρ τὸν Σίκιννον τοῦτον ὡς βασιλέα πέμπει μηνύσοντα κατ' εὔνοιαν δὴ ὅτι ἀποδιδράσκει τὸ Ἑλληνικόν· ἀλλὰ ναυμάχει. πείθεται βασιλεὺς καὶ ναυμαχεῖ, καὶ τὸ πλῆθος τῶν τριήρων συνέτριψεν ἡ στενὴ θάλασσα· οἱ δὲ Ἕλληνες ἄκοντες ἐνίκησαν τῇ σοφίᾳ τοῦ στρατηγοῦ.

4 Οἱ Ἕλληνες νικήσαντες ἐν Σαλαμῖνι βουλεύονται πλεῖν ἐφ' Ἑλλήσποντον καὶ τὸ ζεῦγμα λύειν, ἵνα βασιλεὺς μὴ φύγῃ· Θεμιστοκλῆς ἀντιβουλεύεται λέγων 'βασιλεὺς ἀποληφθεὶς ἀναμαχεῖται τάχα· πολλάκις δὲ ἀπόνοια δίδωσιν, ὅσα μὴ ἔδωκεν ἀνδρεία'. πέμπει δὴ πάλιν ὡς βασιλέα εὐνοῦχον ἄλλον Ἀρσάκην οὑτωσὶ προαγορεύοντα· εἰ μὴ φύγοι διὰ τάχους, ἡ γέφυρα τοῦ Ἑλλησπόντου διαλύεται. βασιλεὺς ἔδεισε καὶ φθάσας τὸ Ἑλληνικὸν διέβη τὸ ζεῦγμα καὶ φυγὼν ᾤχετο· Θεμιστοκλῆς δὲ τοῖς Ἕλλησιν ἐφύλαξε τὴν νίκην ἀκίνδυνον.

5 Ἀθηναῖοι τὰ τείχη τοῦ ἄστεος ἤγειρον· Λάκωνες ἐφθόνουν· ἠπάτησεν αὐτοὺς Θεμιστοκλῆς. ὁ δὲ τρόπος τῆς ἀπάτης ἦν· ἀφίκετο πρεσβευτὴς καὶ ἦν πρὸς τοὺς Λάκωνας ἔξαρνος, ἦ μὴν οὐκ ἐγερεῖσθαι τὸ τεῖχος. 'εἰ δὲ ἀπιστεῖτε, τοὺς ἀρίστους ἐκπέμψατε κατασκόπους ἐμὲ κατασχόντες.' οἱ μὲν ἔπεμψαν· Θεμιστοκλῆς δὲ κρύφα πέμψας ἐνετείλατο Ἀθηναίοις κατέχειν τοὺς κατασκόπους, ἔστ' ἂν ἐγείρωσι τὸ τεῖχος· ἐπειδὰν δὲ ἐγείρωσι, μὴ πρότερον αὐτοὺς ἀποπέμπειν, εἰ μὴ πρόσθεν αὐτὸν ἀπολάβοιεν. καὶ ταῦτα οὕτως ἐγένετο. ἠγέρθη τὸ τεῖχος, καὶ ἐπανῆλθε Θεμιστοκλῆς. ἀπεδόθησαν οἱ κατάσκοποι, ἐτειχίσθησαν Ἀθῆναι Λακεδαιμονίων ἀκόντων.

6 Θεμιστοκλῆς ἐν τῷ πρὸς Αἰγινήτας πολέμῳ μελλόντων Ἀθηναίων τὴν ἐκ τῶν ἀργυρείων πρόσοδον, ἑκατὸν τάλαντα, διανέμεσθαι κωλύσας ἔπεισεν ἑκατὸν ἀνδράσι τοῖς πλουσιωτάτοις ἑκάστῳ δοῦναι τάλαντον· κἂν μὲν ἀρέσῃ τὸ πραχθησόμενον, τῇ πόλει τὸ ἀνάλωμα λογισθῆναι, ἐὰν δὲ μὴ ἀρέσῃ, τοὺς λαβόντας ἀποδοῦναι. ταῦτα μὲν ἔδοξεν. οἱ δὲ ἑκατὸν ἄνδρες ἕκαστος μίαν τριήρη κατέστησαν σπουδῇ χρησάμενοι κάλλους καὶ τάχους. Ἀθηναῖοι καινὸν στόλον ποιήσαντες ἥσθησαν, καὶ οὐ μόνον κατὰ Αἰγινητῶν ταῖς τριήρεσι ταύταις, ἀλλὰ καὶ κατὰ Περσῶν ἐχρήσαντο.

7 Θεμιστοκλῆς Ἰώνων Ξέρξῃ συμμαχούντων ἐκέλευσε τοῖς Ἕλλησι καταγράφειν ἐπὶ τοὺς τοίχους 'ἄνδρες Ἴωνες, οὐ δίκαια ποιεῖτε στρατεύοντες ἐπὶ τοὺς πατέρας'. τούτων ἀναγιγνωσκομένων βασιλεὺς τοὺς Ἴωνας ὑπόπτους ἡγήσατο.

8 Θεμιστοκλῆς φεύγων Ἀθηναίους νεὼς ἐπιβὰς ἀγνοούμενος ἐκομίζετο τὴν ἐπὶ Ἰωνίας. ἐπεὶ δὲ ἡ ναῦς ὑπὸ χειμῶνος ἐπὶ Νάξον κατεφέρετο πολιορκουμένην ὑπ' Ἀθηναίων, τῷ ναυκλήρῳ φοβηθεὶς ἔφρασεν ὅστις εἴη. καὶ εἰ μὴ σώσειεν αὐτὸν, κατερεῖν ἠπείλησεν Ἀθηναίοις, ὡς χρήμασι αὐτὸν πεισθεὶς ἄγοι· ὅπως οὖν ἀμφότεροι σωθεῖεν, μηδεὶς (οὖν) ἐκβαινέτω τῆς νεώς. ὁ ναύκληρος φοβηθεὶς οὔτε ἐκβῆναι συνεχώρησε καὶ ἀναχθῆναι διὰ τάχους ἔσπευσεν.

[31] ΑΡΙΣΤΕΙΔΗΣ.

E Ἀριστείδης καὶ Θεμιστοκλῆς, ἐχθρότατοι πάντων ὄντες διεπολιτεύοντο. τοῦ δὲ Πέρσου δὴ ἐπιόντος ἀλλήλων λαβόμενοι τῆς πόλεως ἔξω προελθόντες ἐς ταὐτὸν ἑκάτερος τὴν δεξιὰν χεῖρα καθιέντες συνημμένων τῶν δακτύλων ἐπεφώνουν· 'τὴν ἔχθραν ἐνταῦθα κατατιθέμεθα, ἕως ἂν πρὸς τὸν Πέρσην διαπολεμήσωμεν.' ταῦτ' εἰπόντες ἄραντες τὰς χεῖρας διαλελυμένων τῶν δακτύλων, ὡς δή τι κατατεθεικότες, ἔπειτα συγχώσαντες τὸν βόθρον ἐπανῆλθον καὶ διετέλεσαν παρὰ πάντα τὸν πόλεμον ὁμονοοῦντες. ἡ δὲ τῶν στρατηγῶν ὁμόνοια μάλιστα δὴ τοὺς βαρβάρους ἐνίκησεν.

[32] ΛΕΩΝΙΔΑΣ.

E Λεωνίδας ἐν Θερμοπύλαις παραταξάμενος τῇ στενότητι τοῦ χωρίου ἀχρεῖον ἐποίησε τὸ πλῆθος τῶν βαρβάρων.

2 Λεωνίδας μάχην συνάπτειν μέλλων ὁρῶν νεφέλας χειμερίους ἁλιζομένας πρὸς τοὺς ἡγεμόνας ἔφη, ὡς οὐ χρὴ θαυμάζειν ἀστραπῶν καὶ βροντῶν γιγνομένων· ἀνάγκη γὰρ αὐτὰ συμβαίνειν, ἄστρου κινουμένου. πολλῶν οὖν διοσημειῶν γιγνομένων οἱ μὲν τοῦ Λεωνίδου προϊδόντες τὸ μέλλον θαρροῦντες ἠπείγοντο. οἱ πολέμιοι δὲ ἐκπλαγέντες ἄθυμοι πρὸς τὸν κίνδυνον ἐγένοντο καὶ παρὰ τοῦτο ἡττήθησαν.

3 Λεωνίδας ἐμβαλὼν ἐς χώραν πολεμίων διαπέμψας νύκτωρ ἄλλους ἀλλαχῆ προσέταξεν, ὅταν αἴρῃ τὸ σημεῖον, δένδρα κόπτειν καὶ τὰς ἐπαύλεις ἐμπιπράναι. ταῦτα ὁρῶντες οἱ κατὰ τὴν πόλιν καὶ πάμπολυ τὸ πλῆθος εἶναι νομίσαντες οὐκ ἐπεξῆλθον, ἀλλὰ τὴν λείαν ἄγειν αὐτοῖς προήκαντο.

[33] ΛΕΩΤΥΧΙΔΗΣ.

E Λεωτυχίδης, περὶ Μυκάλην τῶν Ἑλλήνων ναυμαχούντων καὶ τὸ πλῆθος τῶν βαρβάρων καταπεπληγότων, τῶν δὲ Ἰώνων μηδιζόντων φόβῳ μᾶλλον ἢ γνώμῃ, μετέβαλεν ἁπάντων τὸ φρόνημα πλασάμενος ἀγγελίαν ἥκειν, ὡς τῶν ἐν Πλαταιαῖς Ἑλλήνων τοὺς Πέρσας νενικηκότων. οἱ δὲ Ἴωνες ἀκούσαντες ἐθάρρησαν καὶ προσέθεντο τοῖς Ἕλλησιν. ἡ τύχη τὸ Λεωτυχίδου στρατήγημα ἐποίησεν ἀληθὲς νίκην παρασχοῦσα τοῖς Ἕλλησι τῆς ἐν Πλαταιαῖς μάχης.

[34] ΚΙΜΩΝ.

E Κίμων ἐπ' Εὐρυμέδοντι ποταμῷ νικᾷ τοὺς βασιλέως σατράπας καὶ πολλὰ σκάφη βαρβαρικὰ ἑλὼν ἐς ταῦτα τοὺς Ἕλληνας ἐμβῆναι κελεύει καὶ στολὰς ἐνδῦναι Μηδικὰς καὶ πλεῖν ἐπὶ Κύπρου. Κύπριοι τῇ ὄψει τοῦ βαρβαρικοῦ σχήματος ἐξαπατώμενοι τὸν στόλον ὡς φίλιον ὑποδέχονται· οἱ δὲ ἀποβάντες καὶ σφόδρα γε ἀντὶ βαρβάρων Ἕλληνες ἐφάνησαν καὶ Κυπρίους ἐνίκησαν μείζω τὴν ἔκπληξιν τῆς δυνάμεως ἔχοντες.

2 Κίμων ἀπὸ Σηστοῦ καὶ Βυζαντίου αἰχμάλωτα πολλὰ βαρβαρικὰ εἷλε καὶ τῶν συμμάχων δεηθέντων διανομεὺς ἐγένετο. μοῖραν μίαν ἔταξε γυμνὰ τὰ σώματα, μοῖραν ἑτέραν ἀναξυρίδας, κάνδυς, στρεπτὰ καὶ ὅσα τοιάδε. οἱ σύμμαχοι αἱροῦνται τὸν κόσμον· Ἀθηναῖοι γυμνὰ τὰ σώματα. γέλων ὀφλισκάνει Κίμων ὡς τὴν μείζω μοῖραν προέμενος τοῖς συμμάχοις. οὐκ ἐς μακρὰν τῶν αἰχμαλώτων οἱ συγγενεῖς ἀπὸ Λυδίας καὶ Φρυγίας καταβάντες μεγάλα λύτρα ὑπὲρ τῶν οἰκείων κατέβαλον. τότε ἡ σοφία Κίμωνος ἐθαυμάζετο· Ἀθηναῖοι δὲ πολλῷ πλείω χρήματα λαβόντες μάλα δὴ τῶν συμμάχων κατεκερτόμησαν.

[35] ΜΥΡΩΝΙΔΗΣ.

E Ἀθηναῖοι καὶ Θηβαῖοι παρετάσσοντο. Μυρωνίδης Ἀθηναίοις παρήγγειλεν, ὅταν ὑποσημήνῃ, θεῖν ἐπὶ τοὺς πολεμίους ἀρξαμένους ἀπὸ τοῦ εὐωνύμου. ὁ μὲν ἐσήμηνεν· οἱ δ' ἔθεον. ὡς δὲ βραχὺ προῆλθον, Μυρωνίδης ἐπὶ τὸ δεξιὸν κέρας δραμὼν μέγα ἐβόα 'νικῶμεν κατὰ τὸ εὐώνυμον'. Ἀθηναῖοι μὲν τῷ λόγῳ τῆς νίκης ἐπιρρωσθέντες προθυμότερον ἐμβάλλουσι· Θηβαῖοι δὲ τῷ ἀγγέλματι τῆς ἥττης καταπλαγέντες ἔκλιναν εἰς φυγήν.

2 Μυρωνίδης Ἀθηναίους ἦγεν ἐπὶ Θήβας, καὶ προελθὼν εἰς τὸ πεδίον ἐκέλευσεν αὐτοὺς θεῖναι τὰ ὅπλα καὶ περισκοπεῖν ἐν κύκλῳ. τῶν δὲ περισκοπούντων 'ὁρᾶτε', ἔφη, 'τὸ πεδίον ὅσον. ἐν πεδίῳ τόσῳ πολεμίων ἵππους ἐχόντων, ἢν μὲν φεύγωμεν, ἀνάγκη διωκόντων ἱππέων ἁλῶναι· ἢν δὲ μένωμεν, πολλαὶ τοῦ νικᾶν ἐλπίδες.' οὕτως ἄρα πείθονται μένειν· καὶ προῆλθε Μυρωνίδης κρατῶν ἄχρι Φωκίδος καὶ Λοκρῶν.

[36] ΠΕΡΙΚΛΗΣ.

E Λακεδαιμόνιοι τὴν Ἀττικὴν ἐδῄουν. Περικλῆς ἐξέπεμψε τριήρεις Ἀθηναίων, οἳ δῃώσουσι τὰ παράλια τῆς Λακωνικῆς, ὅπως αὐτοῖς πλείω πάσχειν ἢ δρᾶν συμβαίνῃ.

2 Περικλῆς πλουτῶν χώραν πολλὴν ἐκέκτητο. Ἀρχίδαμος, φίλος ὢν αὐτῷ πάλαι καὶ πρόξενος, δῃώσων ἐνέβαλλε τὴν Ἀττικήν. Περικλῆς προϊδόμενος, ὡς ἄρα τιμῶν Ἀρχίδαμος τὴν προξενίαν τῶν αὑτοῦ χωρίων ἀποσχήσοιτο, ἵνα μὴ γένοιτο Ἀθηναίοις ὕποπτος, φθάσας τὴν δῄωσιν ἐς ἐκκλησίαν παρελθὼν ἐχαρίσατο τῇ πόλει τὴν γῆν, ὅσην ἐκέκτητο.

[37] ΚΛΕΩΝ.

E Κλέων Ἀβυδηνοῖς Σηστὸν παρέδωκεν οὐ φανερᾷ μάχῃ, ἀλλ' ἀφανεῖ τέχνῃ. Θεόδωρος φρουρῶν Σηστὸν, ἑταῖρος Κλέωνος, μοιχεύων γύναιον ἐν προαστείῳ, τῆς ὑδρορρόης διὰ τοῦ τείχους στενῆς φερομένης, ἕνα λίθον ἐξαιρῶν, διὰ νυκτὸς ἐξιὼν καὶ εἰσιὼν τὸν λίθον ἐναρμόττων καὶ τοῦτο λανθάνων τῷ Κλέωνι τὸ πραττόμενον ὡμολόγησεν ὡς παίγνιον. ὁ δὲ τοῖς Ἀβυδηνοῖς τὸ ἀπόρρητον ἐξαγορεύσας ἀσέληνον νύκτα παρατηρήσας κατὰ τὴν ὑδρορρόην, τοῦ Θεοδώρου τὸν λίθον ἐξῃρηκότος καὶ περὶ τὴν μοιχείαν ἀσχολουμένου, τοὺς στρατιώτας ὑπεισήγαγεν, οἳ τοὺς φύλακας ἀνελόντες τὰς πύλας ἔνδοθεν ἀνοίξαντες πᾶσαν δεξάμενοι τὴν δύναμιν τῆς Σηστοῦ ῥᾳδίως ἐκράτησαν.

[38] ΒΡΑΣΙΔΑΣ.

E Βρασίδας Ἀμφίπολιν προδοθεῖσαν εἷλε καὶ τοῖς προδόταις κελεύει κλεῖσαι τὰς πύλας καὶ λαβὼν τὰς βαλανάγρας ἔρριψεν ὑπὲρ τὸ τεῖχος, ὅπως ἂν ἀμύνοιντο τοὺς πολεμίους, εἰ καὶ κλίμακας προσθέντες βιάζοιντο.

2 Βρασίδας περὶ Ἀμφίπολιν ἐπολιορκεῖτο ἐπὶ λόφου καρτεροῦ προσβαλλόντων ἐν κύκλῳ τῶν πολεμίων. οἱ μὲν δὴ δεδιότες, μὴ νύκτωρ ἀποδραίη, λίθοις περιετείχιζον τὸν λόφον καὶ τεῖχος ὑψηλὸν ἤγειρον. οἱ δὲ Λάκωνες ἠγανάκτουν, ὅτι μὴ προῆγεν αὐτοὺς εἰς μάχην, ἀλλὰ περιτειχισθέντες αἴσχιστα λιμῷ ἁλώσοιντο· Βρασίδας αὐτὸς ἔφη τὸν καιρὸν τῆς μάχης εἰδέναι. ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ λόφου περιετετείχιστο, λοιπὸν δὲ ἦν ἀτείχιστον ὅσον πλέθρον αὔταρκες, τοῖς μετ' αὐτοῦ πρὸς μάχην παρήγγειλε τοῦτον εἶναι τὸν καιρὸν ὁρμῶσιν ἐπὶ τὴν ἔξοδον. καὶ δὴ ὁρμήσαντες πολλοὺς τῶν πολεμίων διαφθείραντες ἐσώθησαν· ἡ γὰρ στενοχωρία ἐλάττονας ὄντας οὐκ ἔβλαψεν· ὁ δὲ περιτειχισμὸς ὠφέλησε κωλύσας μηδένα κατὰ νώτου πολέμιον αὐτῶν γενέσθαι, ὥστε τῷ τείχει τῶν ἐναντίων τὸ μὲν ἐκείνων πλῆθος ἀχρεῖον, ἡ δὲ ἔξοδος ἀσφαλεστέρα τοῖς Λάκωσιν ἐγένετο.

3 Βρασίδας ἐπ' Ἀμφίπολιν ἐλθὼν λάθρα καὶ συνιδὼν ταραχὴν τῶν ἔνδον οὐχ ἡγούμενος ἀσφαλῆ τὴν ἐξ ἀπονοίας μάχην ἐκήρυξεν Ἀθηναίοις μὲν ἄδειαν ὑποσπόνδοις ἀπιοῦσι καὶ τὰ σφῶν αὐτῶν ἔχουσιν, Ἀμφιπολίταις δὲ αὐτόνομον τὴν πατρίδα, εἰ σύμμαχοι Λακεδαιμονίων γένοιντο. τῷ κηρύγματι πεισθέντες Ἀθηναῖοι μὲν ἀπαλλάσσονται, Ἀμφιπολῖται δὲ Λακεδαιμονίοις προσέθεντο· Βρασίδας δὲ Ἀμφίπολιν καθ' ὁμολογίαν προσεκτήσατο.

4 Βρασίδας νυκτὸς ἐπιπλέων Σκιώνῃ τριήρη φιλίαν προπλεῖν ἔταξεν· αὐτὸς δὲ ἐν ὑπηρετικῷ κατόπιν εἵπετο, ὅπως, εἰ μέν τι μεῖζον τοῦ ὑπηρετικοῦ πολέμιον ἐπιφανείη σκάφος, ἡ τριήρης ἀμύνοι, εἰ δὲ ἀντίπαλος ἄλλη τριήρης, ἐν ὅσῳ πρὸς ἐκείνην διαγωνίζεται, αὐτὸς ἐν τῷ ὑπηρετικῷ διασωθῆναι φθάσειεν.

5 Βρασίδας ἐν τόπῳ στενῷ προσκειμένων κατὰ τὴν οὐραγίαν τῶν πολεμίων ἐκέλευσεν ἀπὸ λόφου κόπτοντας ἐν μέρει ξύλα κομίζειν· τὴν δὲ ὕλην πῦρ ἐμβαλὼν ἐνέπρησεν, ὥστε πολλῆς φλογὸς αἰρομένης οἱ πολέμιοι κατὰ τὴν οὐραγίαν προσπίπτειν ἐκωλύοντο, αὐτὸς δὲ ἀσφαλῶς τὴν ἀναχώρησιν ἐποιήσατο.

[39] ΝΙΚΙΑΣ.

E Νικίας, ἐπιπλεύσας τῇ Κορινθίᾳ νύκτωρ, ἔνθα ὁ Σολύγης λόφος, ἀποβιβάσας Ἀθηναίων ὁπλίτας χιλίους καὶ ἄλλους ἀλλαχῆ λοχῆσαι τάξας ἀπέπλευσεν· ἐπεὶ δὲ ὑπηύγαζεν ἕως, πάλιν αὖ φανερῶς ἐπέπλευσεν. οἱ μὲν Κορίνθιοι σπουδῇ ἐκβοηθοῦντες ἔθεον, κωλύσοντες ἐκβαίνειν· οἱ δὲ ἐν ταῖς ἐνέδραις ἐξανιστάμενοι τοὺς πλείστους αὐτῶν διέφθειραν.

2 Νικίας στρατοπεδευόντων Ἀθηναίων περὶ τὸ Ὀλυμπιεῖον ἐς τὸ πρὸ τοῦ στρατοπέδου χωρίον ὁμαλὲς ὂν ἐκέλευσε νύκτωρ τριβόλους κατασπεῖραι. ἐπεὶ δὲ τῆς ὑστεραίας Ἔκφαντος ὁ Συρακουσίων ἵππαρχος προήγαγε τοὺς ἱππεῖς, ἦν αὐτῶν αἰσχρὰ φυγὴ τῶν τριβόλων ἐμπηγνυμένων ἐν τοῖς ποσὶ τῶν ἵππων· πολλοὶ δ' αὐτῶν οὐδὲ προβαίνειν οἷοί τε ἦσαν, ἀλλ' ὑπὸ τῶν πελταστῶν στερεὰ ὑποδήματα ἐχόντων διεφθείροντο.

3 Νικίας ἐν τῷ κύκλῳ τοῦ τείχους ἀπελείφθη μετ' ὀλίγων στρατιωτῶν τῆς ἄλλης δυνάμεως περὶ Θάψον οὔσης. τῶν δὲ Συρακουσίων τὸ προπύργιον τοῦ κύκλου λαβόντων, ἐν ᾧ ξύλα πολλὰ ἦν, οὐχ ἱκανὸς ὢν ἀμύνασθαι τὰ ξύλα ἐνέπρησεν· ἡ δὲ φλὸξ ἐπὶ μέγα αἰρομένη τοὺς πολεμίους ἀπεκρούετο. ἐν τῷ τέως ἡ ἀπὸ Θάψου δύναμις ἐπελθοῦσα προσεβοήθησεν.

4 Νικίας ὑπὸ Γυλίππου διωκόμενος ἤδη καταλαμβανόμενος ἔπεμψε κήρυκα πρὸς αὐτὸν, φάσκων πάντα ποιήσειν τὰ προσταττόμενα, καὶ ὡς ἤδη τινὰ χρὴ πέμπειν τὸν δώσοντα ὅρκους καὶ ληψόμενον. Γύλιππος τῷ κήρυκι πιστεύσας κατεστρατοπέδευσε καὶ τοῦ διώκειν ἀποσχόμενος τῷ κήρυκι τῷ ἀπὸ Νικίου συνέπεμψε τὸν συνθησόμενον. ἐν δὲ τῷ τέως Νικίας τῶν ὀχυρωτέρων λαβόμενος πάλιν ἐπολέμει τὴν ἀποχώρησιν τῇ διὰ τοῦ κήρυκος ἀπάτῃ στρατηγήσας.

[40] ΑΛΚΙΒΙΑΔΗΣ.

E Ἀλκιβιάδης δοκιμασίαν φίλων τοιάνδε ποιεῖται. εἴδωλον ἀνδρὸς ἐν οἰκίσκῳ σκοτεινῷ καθεῖρξε καὶ τῶν φίλων ἕκαστον εἰσάγων ἐδείκνυεν ὡς ἄνδρα δὴ πεφονευμένον καὶ παρεκάλει συμπράττειν, ὅπως ἂν τὸ δεινὸν λάθοι. οἱ μὲν δὴ ἄλλοι κοινωνῆσαι τοῦ μιάσματος ἔφυγον· Καλλίας δὲ ὁ Ἱππονίκου προσήκατο τὸ εἴδωλον, ὃ ἔδειξεν ἐπὶ δοκιμασίᾳ φίλων πεποιημένον. πιστὸν φίλον ἡγεῖται Καλλίαν, καὶ τὰ πάντα ἦν Ἀλκιβιάδῃ Καλλίας.

2 Ἀλκιβιάδης προσπλεύσας πολεμίᾳ πόλει τοὺς στρατιώτας ἀποβιβάσας νύκτωρ καὶ ἡμέραν ἀναμείνας, τῶν πολεμίων οὐκ ἐξιόντων, ἐνέδραν ἐγκαταστήσας τὰς σκηνὰς ἐμπρήσας ἀνήχθη. οἱ δὲ ἐκ τῆς πόλεως ἀνηγμένον ἰδόντες, θαρρήσαντες, ἐξελθόντες ἐσκεδάννυντο ἀνὰ τὴν χώραν. οἱ λοχῶντες ἐξαναστάντες εἷλον οὐκ ὀλίγα σώματα καὶ λείαν ἄφθονον· Ἀλκιβιάδης πάλιν προσπλεύσας καὶ ἀναλαβὼν αὐτὰ τὰ ληφθέντα καὶ τοὺς λαβόντας ἀπέπλευσεν.

3 Ἀλκιβιάδης Λακεδαιμονίων πολιορκούντων τὰς Ἀθήνας βουλόμενος τοὺς φύλακας τοῦ ἄστεος καὶ τοῦ Πειραιῶς καὶ τῶν σκελῶν τῶν ἄχρι θαλάσσης ἀγρύπνους περὶ τὴν φυλακὴν κατασκευάσαι προηγόρευσεν, ὡς αὐτὸς ἀπὸ τῆς ἀκροπόλεως νύκτωρ τρὶς ἀνασχήσοι τὸν λαμπτῆρα· ὃς δ' ἂν μὴ ἀντανάσχῃ, ὡς φυλακὴν ἐκλιπὼν κολασθήσεται. οὕτω δὴ πάντες ἀγρυπνοῦντες ἐφύλαττον ἀφορῶντες ἐς τὴν ἀκρόπολιν, ἵνα αἴροντος τοῦ στρατηγοῦ τὸ πῦρ ἀντᾶραι δύναιντο, σημαίνοντες ὡς ἐγρηγορότες φυλάττοιεν.

4 Ἀλκιβιάδης πλέων ἐπὶ Σικελίαν ἐλθὼν ἐς Κέρκυραν πολλὴν οὖσαν τὴν δύναμιν τριχῇ διεῖλεν, ἵνα τῶν ἐπιτηδείων μᾶλλον εὐποροῖεν κατὰ μέρος ταῖς πόλεσι προσβάλλοντες. ἐπεὶ δὲ κατέσχεν ἐς Κατάνην οὐ δεχομένων αὐτὸν Καταναίων ἐπρεσβεύσατο βουλόμενος μόνος παρελθὼν εἰπεῖν αὐτοῖς τὰ συμφέροντα. τῶν δὲ ἐπιτρεψάντων καὶ θεόντων ἐς ἐκκλησίαν συνέταξεν, ὅσαι τῶν τειχῶν ἦσαν πυλίδες ἐνῳκοδομημέναι σαθρῶς, ταύτας ἐξελόντας εἴσω παρελθεῖν. ὁμοῦ δὴ συνέβαινεν Ἀλκιβιάδην μὲν ἄρχεσθαι δημηγορεῖν, Ἀθηναίους δὲ Κατάνην ἔχειν.

5 Ἀλκιβιάδης [Κατάνην] κατασχὼν ἄνδρα Καταναῖον πιστὸν αὐτῷ Συρακουσίοις γνώριμον καθῆκεν ἐς Συρακούσας ὡς πεμφθέντα ὑπὸ τῶν ἐν Κατάνῃ φίλων ὄντων αὐτοῖς, ὧν τὰ ὀνόματα γιγνώσκοιεν. οὗτος ἤγγειλεν, Ἀθηναίους καταλιπόντας τὸ στρατόπεδον ἀόπλους εἴσω Κατάνης αὐλίζεσθαι, εἰ δὲ αὐτοὶ ἅμα ἕῳ καταλάβοιεν τῶν Ἀθηναίων τὸ στρατόπεδον, δύνασθαι τοὺς ἐν τῇ πόλει γυμνοὺς ἀποκλεισθέντας ἁλῶναι ῥᾳδίως. ἐπίστευσαν οἱ στρατηγοὶ τῶν Συρακουσίων καὶ παρήγγειλαν ἐξιέναι πανδημεὶ τὴν ἐπὶ Κατάνης, καὶ προελθόντες ἐστρατοπεδεύσαντο πρὸς τῷ Συμαίθῳ ποταμῷ. Ἀλκιβιάδης προσιόντας αὐτοὺς ὡς ᾔσθετο, τὰς τριήρεις πληρώσας σπουδῇ προσέπλευσεν τῇ πόλει τῶν Συρακουσίων κενῇ καὶ οὐδενὸς εἴργοντος· τὸ δὲ κατὰ πλευρὰν αὐτῶν προτείχισμα ἐξελὼν διήρπασεν.

6 Ἀλκιβιάδης ἀπὸ Σικελίας ἀναχθεὶς ἐπὶ τὴν κρίσιν τὴν περὶ τῶν Ἑρμῶν καὶ τῶν μυστηρίων στρογγύλης νεὼς ἐπιβὰς ἐς Λακεδαίμονα κομίζεται καὶ πείθει τὴν ταχίστην πέμψαι Συρακουσίοις βοήθειαν καὶ Δεκέλειαν Ἀθηναίοις ἐπιτειχίσαι, ὡς οὐκ ἂν ἔτι σχόντων οὔτε τὰς ἀπὸ τῆς χώρας προσόδους οὔτε τὰς ἀπὸ τῶν ἀργυρείων, ἀλλὰ μὴν καὶ οἱ νησιῶται πολιορκουμένους αὐτοὺς ἰδόντες αὐτομολήσουσι. τούτων γενομένων ἐψηφίσαντο Ἀθηναῖοι κάθοδον Ἀλκιβιάδῃ.

7 Ἀλκιβιάδης παρετάττετο Συρακουσίοις. ἦν μεταξὺ τῶν στρατοπέδων πτέρις ξηρὰ, δαψιλής. ἀνέμου προσπεσόντος παμμεγέθους, ὃς ἦν κατὰ νώτου τοῖς Ἀθηναίοις, τοῖς δὲ πολεμίοις κατὰ προσώπου, [ἀνῆψε τὴν πτέριν· τοῦ δὲ καπνοῦ ἐμπεσόντος] ταῖς ὄψεσι τῶν Συρακουσίων τροπὴν αὐτῶν ἰσχυρὰν εἰργάσατο.

8 Ἀλκιβιάδης Τιρίβαζον ἔφευγεν. ὁδὸς ἦν μία. Τιρίβαζος μένοντι μὲν οὐκ ἐμάχετο, φεύγοντι δὲ ἐπέκειτο. Ἀλκιβιάδης νύκτα ἀναμείνας, ξύλα πολλὰ κόψας, ταῦτα νήσας, πῦρ ἐμβαλὼν, ἀπιὼν ᾤχετο. οἱ βάρβαροι τὴν αὐγὴν τοῦ πυρὸς ὁρῶντες ᾤοντο μένειν τοὺς Ἕλληνας· ἐπεὶ δὲ ἔγνωσαν, διώκειν ὁρμήσαντες τὴν ὁδὸν πεφραγμένην ὑπὸ τοῦ πυρὸς διελθεῖν οὐ δυνηθέντες τῆς διώξεως ἐπαύσαντο.

9 Ἀλκιβιάδης περὶ Κύζικον Θηραμένην καὶ Θρασύβουλον ἔπεμψε μετὰ τῶν πλειόνων νεῶν, ὅπως τοὺς ἐς τὴν πόλιν ἀποχωρήσοντας πολεμίους ἀνείργοιεν· αὐτὸς δὲ μετὰ ὀλίγων τριήρων ἐπὶ τὴν ναυμαχίαν ἀνήγετο. Μίνδαρος καταφρονήσας μετὰ πλειόνων ἀνήχθη. ὡς δὲ πλησίον ἦσαν, οἱ μὲν περὶ τὸν Ἀλκιβιάδην προσεποιήσαντο φεύγειν· οἱ δὲ περὶ τὸν Μίνδαρον περιχαρεῖς ὡς νικῶντες ἐδίωκον. ἐπεὶ δὲ ἐγγὺς τῶν περὶ τὸν Θηραμένην καὶ Θρασύβουλον ἐγένοντο, Ἀλκιβιάδης μὲν τὸ σημεῖον ἄρας ἐπέστρεψε τὰς ναῦς ἀντιπρώρους. Μινδάρου δὲ ἀποστρέψαντος ἐπὶ τὴν πόλιν οἱ περὶ τὸν Θηραμένην ἀπήντησαν ἀποκλείοντες, ὁ δὲ ἐπὶ τοὺς Κλήρους καλουμένους τῆς Κυζικηνῶν γῆς ἀποχωρεῖν ἐπειρᾶτο. ἀλλὰ κἀκεῖ Φαρναβάζου στρατόπεδον ἐκβαίνειν ἐκώλυεν. Ἀλκιβιάδης δὲ διώκων τὰς μὲν μετεώρους τῶν νεῶν ἐμβολαῖς ἀνερρήγνυε, τὰς δὲ προσορμιζομένας τῇ γῇ χειρῶν σιδηρῶν ἐπιβολαῖς ἀφεῖλκε, τοὺς δὲ ἀποβαίνοντας ἐνέκοπτον οἱ Φαρναβάζειοι. τέλος δὲ Μίνδαρος πεσὼν Ἀλκιβιάδῃ λαμπροτάτην νίκην ἔδωκεν.

[41] ΑΡΧΙΔΑΜΟΣ.

E Ἀρχίδαμος ἐν Ἀρκαδίᾳ μέλλων παρατάσσεσθαι τῇ ὑστεραίᾳ ἐπέρρωσε τοὺς Σπαρτιάτας διὰ νυκτὸς βωμὸν ἱδρυσάμενος καὶ κοσμήσας ὅπλοις λαμπροτάτοις καὶ ἵππους δύο περιαγαγών. ἐπεὶ δὲ ἦν ἕως, οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καινὰ ὅπλα καὶ δυοῖν ἵπποιν ἴχνη καὶ βωμὸν αὐτόματον ἰδόντες διήγγειλαν, ὡς οἱ Διόσκουροι συμμαχήσοντες ἥκοιεν. οἱ στρατιῶται θαρρήσαντες καὶ τὰς γνώμας ἔνθεοι γενόμενοι γενναίως ἠγωνίσαντο καὶ τοὺς Ἀρκάδας ἐνίκησαν.

2 Ἀρχίδαμος ἐπολιόρκει Κόρινθον. ἦν ἐν τῇ πόλει στάσις τῶν πλουσίων καὶ τῶν πενήτων, τῶν· μὲν ὡς ὀλιγαρχίαν πραττόντων, τῶν δὲ ὡς προδοσίαν. ταῦτα μαθὼν Ἀρχίδαμος ἀνῆκε τὸ σφοδρὸν τῆς πολιορκίας· οὐκέτι μηχανήματα προσῆγεν, οὐκέτι περιετάφρευεν, οὐκέτι τὴν χώραν ἔτεμνεν. οἱ πλούσιοι φοβηθέντες ὡς ἄρα τοῖς πένησι προδιδοῦσι χαρίζοιτο, φθάσαντες ἐπεκηρυκεύσαντο καὶ τὴν πόλιν ἐνέδωκαν Ἀρχιδάμῳ, σφίσιν αὐτοῖς ἀσφαλὲς πρὸς αὐτὸν συνθέμενοι.

3 Λακεδαιμονίων ἡ πόλις ἐσείσθη, καὶ πέντε μόναι διεσώθησαν οἰκίαι. Ἀρχίδαμος ὁρῶν τοὺς ἀνθρώπους ἐπὶ τὸ σώζειν τὰ ἐν ταῖς οἰκίαις τραπομένους δείσας, μὴ πάντες ἀποληφθέντες ἀπόλοιντο, τῇ σάλπιγγι πολεμίων ἔφοδον ἐσήμηνεν. πιστεύσαντες οἱ Λάκωνες πρὸς αὐτὸν συνέδραμον· αἱ μὲν οἰκίαι συνέπεσον, αὐτοὶ δὲ οὕτως ἐσώθησαν.

4 Ἀρχίδαμος κρατούντων Ἀρκάδων αὐτὸς ἤδη παρειμένος ὑπὸ τραύματος φθάσας ἐπεκηρυκεύσατο περὶ νεκρῶν ἀναιρέσεως, ὅπως μὴ καὶ οἱ λοιποὶ προσαπόλοιντο.

5 Ἀρχίδαμος νύκτωρ τοὺς στρατιώτας ἦγεν ἐπὶ Καρύας· ὁδὸς ἦν ἄνυδρος, τραχεῖα, πολλὴ, καὶ ἠγανάκτουν οἱ στρατιῶται τῷ πόνῳ· παρεμυθεῖτο αὐτοὺς Ἀρχίδαμος, ὡς οἷόν τε ἦν, καὶ παρεκάλει μηδαμῶς ἐνδιδόναι. ἐπεὶ δὲ ἄφνω προσπεσόντες καὶ πολλοὺς τῶν πολεμίων κτείναντες ἐξεῖλον τὸ χωρίον, οἱ μὲν ἐδειπνοποιοῦντο ἐπὶ τῇ νίκῃ γεγηθότες· Ἀρχίδαμος δὲ ἤρετο, πηνίκα δοκοῦσιν ἁλῶναι τὴν πόλιν; λεγόντων δὲ τῶν μὲν, ἡνίκα προσεβάλλομεν, τῶν δὲ, ἡνίκα ἠκοντίζομεν, τῶν δὲ, ἡνίκα ἐτοξεύομεν· 'οὐδαμῶς,' ἔφη αὐτὸς, 'ἀλλὰ τότε, ὅτε τὴν πολλὴν καὶ ἄνυδρον ὁδὸν ἐπορευόμεθα· τὸ γὰρ βούλεσθαι πονεῖν πάντων κρατεῖν πέφυκεν.'

[42] ΓΥΛΙΠΠΟΣ.

E Γύλιππος βουλόμενος αὐτοκράτωρ γενέσθαι τῆς ἐν Συρακούσαις δυνάμεως συναγαγὼν τοὺς στρατηγοὺς τῶν Συρακουσίων εἶπεν, ὡς χρὴ λόφον τινὰ μεταξὺ τῆς πόλεως καὶ τοῦ στρατοπέδου τῶν Ἀθηναίων τειχίσαι. τῶν δὲ πεισθέντων νύκτωρ αὐτὸς ἔπεμψεν αὐτόμολον ἀγγελοῦντα τοῖς πολεμίοις τὰ δεδογμένα. οἱ μὲν δὴ μαθόντες αὐτοὶ προκατέσχον τὸν λόφον. Γύλιππος δὲ ἐσχετλίαζεν ὡς τῶν ἀπορρήτων ἐξαγγελλομένων. ὅπως οὖν εἰσαῦθις τοῦτο μὴ γένοιτο, οἱ προὔχοντες τῶν Συρακουσίων ἑνὶ καὶ μόνῳ Γυλίππῳ τοῦ πολέμου τὴν ἀρχὴν ἐπέτρεψαν.

2 Γύλιππος τὸν προκατεσχημένον λόφον ὑπὸ Ἀθηναίων αὐτὸς βουλόμενος κατασχεῖν ἀπὸ τῶν τριήρων πολλῶν οὐσῶν εἴκοσι πληρώσας πυκνὰς τὰς μελέτας ἐποιεῖτο. τῶν δὲ πληρωμάτων συγκροτηθέντων νυκτὸς ἀφῆκεν αὐτὰς εἰς τὸ πέλαγος παραγγείλας καταπλεῖν ἀρχομένης ἡμέρας. ὡς δὲ οἱ πολέμιοι καταπλεούσας εἶδον, ἐπ' αὐτὰς ἀνήχθησαν. τῶν δὲ μεταβαλομένων ἐς φυγὴν οἱ μὲν Ἀθηναῖοι μετὰ σπουδῆς ἐδίωκον· ὁ δὲ Γύλιππος τὰς ὑπολοίπους ναῦς πληρώσας ἐπανήγετο. ἐν τῷ καιρῷ τούτῳ, περὶ τὴν ναυμαχίαν τῶν Ἀθηναίων ἀσχολουμένων, οἱ πεζοὶ Γυλίππου συνταχθέντες ῥᾷστα κατέσχον τὸν λόφον τοὺς φύλακας τῶν Ἀθηναίων ἐκβαλόντες.

[43] ΕΡΜΟΚΡΑΤΗΣ.

E Ἑρμοκράτης, τῶν [δούλων] ἐν Συρακούσαις ἐπαναστάντων καὶ χειρὸς πολλῆς οἰκετικῆς ἠθροισμένης, πρὸς τὸν ἡγούμενον αὐτῶν Σωσίστρατον ἔπεμψε πρεσβευτὴν ἕνα τῶν ἱππάρχων Δαΐμαχον, ὃς ἦν αὐτῷ συνήθης καὶ φίλος, ἀγγέλλοντα παρὰ τῶν στρατηγῶν, ὡς ἄρα τὸ φρόνημα αὐτοῦ θαυμάζοντες πάντας μὲν ἐλευθέρους ἀφιᾶσι, πάντας δὲ ὁπλιοῦσι καὶ σιτηρέσιον δώσουσι τὸ ἴσον, αὐτὸν δὲ τὸν Σωσίστρατον ἀποφαίνουσι συνάρχοντα, καὶ ἤδη γε ἥκειν βουλευσόμενον μετὰ τῶν στρατηγῶν, ὅσα τὸ ὁπλιτικὸν κατεπείγοι. ὁ δὲ Σωσίστρατος τῇ φιλίᾳ τοῦ Δαϊμάχου πιστεύσας παραλαβὼν εἴκοσι τοὺς ἡγεμονικωτάτους τῶν δούλων ἧκε πρὸς αὐτούς. οὗτοι μὲν συλληφθέντες ἐδέθησαν· Ἑρμοκράτης δὲ μετὰ ἑξακοσίων ὁπλιτῶν ἐξελθὼν καὶ τοὺς δούλους λαβὼν ὤμοσεν, ἦ μὴν μηδὲν αὐτοῖς δεινὸν ἂν γενέσθαι, πρὸς τὸν αὑτοῦ δεσπότην ἕκαστος εἰ ἐπανέλθοι. πεισθέντες ἐπανῆλθον, ὅτι μὴ μόνον τριακόσιοι πρὸς Ἀθηναίους ηὐτομόλησαν.

2 Ἀθηναῖοι τὴν ὑστάτην ἐν Σικελίᾳ ναυμαχίαν ἡσσῶνται, καὶ νύκτωρ φεύγειν ἔδοξεν· Συρακούσιοι θύσαντες ἐπινίκια ὑπὸ μέθης ἀνεπαύοντο. Ἑρμοκράτης, μεθύοντας καὶ καθεύδοντας ἐπὶ τὴν μάχην ὅπως μὴ ἐξάγοι, αὐτόμολον πέμπει φράσοντα πρὸς Νικίαν, 'οἱ μέχρι νῦν πάντα σοὶ μηνύοντες φίλοι προαγορεύουσιν, ἢν ἀποκινήσῃς νύκτωρ, ἐνέδραις ἐμπίπτεις καὶ λόχοις'. πιστεύει Νικίας καὶ ἀναμείνας ἕω τὸ στρατόπεδον οὐκ ἐκίνησεν. Ἑρμοκράτης τοὺς Συρακουσίους ἅλις ἔχοντας ὕπνου ἀνέστησεν εὐρώστους· οἱ δὲ προκαταλαβόντες τὰς διαβάσεις τῶν ποταμῶν καὶ τὰς γεφύρας πανωλεθρίᾳ τοὺς Ἀθηναίους διέφθειραν.

[44] ΕΤΕΟΝΙΚΟΣ.

E Ἐτεόνικον Λάκωνα ἐν Μιτυλήνῃ Κόνων Ἀθηναῖος ἐπολιόρκει. κέλης ὑπηρετικὸς ἧκεν ἀγγέλλων 'Καλλικρατίδας ὁ ναύαρχος Λακεδαιμονίων ἐν Ἀργινούσαις ἡττημένος οἴχεται'. Ἐτεόνικος τοὺς ἀγγέλους ἐκέλευσε νύκτωρ ὑπεξελθεῖν καὶ μεθ' ἡμέραν ἐς Μιτυλήνην ἐστεφανωμένους, παιωνίζοντας, νίκην ἀγγέλλοντας ἥκειν. Ἐτεόνικος μὲν ἔθυεν εὐαγγέλια· Κόνων δὲ καὶ τὸ Ἀττικὸν ἐξεπλάγη καὶ ἡσύχαζεν. οὐ μὴν Ἐτεόνικος ἡσύχαζεν· ἀλλὰ τὸ μὲν ναυτικὸν ἐς Χίον ἐξέπεμψε, τὸ δὲ στρατιωτικὸν ἐς Μήθυμναν φίλην πόλιν ἐξήγαγεν.

[45] ΛΥΣΑΝΔΡΟΣ.

E Λύσανδρος τοῖς ἐν Μιλήτῳ φίλοις ὑποσχόμενος τὸν δῆμον συγκαταλύσειν ἧκεν ἐς Μίλητον καὶ τοῖς μὲν νεωτερίζουσι λόγῳ χαλεπὸς ἦν, τοῖς δὲ δημόταις ἐλευθερίαν συμπράσσειν ἐπηγγέλλετο. πιστεύσας ὁ δῆμος Λυσάνδρῳ χρηστὰ λέγοντι ἀπαράσκευος ἤλπιζε τὰ βελτίονα. οἱ φίλοι κοινῷ συνθήματι ἐπανίστανται, καὶ τῷ δήμῳ προσπεσόντες κτείνουσι πολλοὺς, καὶ ἡ Μίλητος ἦν ὑπὸ τοῖς φίλοις Λυσάνδρου.

2 Ἐν Αἰγὸς ποταμοῖς Ἀθηναῖοι τετράκις ἀνήχθησαν ἐφ' ᾧ τε ναυμαχεῖν, Λύσανδρος ὁ Λάκων οὐκ ἀντανήγετο. οἱ μὲν ἀποπλέουσι γαννύμενοι, παιᾶνας ᾄδοντες· Λύσανδρος δὲ κατόπιν πέμπει δύο τριήρεις. οἱ τριήραρχοι τοὺς Ἀθηναίους ἐκβάντας ὡς εἶδον, σημεῖον μετέωρον αἴρουσι χαλκῆν ἀσπίδα. Λύσανδρος αὐτίκα ὑπεσήμηνεν ἐπίπλουν, καὶ οἱ Λάκωνες εἰρεσίᾳ πολλῇ ἐπιπλέουσι καὶ τοὺς Ἀθηναίους καταλαμβάνουσιν ἄρτι ἐκβάντας· οἱ μὲν ἀνεπαύοντο, οἱ δὲ ἄλλος ἄλλο τι ἔδρα, γυμνοὶ πάντες. οἱ Λάκωνες ἄφνω προσπεσόντες ὡπλισμένοι γυμνοῖς, συντεταγμένοι ἀσυντάκτοις ἐνίκησαν· αἱροῦσιν αἰχμαλώτους καὶ τὰς τριήρεις ἁπάσας, ὅτι μὴ μία ἡ Πάραλος ἔφυγεν Ἀθήναζε μόνη τῆς ἥττης ἄγγελος.

3 Λύσανδρος παρήγγελλεν ἐξαπατᾶν χρῆναι παῖδας μὲν ἀστραγάλοις, πολεμίους δὲ ὅρκοις.

4 Λύσανδρος ἐκράτησε Θασίων, παρ' οἷς ἦσαν ἀττικίζοντες πολλοὶ κρυπτόμενοι [φόβῳ] τοῦ Λάκωνος. ὁ δὲ τοὺς Θασίους ἐς τὸ τοῦ Ἡρακλέους ἱερὸν συναγαγὼν φιλανθρώπους λόγους διεξῆλθεν· ὡς δέον συγγνώμην ἔχειν τοῖς κρυπτομένοις ἐν τῇ μεταβολῇ τῶν πραγμάτων καὶ θαρρεῖν αὐτοῖς προσῆκον ὡς μηδὲν δεινὸν πεισομένους τῶν λόγων ἐν ἱερῷ γιγνομένων καὶ ταῦτα ἐν Ἡρακλέους (πόλει) τοῦ πατρῴου. οἱ μὲν κεκρυμμένοι τῶν Θασίων πιστεύσαντες τῇ φιλανθρωπίᾳ τῶν λόγων προῆλθον, Λύσανδρος δὲ διαλιπὼν ὀλίγας ἡμέρας, ὅπως ἀδεέστεροι γένοιντο, προσέταξε συναρπασθέντας ἀποσφαγῆναι.

5 Λύσανδρος τὰς Ἀθήνας κατασκάπτειν βουλομένων Λακεδαιμονίων καὶ τῶν συμμάχων, ἔφη μηδαμῶς συμφέρειν· τὴν γὰρ Θηβαίων πόλιν ἐγγὺς οἰκουμένην ἰσχυροτέραν καὶ μείζονα κατ' αὐτῶν γενήσεσθαι, ἐὰν δὲ διὰ τυράννων κατέχωσι τὰς Ἀθήνας, ἐγγύθεν παραφυλάξειν τοὺς Θηβαίους καὶ διὰ παντὸς ἕξειν ὑποδεεστέρους. ἄριστα λέγειν δόξας Λύσανδρος ἔπεισε τὰς Ἀθήνας μὴ κατασκάψαι.

[46] ΑΓΙΣ.

E Ἆγις Πελοποννησίων Λακεδαιμονίοις πολεμούντων ἐν λιμῷ γνώμην ἠγόρευσε παρὰ μίαν ἡμέραν ἀσιτεῖν. φοβῆσαι δὲ τοὺς πολεμίους βουλόμενος, αὐτομόλους ἔπεμψεν ἀγγελοῦντας, ὡς μεγάλη συμμαχία τῇ μελλούσῃ νυκτὶ τοῖς Λάκωσιν ἀφίξεται. τῶν μὲν κτηνῶν τὰ στόματα ἔδησε δι' ὅλης ἡμέρας, νυκτὸς δὲ ἀρχομένης ἔλυσεν, ὥστε τὰ κτήνη πεινῶντα, τῶν δεσμῶν ἀπολυθέντα, πόας καὶ νομῆς λαβόμενα ἀνεσκίρτα καὶ ἐφρυάττετο καὶ ψόφον ἤγειρε πολύν· συνεπήχουν δὲ καὶ τῶν ὀρῶν αἱ φάραγγες. τοὺς δὲ στρατιώτας ἐκέλευσεν ἄλλον ἀλλαχοῦ σκεδασθέντας διπλᾶ καὶ τριπλᾶ πυρὰ ἀνακαῦσαι. οἱ Πελοποννήσιοι τῷ πλήθει τῆς κραυγῆς καὶ τῷ μεγέθει τοῦ ψόφου φενακισθέντες ὡς μεγάλης ἐπικουρίας ἡκούσης αὐτίκα φεύγοντες ᾤχοντο.

[47] ΘΡΑΣΥΛΟΣ.

E Θρασύλος βουλόμενος τοῖς πολεμίοις φανῆναι ὀλίγας τριήρεις ἔχων προσέταξε τοῖς κυβερνήταις ἐς δύο τὰς ναῦς καταστῆσαι καὶ τῆς μὲν ἑτέρας ἄρασθαι τὰ ἱστία, τὴν δὲ πρὸς τὸν ζυγὸν καλωδίοις προσλαβεῖν τῇ θεούσῃ παραθέουσαν καὶ μὴ φαινομένων μετεώρων τῶν ἱστίων (τῆς ἑτέρας τριήρους). τούτῳ τῷ τρόπῳ τὰς ἡμίσειας τῶν νεῶν ἀπεκρύψατο.

2 Θρασύλος καὶ οἱ περὶ αὐτὸν στρατηγοὶ Βυζαντίοις ἐπέκειντο. οἱ περὶ Ἀναξίλαν στρατηγοὶ Βυζαντίων δείσαντες, μὴ κατὰ κράτος ἡ πόλις ἁλῷ, συνέθεντο χρόνον, ἐν ᾧ παραδώσουσι τὸ Βυζάντιον, καὶ τῆς συνθήκης ὁμήρους ἔδωκαν. οἱ περὶ Θρασύλον ἀνήχθησαν μὲν ἐπὶ τούτοις τὴν ἐπ' Ἰωνίας, [τῆς] αὐτῆς δὲ νυκτὸς ἀναστρέψαντες κατελάβοντο τὴν τῶν Βυζαντίων πόλιν ἀφύλακτον.

[48] ΚΟΝΩΝ.

E Κόνων καταλειπόμενος ὑπὸ τῶν συμμάχων αὐτόμολον ἔπεμψε φράσοντα τοῖς πολεμίοις, ὡς μέλλοιεν ἀποδιδράσκειν καὶ ὅθεν καὶ πηνίκα. οἱ μὲν δὴ ἐνεδρεύοντες παρεφύλαττον. Κόνων δὲ προεῖπε τοῖς συμμάχοις ἀσφαλέστερον ἀναχωρεῖν ὡς ἐνέδραν προπεπυσμένος· οἱ δὲ ἀναχωροῦντες προαισθόμενοι τῆς ἐνέδρας ἀνέστρεψαν καὶ παραμείναντες μέχρι νίκης αὐτῷ διεπολέμησαν.

2 Κόνων Καλλικρατίδαν διπλασίας ἔχοντα τριήρεις ὑπέφευγεν ἐν τῇ θαλάττῃ καὶ ἤδη πλησίον Μιτυλήνης ἦν. τῶν δὲ Λακωνικῶν νεῶν ἐν τῇ διώξει διεσπασμένων ἐπῆρε τὴν φοινικίδα· ἦν δὲ ἄρα μάχης σύνθημα τοῖς κυβερνήταις. οἱ δὲ ἐπιστρέψαντες ἀντιπρώρους τὰς ναῦς ἐμβάλλουσι ταῖς Λακωνικαῖς. αἱ δὲ ἀσύντακτοι καὶ τεταραγμέναι, τὸ παράλογον τῆς ἐπιστροφῆς ἐκπλαγεῖσαι πολλαὶ μὲν ἀνερράγησαν, πολλαὶ δὲ κατέδυσαν. Κόνων δὲ τοῦ παντὸς ἔργου τὴν νίκην ἀπηνέγκατο.

3 Κόνων Φαρναβάζῳ συμμαχῶν Ἀγησιλάου τὴν Ἀσίαν πορθοῦντος ἔπεισε τὸν Πέρσην χρυσίον πέμψαι τοῖς δημαγωγοῖς τῶν πόλεων τῆς Ἑλλάδος, οἳ λαβόντες πείσουσι τὰς πατρίδας ἐκφέρειν τὸν πρὸς Λακεδαιμονίους πόλεμον. οἱ μὲν δεκασθέντες ἔπεισαν, καὶ συνέστη πόλεμος Κορινθιακός· οἱ δὲ Σπαρτιᾶται τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας ἀνεκαλέσαντο.

4 Κόνων ἐν Μιτυλήνῃ κατακεκλεισμένος ὑπὸ Λακεδαιμονίων σπεύδων Ἀθηναίοις μηνῦσαι τὴν πολιορκίαν, λαθεῖν τοὺς ἐφορμοῦντας οὐχ οἷός τε ὢν κατασπάσας δύο τὰς ταχυναυτούσας ναῦς καὶ τοὺς ἀρίστους ἀπὸ τῶν πληρωμάτων ἐρέτας ἐμβιβάσας, ὅσα χρὴ ἐξεργασαμένους κελεύσας ἐν τοῖς σκάφεσιν ἡσυχάζειν, ἑσπέρας προϊούσης θεασάμενος τοὺς παραφυλάσσοντας ἀνὰ τὴν γῆν ἐσκεδασμένους ‑ οἱ μὲν σώματα ἐτημέλουν, οἱ δὲ πῦρ ἀνέκαιον, οἱ δὲ δεῖπνον παρεσκεύαζον ‑ καὶ δὴ τότε ἀφῆκε τὰ σκάφη παραγγείλας πλεῖν δρόμον ἀλλήλοις ἐναντίον, ἵν', εἰ καὶ θάτερον ἁλίσκοιτο, θάτερον γοῦν σωθῆναι δυνηθῇ. ἄμφω δ' ἐσώθη τῶν πολεμίων διὰ τὴν ἀσχολίαν διῶξαι βραδυνάντων.

5 Κόνων ναυμαχεῖν μέλλων, ἀγγείλαντος αὐτομόλου, ὡς αἱ τῶν πολεμίων ἄρισται τριήρεις πεποίηνται σκοπὸν ἑλεῖν τὴν Κόνωνος ναῦν, κατασκευάσας ὁμοίαν τριήρη τῇ ἑαυτοῦ καὶ τὸν στρατηγικὸν κόσμον περιθεὶς ἔταξεν ἐπὶ τὸ δεξιὸν κέρας καὶ προσέταξεν ἀπὸ ταύτης ἆραι τὸ σημεῖον τῷ παντὶ στόλῳ. οἱ μὲν πολέμιοι ταῦτα ἰδόντες, ὅσοι τὰς ἀρίστας ναῦς εἶχον, εὐθέως ἐπὶ τὴν στρατηγίδα ὥρμησαν· Κόνων δὲ τῷ λοιπῷ στόλῳ προσπεσὼν τὰς μὲν κατέδυσε, τὰς δὲ καὶ κατεδίωξεν.

[49] ΞΕΝΟΦΩΝ.

E Ξενοφῶν ἐπανῆγε τοὺς μυρίους. τῶν περὶ Τισαφέρνην ἱππέων ἐνοχλούντων τὰ σκευοφόρα γνώμην ἠγόρευσε τὰς μὲν ἁμάξας καὶ τὰ περιττὰ τῆς σκευῆς [κατακαῦσαι, συγκατακαῦσαι δὲ καὶ τὰς σκηνὰς], ὅπως μὴ συμβαίνοι τοῖς Ἕλλησι περὶ ταῦτα μαχομένοις ταλαιπωρεῖν καὶ κωλύεσθαι προσωτέρω βαδίζειν.

2 Ξενοφῶν, τῶν βαρβάρων κατὰ τὴν πορείαν ἐπικειμένων, τάξας ἀμφίστομον τὴν φάλαγγα, ὅσα ἦν ἀναγκαῖα σκευοφόρα λαβὼν ἐντὸς ἐπορεύετο καταστήσας ἐπὶ τῆς οὐραγίας ἱππεῖς, ἀκοντιστὰς, πελταστάς, οἳ τοὺς προσπίπτοντας τῶν βαρβάρων ἀπεκρούοντο.

3 Ξενοφῶν, τῶν βαρβάρων προκαταλαβόντων στενὸν τόπον, ᾗ τὴν πάροδον ἀναγκαῖον ἦν ποιεῖσθαι τοῖς Ἕλλησιν, συνιδὼν ἀπό τινος ὄρους εὐέφοδον ὄντα τὸν λόφον, ἐφ' οὗ τὴν φυλακὴν εἶχον οἱ βάρβαροι, παραλαβὼν Ἕλληνας, ὅσους ὑπελάμβανεν ἱκανοὺς εἶναι, τὴν πορείαν ἐπὶ τοῦτο ἐποιεῖτο κατὰ κεφαλῆς αὐτῶν βουλόμενος γενέσθαι. οἱ μὲν βάρβαροι τοὺς πολεμίους ὑπεράνω γιγνομένους ἰδόντες ἔφυγον, Ξενοφῶν δὲ ἀσφαλῶς διῆγε τοὺς Ἕλληνας.

4 Ξενοφῶν ποταμὸν διαβαίνειν πειρώμενος, ὑπὸ τῶν βαρβάρων ἀντικαθημένων κωλυόμενος, τῶν Ἑλλήνων χιλίους ἐπιλέξας ἔπεμψε καθ' ἑτέραν διάβασιν, αὐτὸς δὲ κατὰ στόμα προάγων διαβαίνειν ἐβιάζετο. τῶν πεμφθέντων διαβάντων ἐπὶ τοὺς ἀντικαθισταμένους καὶ γενομένων ὑπὲρ κεφαλῆς πολλάς τε πληγὰς ἐμβαλλόντων αὐτοῖς, οἱ μετὰ τοῦ Ξενοφῶντος ἀκινδύνως διέβησαν.


Attalus' home page | 30.03.19 | Any comments?