Polyaeanus, Greek text, 8(a) (original) (raw)

back

Polyaenus: Stratagems

- BOOK 8, Chapters 1-25

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.


← Book 7

ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ

Καὶ τόδε ὑμῖν ὄγδοον βιβλίον, ἱερώτατοι βασιλεῖς Ἀντωνῖνε καὶ Οὐῆρε, προσφέρω τῶν Στρατηγημάτων· ὥστε συντετελεσμένης τῆς συντάξεως, ἣν ὑπεσχόμην, εὔχομαι ὑμῖν [μὲν] μετὰ τῆς στρατηγικῆς ἀρετῆς τέλος ἀγαθὸν ἐν τοῖς πολέμοις γενέσθαι, ἐμαυτῷ δὲ ψῆφον παρ' ὑμῶν δικαίαν, ὅτι προαιρέσει βίου καὶ λόγου δικανικοῦ χρώμενος οὐκ ἀμελῶ συγγράφειν, ὅσα γένοιτ' ἂν ὠφέλιμα ὑμῖν τε αὐτοῖς καὶ τῇ Ῥωμαίων ἀρχῇ καὶ τοῖς Ἕλλησιν, ἤν τε πολεμῶμεν ἤν τε τὴν εἰρήνην ἄγωμεν. ἐν μὲν γὰρ πολέμῳ ταῦτά ἐστι νίκης γυμνάσματα, ἐν δὲ εἰρήνῃ γνώμης παιδεύματα, τὴν δόξαν ἀθάνατον παρὰ τῆς ὑμετέρας βασιλείας λαβόντα.

[1] ΑΜΟΥΛΙΟΣ

E Ἀμούλιος καὶ Νεμέτωρ ἀδελφοί. νεώτερος Ἀμούλιος δυνάμει βιασάμενος βασιλεὺς Ἄλβης ἐγένετο. τὸν μὲν δὴ Νεμέτορα τὸν ἀδελφὸν ἐφρούρει, θυγατέρα δὲ αὐτοῦ Σιλουίαν, ἵνα μὴ παῖδες ἐξ αὐτῆς γένοιντο, τιμωροὶ τῆς Ἀμουλίου παρανομίας, ἀπέφηνεν ἱέρειαν τῆς Ἑστίας, ἐπειδὴ νόμος ταῖς Ἑστιάσιν ἀεὶ παρθενεύεσθαι.

[2] ΝΕΜΕΤΩΡ

E Ῥέμος καὶ Ῥωμύλος Ἄρεως καὶ Σιλουΐας παῖδες ἐπέθεντο Ἀμουλίῳ. θόρυβος ἀπὸ τῆς ἄκρας ἐς τὴν πόλιν ἐφέρετο. Νεμέτωρ εἰδὼς τὰ δρώμενα πρὸς τοὺς πολίτας ἔφη 'πολεμίων ἔφοδος γέγονεν· Ἀμούλιος δὲ προδοὺς τὴν πόλιν πέφευγεν. ἀλλὰ ὁπλισάμενοι ἐς τὴν ἀγορὰν ἀθροιζώμεθα'. οἱ μὲν ὡπλίζοντο καὶ ἠθροίζοντο. Ῥέμος δὲ καὶ Ῥωμύλος ἀνελόντες Ἀμούλιον ἐξεπήδησαν τῆς ἄκρας καὶ τοῖς πολίταις ἠθροισμένοις ἀνήγγειλαν, οἵτινες ὄντες οἷα παθόντι τῷ πάππῳ δικαίως ἐτιμώρησαν. ὁ δὲ δῆμος ἐπαινέσας τὸ ἔργον Νεμέτορι τὴν βασιλεῖαν ἀπέδωκεν.

[3] ΡΩΜΥΛΟΣ

E Ῥωμύλος Ῥωμαίων γυναῖκας οὐκ ἐχόντων ἐκήρυξεν ἀνὰ τὰς γείτονας πόλεις, ὡς ἑορτὴν ἄξοι δημοτελῆ Ποσειδῶνος Ἱππίου καὶ ἀγῶνας ἵππων ἐπὶ ἄθλοις μεγίστοις. πολλοὶ δὴ συνῆλθον ἐκ τῶν πόλεων ἐπὶ τὴν θέαν· πᾶν γένος ἀνδρῶν, γυναικῶν, παρθένων. Ῥωμύλος παράγγελμα ἔδωκεν, ἀπέχεσθαι μὲν ἀνδρῶν καὶ γυναικῶν, ἁρπάζειν δὲ μόνας παρθένους καὶ ταύτας οὐκ ἐς ὕβριν, ἀλλ' ἐς γάμον. οὗτος ὁ γάμος Ῥωμαίοις ἀρχὴ παιδοποιΐας ἐγένετο.

2 Ῥωμύλος τῆς Φιδηναίων πόλεως ἀποσχὼν δέκα που στάδια κατεστρατοπέδευσε. νύκτωρ δὲ τοῦ χάρακος ἐξαγαγὼν τὴν δύναμιν τοὺς ἡμίσεις τῶν λόχων εἰς μέτωπον καταστήσας, τοὺς δὲ λοιποὺς ὀρθίους ἐκτάξας καὶ τοῖς ἡγεμόσιν ἐν ἀπορρήτῳ παραγγείλας ἃ χρὴ πράττειν, αὐτὸς ὀλίγους ἔχων εὐζώνους πελέκεις φέροντας τοῖς τείχεσι προσῆλθεν κελεύσας τὴν ἄλλην δύναμιν ἐφεδρεύειν ἐγγύθεν. ἤδη δὲ ὑπαυγαζούσης ἕω προσέταξε τὰς πύλας ἐκκόπτειν. τῶν δὲ Φιδηναίων τῇ παραλόγῳ τόλμῃ ταραχθέντων καὶ τὰς πύλας ἀνοιξάντων καὶ τοῖς πολεμίοις ἐμπεσόντων ἀσυντάκτως Ῥωμαῖοι μὲν ὑπεχώρουν, Φιδηναῖοι δὲ τοὺς κατὰ μέτωπον ὁρῶντες, τοὺς δὲ ὄπισθεν οὐ βλέποντες, τῶν ὁρωμένων καταφρονοῦντες ἐνέκειντο σφοδρῶς τούτων οἰόμενοι κρατήσειν. ἐπεὶ δὲ περαιτέρω προῆλθον, οἱ μὲν ἡγεμόνες τοὺς ὀρθίους λόχους ταῖς κατὰ μέτωπον ὑπέταξαν καὶ συγκαθίσαι παρήγγειλαν, ὅπως ὑπὸ τῶν πολεμίων μὴ βλέποιντο. τούτων δὲ γενομένων οἱ μὲν κατὰ μέτωπον φυγόντες περιῆλθον τοὺς ὀρθίους λόχους καὶ ἀντιπρόσωποι τοῖς διώκουσιν ἐγένοντο, οἱ δὲ συγκαθήμενοι διαναστάντες μετὰ βοῆς ἐμβάλλουσι τοῖς πολεμίοις ἀκμῆτες κεκμηκόσι. μετὰ τούτων δὲ συμβάλλουσι καὶ οἱ πεφευγέναι δοκοῦντες, καὶ Φιδηναίους ἐς φυγὴν τραπομένους ἀνελόντες τῆς πόλεως αὐτῶν ἐκράτησαν.

[4] ΝΟΥΜΑΣ

E Νουμᾶς Ῥωμαίους ἐκ πολέμου καὶ φόνου βουλόμενος μεταβαλεῖν ἐς εἰρήνην καὶ νόμους, ἀναχωρῶν τῆς πόλεως εἰς τέμενος ἱερὸν Νυμφῶν, ἐν τούτῳ μόνος διαιτώμενος ἐπὶ συχνὰς ἡμέρας ἐπανῄει παρὰ τῶν Νυμφῶν θεοπρόπια κομίζων, ἃ συνεβούλευεν ἡγεῖσθαι νόμους. τούτοις ἐπείθοντο Ῥωμαῖοι. ὅσαι μέχρι νῦν ἑορταὶ, θυσίαι, τελεταὶ, ἱερουργίαι, ταῦτα πάντα Νουμᾶς οἷα δὴ νόμους Νυμφῶν κατεστήσατο. δοκεῖν δὲ ἐμοὶ ζηλωτὴς ἐγένετο Μίνω καὶ Λυκούργου· καὶ γὰρ οὗτοι τοὺς νόμους, ὁ μὲν παρὰ Διὸς, ὁ δὲ παρὰ Ἀπόλλωνος μαθόντες ἢ μαθεῖν φάσκοντες ἔπεισαν αὐτοῖς χρῆσθαι, ὁ μὲν Κρῆτας, ὁ δὲ Λάκωνας.

[5] ΤΥΛΛΟΣ

E Τύλλος ἦρχε Ῥωμαίων παρατασσομένων Φιδηναίοις· Ῥωμαίους προδόντες Ἀλβανοὶ τὸ λαιὸν κέρας λιπόντες ἐς τὰ ὄρη παρεχώρουν. ἱππεὺς διὰ τάχους Τύλλῳ προσδραμὼν ἤγγειλε τὴν προδοσίαν. ὁ δὲ ἀνεβόησε μέγιστον· 'ἀλλὰ σὺ μὲν τὴν σαυτοῦ τάξιν φύλαττε, Ἀλβανοὶ δὲ ἀπίασι κυκλωσόμενοι τοὺς πολεμίους ἐμοῦ προστάξαντος'. τοῦτ' ἀκούσαντες Ῥωμαῖοι λαμπρὸν ἠλάλαξαν. οὐ μὴν οὐδὲ Φιδηναίους ἔλαθεν ἡ τῶν ἀλαλαξάντων χαρὰ, σπουδῇ δὲ καὶ τάχει φεύγειν ὥρμησαν ὑπ' Ἀλβανῶν κυκλωθῆναι φοβηθέντες.

[6] ΤΑΡΚΥΙΝΙΟΣ

E Ταρκυΐνιος Γαβίους πολιορκῶν χρόνῳ μακρῷ, μὴ δυνάμενος ἑλεῖν, τὸν νεώτατον τῶν παίδων Σέξστον πληγαῖς αἰκισάμενος αὐτόμολον ἔπεμψεν. οἱ δὲ τὸ σῶμα πικρῶς ᾐκισμένον ἰδόντες ἐδέξαντο πολλὰ καὶ μεγάλα ἐπαγγειλάμενον κατὰ τοῦ πατρός· ὧν τὰ πλεῖστα δράσας πιστὸς ἦν. ἐληΐζετο Ῥωμαίους, ἐς φυγὴν ἐτρέπετο, αἰχμαλώτους ἐλάμβανε, μάχας ἐνίκα πολλάς, ὥστε οἱ Γάβιοι θαυμάσαντες αὐτοκράτορα στρατηγὸν αὐτὸν ἀπεφήναντο. ὁ δὲ ἄγγελον κρύφα πέμψας τὸν πατέρα ἤρετο, τί δρᾶν κελεύοι· Ταρκυΐνιος δὲ, καὶ γὰρ ἔτυχεν ὁμιλῶν ἐν κήπῳ, τοὺς ὑψηλοτάτους μήκωνας ἀποκλάσας ἔφη πρὸς τὸν ἄγγελον 'φράζε μου τῷ παιδὶ ταὐτὸ πράττειν'. ὁ μὲν ἤγγειλεν, ὁ δὲ Σέξστος τῶν Γαβίων τοὺς προέχοντας διαφθείρας, οὕτω μηχανησάμενος ἐρημίαν καὶ ἀσθένειαν Γαβίοις τὴν πόλιν αὐτῶν παρέδωκε Ῥωμαίοις.

[7] ΚΑΜΙΛΛΟΣ

E Κάμιλλος Φαλερίοις ἐπολέμει. τῶν Φαλερίων παίδων ὁ διδάσκαλος προαγαγὼν αὐτοὺς ἔξω τείχους ὡς γυμνασομένους παρέδωκε Ῥωμαίοις, Κάμιλλος δὲ ἀσεβῆ τὴν τοῦ διδασκάλου προδοσίαν ἡγησάμενος προσέταξεν ὀπίσω τὼ χεῖρε αὐτοῦ περιαχθῆναι καὶ δεθῆναι καὶ τοῖς παισὶν ἐπέτρεψεν ἀπάγειν τὸν προδότην ὡς τοὺς πατέρας. Φαλέριοι τὸν μὲν διδάσκαλον αἰκισάμενοι κατέφθειραν, τοῦ δὲ Καμίλλου θαυμάσαντες τὴν εὐσέβειαν καὶ τὴν δικαιοσύνην σφᾶς αὐτοὺς ἄνευ μάχης παρέδωκαν· Κάμιλλος δὲ τοὺς πολλῷ χρόνῳ ἁλῶναι μὴ δυναμένους εὐσεβεῖ στρατηγήματι παρεστήσατο.

2 Κελτοὶ Βρέννου βασιλέως ἡγουμένου κατὰ κράτος τὴν Ῥώμην ἑλόντες ἑπτὰ μησὶ κατέσχον· Κάμιλλος τοὺς ἔξω τῆς πόλεως Ῥωμαίους συναγαγὼν ἐξήλασε Κελτοὺς καὶ τὴν πόλιν ἀνέστησε. πάλιν αὖ Κελτοὶ μετὰ τρία ἔτη καὶ δέκα εἰς τὴν Ῥώμην ἐμβαλεῖν τολμήσαντες ἐστρατοπεδεύσαντο περὶ τὸν Ἀνίωνα ποταμὸν ἐλάχιστον τῆς πόλεως ἀπέχοντα. Κάμιλλος αἱρεθεὶς πέμπτον δικτάτωρ καὶ τὴν στρατηγίαν ἀναλαβὼν πρὸς μὲν τὰς τῶν Κελτῶν μαχαίρας, αἷς καταφέροντες τὰς κεφαλὰς διέκοπτον, ἐκέλευσεν ἀντιχαλκεύσασθαι τὰ κράνη ὁλοσίδηρα καὶ λεῖα, ὅπως αἱ μάχαιραι ἀπολισθάνοιεν ἢ κατεάγνοιντο· τοῖς δὲ θυρεοῖς κύκλῳ περιήρμοσε λεπίδα χαλκῆν, τοῦ ξύλου τὰς πληγὰς μὴ στέγοντος. τοὺς δὲ στρατιώτας ἐδίδαξε τοῖς ξυστοῖς μακροῖς ἀπὸ χειρὸς χρῆσθαι καὶ τοῖς ξίφεσι τῶν πολεμίων σφᾶς αὐτοὺς ὑποβάλλοντας ἐκδέχεσθαι τὰς καταφοράς. ὅ τε γὰρ σίδηρος τῶν Κελτῶν μαλακὸς ὢν καὶ πονηρῶς ἐληλασμένος ἐκάμπτετο ταχέως, αἵ τε μάχαιραι αὐτῶν ἐδιπλοῦντο καὶ ἦσαν ἄχρηστοι πρὸς τὴν μάχην. οὕτως γέ τοι καὶ ῥᾳδίως ἡττηθέντες οἱ πλεῖστοι μὲν αὐτῶν ἔπιπτον, οἱ λοιποὶ δὲ φυγόντες ᾤχοντο.

[8] ΜΟΥΚΙΟΣ

E Τυρρηνοὶ Ῥωμαίοις ἐπολέμουν. Τυρρηνῶν βασιλεὺς ἦν Πορσίνας, Ῥωμαίων ἦρχε Ποπλικόλας τρίτον ὑπατεύων. Μούκιος Ῥωμαῖος ἀνὴρ, ἄριστος τὰ πολεμικὰ, Πορσίναν βουλόμενος ἀνελεῖν ἐς τὸ Τυρρηνικὸν στρατόπεδον ἦλθεν, ἐσθῆτα ἔχων Τυρρηνίδα καὶ τῇ φωνῇ τυρρηνίζων· καὶ δὴ παρελθὼν ἐπὶ τὸ βῆμα, τὸν βασιλέα τὸν Πορσίναν οὐκ εἰδὼς ὅστις ἦν, ὃν ᾠήθη μάλιστα τῶν καθεζομένων ἐοικέναι βασιλεῖ καὶ δὴ τοῦτον ἔκτεινε σπασάμενος τὸ ξίφος. συλληφθεὶς ὡμολόγησεν ὅστις ἦν. Πορσίνας μὲν δὴ ἔθυεν ἐπὶ τῇ σωτηρίᾳ τοῖς θεοῖς, Μούκιος δὲ τῆς ἐσχάρας πῦρ ἐχούσης ὑπερέσχε τὴν χεῖρα τὴν δεξιὰν καὶ τῆς χειρὸς καιομένης εἱστήκει τῷ Πορσίνᾳ διαλεγόμενος φαιδρῷ καὶ ἀτρέπτῳ τῷ προσώπῳ. ὡς δὲ Πορσίνας τὴν ἀρετὴν ὑπερεθαύμαζε, Μούκιος 'μηδαμῶς' ἔφη 'θαυμάσῃς· τριακόσιοι Ῥωμαῖοι τὴν αὐτὴν ἐμοὶ καρτερίαν ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν παραφυλάσσοντες τῆς σῆς ἀναιρέσεως'. Πορσίνας πιστεύσας τοῖς λεγομένοις καὶ φοβηθεὶς τὸν πόλεμον πρὸς Ῥωμαίους διελύσατο.

[9] ΣΥΛΛΑΣ

E Σύλλας ἐν τῷ συμμαχικῷ πολέμῳ τῶν [στρατιωτῶν αὐτοῦ] στρατηγικὸν ἄνδρα καὶ πρεσβευτὴν, Ἀλβῖνον, λίθοις καὶ ξύλοις διαχρησαμένων οὐκ ἐπεξῆλθεν, ἀλλὰ παρεῖδε τοὺς ἀποκτείναντας φάσκων ποιεῖν αὐτοὺς ἐν τούτῳ προθυμοτέρους ἐς τὸν πόλεμον ὡς ὀφείλοντας ὑπὲρ ἁμαρτήματος μεγάλου διὰ μεγάλης ἀνδραγαθίας ἀπολογήσασθαι. τοιγάρτοι καὶ ἐν ταῖς μάχαις πολλῷ γενναιότερον ἠγωνίσαντο, ὥστε καὶ λήθην ἐμποιῆσαι τῆς εἰς τὸν Ἀλβῖνον παρανομίας.

2 Σύλλας Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ περὶ Ὀρχομενὸν παρετάσσετο. ὁρῶν δὲ τοὺς Ῥωμαίους ἡττωμένους καὶ φεύγοντας αὐτὸς ἀποπηδήσας τοῦ ἵππου καὶ σημεῖον ἁρπάσας ὠθεῖτο διὰ τῶν φευγόντων ἐς τοὺς πολεμίους βοῶν 'ἐμοὶ μὲν ἐνταῦθα καλὸν, ὦ Ῥωμαῖοι, τελευτᾶν, ὑμεῖς δὲ τοῖς πυνθανομένοις, ποῦ προδεδώκατε Σύλλαν, μέμνησθε φράζειν ἐν Ὀρχομενῷ'. τοῦτον τὸν λόγον Ῥωμαῖοι καταιδεσθέντες ἀνέστρεψαν καὶ προθύμως ἐμβαλόντες ἐτρέψαντο τοὺς πολεμίους.

[10] ΜΑΡΙΟΣ

E Μάριος Κιμβρίων καὶ Τευτόνων ἐς τὴν Ἰταλίαν ἐμβαλόντων, ἀγρίων ἀνθρώπων, μεγάλων, τὰς ὄψεις ἀλλοκότων, θηριώδη τὴν φωνὴν ἐχόντων, ἐπὶ πλεῖστον ὅσον οὐ συνέβαλεν ἐς μάχην, ἀλλὰ ἐκώλυσε τοὺς στρατιώτας τοῦ χάρακος προϊόντας ἐμβάλλειν, πόρρωθεν [δ'] ἱσταμένους, ὁρῶντας τοὺς πολεμίους εἴθιζε τῆς μορφῆς αὐτῶν ἀνέχεσθαι καὶ τὴν φωνὴν ὑπομένειν καὶ τὴν ὄψιν χειροήθη ποιεῖσθαι. οὕτως ἄρα οἱ στρατιῶται τὸ θάμβος τῶν βαρβάρων ἐκλύσαντες κατεφρόνησαν αὐτῶν καὶ τὸν Μάριον αὐτοὶ παρεκάλουν ἐξάγειν αὐτοὺς ἐπὶ τὴν μάχην· καὶ δὴ συμβαλόντες δέκα μυριάσι τῶν πολεμίων τοὺς μὲν ἔκτειναν, τοὺς δὲ ζῶντας ἔλαβον.

2 Μάριος Τεύτοσι καὶ Κιμβρίοις μέλλων συμβάλλειν ἐν ὑπωρείαις ἀνωμάλοις Μάρκελλον διὰ νυκτὸς ἐκέλευσε τρισχιλίους ὁπλίτας ἄγοντα δι' ἀβάτων ὁρῶν περιελθόντα κατὰ νώτου τῶν πολεμίων γενέσθαι. ἐπεὶ δὲ συνέβαλε, παράγγελμα τοῖς στρατιώταις ἔδωκεν, ἐκ τῶν ἀνωμάλων ἠρέμα ὑποβαίνειν ἐς τὸ πεδίον, ὅπως οἱ πολέμιοι φεύγειν αὐτοὺς οἰόμενοι διώκειν ἐγχειροῖεν καὶ οὕτως ἐς τὸ ὁμαλὸν κατέλθοιεν. ὡς δὲ κατῆλθον, κατὰ προσώπου μὲν οἱ περὶ τὸν Μάριον, κατὰ νώτου δὲ οἱ περὶ τὸν Μάρκελλον συρρήξαντες κατέκοψαν τοὺς πολεμίους καὶ νίκην λαμπροτάτην ἐνίκησαν.

3 Μάριος Κιμβρίοις συμβαλὼν ἀπὸ χειμερίων τόπων ὡρμημένοις ἠπίστατο κρύος μὲν καὶ χιόνα φέρειν δυναμένους, καῦμα δὲ καὶ ἥλιον οὐδαμῶς. ἦν μὲν δὴ μὴν Αὔγουστος. Μάριος δὲ κατὰ νώτου τῶν πολεμίων προκατελάβετο τῆς μάχης τὸν τόπον. οἱ βάρβαροι δὲ ἐπιστραφέντες, κατὰ προσώπου τὸν ἥλιον ἔχοντες, ἀντιλάμπουσαν τὴν αὐγὴν οὐ φέροντες, ὑπὸ τοῦ θάλπους ἱδρῶτα πολὺν μετὰ ἄσθματος ἀφιέντες τοὺς μὲν θυρεοὺς προεβάλοντο πρὸ τῶν προσώπων τὴν ἀκμὴν τοῦ ἡλίου μὴ φέροντες, τὰ δὲ σώματα αὐτῶν γυμνούμενα τιτρώσκοντες οἱ Ῥωμαῖοι κατέκοψαν. πίπτουσι τῶν βαρβάρων δωδεκάκις μύριοι, ἁλίσκονται ζῶντες ἑξάκις μύριοι.

[11] ΜΑΡΚΕΛΛΟΣ

E Μάρκελλος Συρακούσας πολιορκῶν ὑπὸ τῶν τοῦ Ἀρχιμήδου μηχανημάτων ἡσσώμενος προσβάλλειν μὲν οὐκέτι τοῖς τείχεσιν ἐθάρσει, χρόνῳ δὲ τὴν πολιορκίαν ἐπέτρεψε. καὶ δὴ μετὰ πολὺ Δάμιππον Σπαρτιάτην Συρακουσῶν ἐκπλέοντα ἑλὼν αἰχμάλωτον ἔμαθε παρὰ τούτου πύργον εἶναι τοῦ τείχους φυλασσόμενον ἀμελῶς, δυνάμενον ἄνδρας δέξασθαι συχνοὺς, τοῦ τείχους ἐπιβατοῦ ὄντος. πρὸς δὴ τὸ ὕψος αὐτοῦ συμμέτρους κλίμακας κατασκευάσας Μάρκελλος, Συρακουσίων ἑορτὴν ἀγόντων Ἀρτέμιδι καὶ περὶ μέθην καὶ παιδιὰν ἐχόντων, τόν τε πύργον κατέσχε καὶ κύκλῳ τὸ τεῖχος ὅπλων ἐπλήρωσε καὶ πρὸ τῆς ἕω τὰ Ἑξάπυλα διακόψας κατέσχε τὴν πόλιν. οἱ μὲν στρατιῶται γενναίως ἀγωνισάμενοι τῆς πόλεως ἁρπαγὴν ᾐτήσαντο· οὐ μὴν ἔδωκε Μάρκελλος, ὅτι μὴ ἀπὸ μόνων ἀνδραπόδων καὶ χρημάτων ὠφελεῖσθαι, τῶν δὲ ἱερῶν καὶ τῶν ἐλευθέρων σωμάτων ἀπέχεσθαι προσέταξεν.

[12] ΑΤΙΛΙΟΣ

E Ἀτίλιος ἁλοὺς ὑπὸ Καρχηδονίων ὤμοσεν αὐτοῖς, ἢν ἀφεθῇ, πεῖσαι ἂν τὴν σύγκλητον διαλύσασθαι τὸν πόλεμον, μὴ πείσας δὲ ὡς αὐτοὺς ἀναστρέψαι. ἀφικόμενος ἐς Ῥώμην τοὐναντίον ἔπεισε τὴν σύγκλητον τότε δὴ καὶ μᾶλλον πολεμεῖν Καρχηδονίοις ὡς ἀπαγορεύουσι καὶ τὰ τῆς ἀσθενείας αὐτῶν ἀπόρρητα καὶ ὃν τρόπον εἶεν ἁλώσιμοι προηγόρευσε. τῆς δὲ συγκλήτου παρακαλούσης αὐτὸν μένειν καὶ τὸν ἐν ταῖς ἀνάγκαις ὅρκον ἀνώμοτον ἡγεῖσθαι, περιπλεκομένων τέκνων, γυναικὸς, φίλων, συγγενῶν, οὐχ ὑπέμεινε παραβῆναι τὸν ὅρκον, πλεύσας δὲ ὡς τοὺς Καρχηδονίους ἀνήγγειλεν αὐτοῖς τό τε αὑτοῦ στρατήγημα καὶ τὴν Ῥωμαίων γνώμην. οἱ δὲ καθείρξαντες αὐτὸν εἰς γαλεάγραν, αἰκίσαντες χρόνῳ μακρῷ, βασανίσαντες ἔκτειναν.

[13] ΓΑΙΟΣ

E Γάϊος παράγγελμα ἔδωκε τοῖς ἐν τῷ στρατοπέδῳ μένειν ἐπὶ τῶν ὅπλων. ἐπεὶ δὲ ὥρᾳ θέρους υἱὸς αὐτοῦ τὸν ἵππον διψῶντα ἤγαγεν ἐπὶ ποταμὸν παραρρέοντα, προσέταξεν ἀφελεῖν αὐτοῦ τὴν κεφαλὴν ὡς οὐ πεισθέντος τῷ παραγγέλματι. τούτῳ τῷ ἔργῳ τοὺς στρατιώτας ἐδίδαξε μηδέποτε παρακοῦσαι παραγγέλματος.

[14] ΦΑΒΙΟΣ

E Φάβιος ἐν τῷ πρὸς Ἀννίβαν πολέμῳ μὴ παρατασσόμενος κακῶς ἤκουεν ἐν τῇ συγκλήτῳ. τοῦ δὲ υἱοῦ παρακαλοῦντος ἀποτρίψασθαι τὴν ἀδοξίαν, ἐπέδειξεν αὐτῷ μέρος ἕκαστον τῆς φάλαγγος. ἐνίων δὲ οὐκ ἐρρωμένως ἐχόντων 'ὁρᾷς' ἔφη 'ὡς οὐ καλὸν συμβαλόντας ἀποκυβεῦσαι περὶ τῶν ὅλων· πολλάκις γὰρ ὅλη μὲν ἡ φάλαγξ οὐκ εἴληφεν ἀγῶνος πεῖραν, κατὰ μέρος δὲ τὸν ἔμπειρον οὐκ ἔλαθεν ἡττᾶσθαι δυναμένη. τοιγάρτοι συμβουλεύω μὴ συμβαλεῖν, ἀλλ' ἕπεσθαι τὰς ὑπωρείας κατέχοντα καὶ τὰς πόλεις ἀφιστάντα'. ταῦτα λέγων καὶ πράσσων ἐν μὲν τῷ παραυτίκα ἐνομίσθη δειλὸς, ὕστερον δὲ ἄλλων πολλὰς δυνάμεις ἀπολλύντων πάλιν οἱ Ῥωμαῖοι κατέφυγον ἐπὶ Φάβιον καὶ τὴν αὐτοῦ στρατηγίαν, ὥστε καὶ δικτάτωρ ἀπεδείχθη καὶ Μάξιμος ἀνηγορεύθη· τοῦτο δ' ἂν εἴη Μέγιστος.

2 Φάβιος ἐπεκλήθη Μέγιστος, Σκιπίων Μέγας· ἐζηλοτύπει τῆς δόξης ὁ Σκιπίων τὸν Φάβιον, ὥστε καὶ ἤρετο· 'τί δή ποτε σὺ μὲν διατηρήσας μόνον τὰ στρατόπεδα κληΐζῃ Μέγιστος, ἐγὼ δὲ Μέγας ὁ συμβαλὼν κατὰ στόμα καὶ νικήσας Ἀννίβαν;' Φάβιος ἔφη 'ἀλλ' εἰ μὴ ἐγώ σοι διεφύλαξα τοὺς στρατιώτας, οὐκ ἂν ἔσχες μεθ' ὧν μαχόμενος νικήσεις'.

3 Φάβιος εἷλε τὴν Ταραντίνων πόλιν Ἀννίβου συμμαχοῦντος αὐτοῖς δόλῳ καὶ τέχνῃ. στρατιώτης Ταραντῖνος ἦν παρὰ Φαβίῳ. τούτου τῆς ἀδελφῆς καλῆς οὔσης ἐν Τάραντι Βρέττιος ἤρα ἀνὴρ ὑπὸ Ἀννίβου τὰ τείχη φυλάττειν πεπιστευμένος. τοῦτο μαθὼν Φάβιος τὸν Ταραντῖνον στρατιώτην ἐσέπεμψε πρὸς τὴν ἀδελφήν. ὁ δὲ δι' αὐτῆς τὸν Βρέττιον φίλον ποιησάμενος ἔπεισε τὰ Ῥωμαίων φρονεῖν, ὥστε καὶ συνθέμενος ὁ Βρέττιος ἔδειξε, καθ' ὃ μέρος χρὴ προσβαλεῖν τοῖς τείχεσι. Φάβιος κλίμακας προσθεὶς ἐπαναβὰς κατὰ κράτος αἱρεῖ τὴν πόλιν. ἐπὶ τούτῳ μάλιστα πάντων ἐθαυμάσθη στρατηγήματι κρατήσας Ἀννίβου τοῦ τέχναις καὶ δόλοις τὰ πλεῖστα νικῶντος.

[15] ΚΟΙΝΤΟΣ

E Κόιντος Φάβιος τὸν υἱὸν αἱρεθῆναι στρατηγὸν βουλόμενος αὐτὸς ἤδη γεγηρακὼς ἐδεῖτο Ῥωμαίων μηδαμῶς αὐτῷ δοῦναι τὴν ἀρχὴν, ἵνα μὴ ἀναγκάζοιτο συναποδημεῖν ἐπὶ τὸν πόλεμον ἐν γήρᾳ μακρῷ· οἱ δὲ νομίσαντες ἄμεινον ἕξειν τὰ τῆς πόλεως τούτου παρόντος ἐψηφίσαντο τὸν νεανίσκον ἄρχοντα. ὁ δὲ Φάβιος οὐ συναπεδήμησεν, ἵνα μὴ παρέληται τὸν υἱὸν τὴν δόξαν τῆς ἀρχῆς.

[16] ΣΚΙΠΙΩΝ

E Σκιπίων ἐν Ἰβηρίᾳ μαθὼν, ὡς τὸ τῶν πολεμίων στρατόπεδον ἄσιτον ἀφίκοιτο ἐς τὴν μάχην, ἐμήκυνεν ἐξάγων καὶ παρατάσσων τὴν αὑτοῦ φάλαγγα. ἀμφὶ δὲ ὥραν ἑβδόμην πιεζομένοις ἤδη λιμῷ καὶ δίψει συμβαλὼν ῥᾳδίως ἐκράτησεν.

2 Σκιπίων τοῦ στρατοπέδου τὰς πόρνας ἐξήλασε κελεύσας ἐς πόλιν ἀπιέναι πανηγυρίζουσαν. προσέταξε δὲ ἀποπέμψασθαι κλίνας, τραπέζας, ἐκπώματα καὶ σκεύη πάντα πλὴν χύτρας καὶ ὀβελίσκου καὶ ποτηρίου, ἀργυροῦν δὲ ἔκπωμα μὴ ἔχειν πλέον δικοτύλου, καὶ λούεσθαι μηδένα, τῶν δὲ ἀλειφομένων ἕκαστον τρίβειν ἑαυτόν, τὰ γὰρ ὑποζύγια δεῖσθαι τῶν τριβόντων· ἀριστᾶν δὲ ὀρθοὺς ἄπυρον ὄψον, δειπνοῦντας δὲ προσφέρεσθαι καὶ κρέας ὀπτὸν ἢ ἑφθόν· ἱματίῳ δὲ χρῆσθαι σισύρᾳ Γαλατικῇ. καὶ πρῶτος ἐνεπορπήσατο σισύραν μέλαιναν, τοῖς δὲ στρατηγοῖς ἐπὶ στιβάδος ἀνακείμενος ἑωρᾶτο φάσκων πενθεῖν τὴν τοῦ στρατεύματος ἀσωτίαν καὶ μαλακίαν.

3 Σκιπίων στρατιώτην ἰδὼν χάρακα κομίζοντα 'θλίβεσθαί μοι δοκεῖς' εἶπεν 'ὦ συστρατιῶτα'. τοῦ δὲ 'καὶ πάνυ' φήσαντος, 'εἰκότως' ἐν γὰρ τῷ ξύλῳ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχεις, οὐκ ἐν τῇ μαχαίρᾳ.'

4 Σκιπίων στρατιώτην ἰδὼν μέγα φρονοῦντα ἐπὶ θυρεῷ κεκοσμημένῳ 'αἰσχρὸν' ἔφη 'Ῥωμαῖον ἄνδρα τῇ ἀριστερᾷ χειρὶ μᾶλλον ἢ τῇ δεξιᾷ πιστεύειν'.

5 Σκιπίων ὑπὸ τοῦ δήμου θορυβούμενος 'ἐμὲ' ἔφη 'οὐδὲ στρατιωτῶν ἐνόπλων ἀλαλαγμὸς ἐξέπληξεν, οὔτι γε συγκλύδων ἀνθρώπων θόρυβος, ὧν οἶδά γε τὴν Ἰταλίαν μητρυιὰν, οὐ μητέρα'. τούτῳ τῷ λόγῳ συνεστάλησαν καὶ τοῦ θορυβεῖν ἐπαύσαντο.

6 Σκιπίων δορυάλωτον λαβὼν ἐν Ἰβηρίᾳ πόλιν Οἴνυσσαν, ὡς οἱ λαφυραγωγοὶ παρθένον ἤγαγον κάλλους ὑπερφυῶς ἔχουσαν, τὸν πατέρα αὐτῆς ἀναζητήσας ἐχαρίσατο αὐτῷ τὴν θυγατέρα. τοῦ δὲ δῶρα προσκομίσαντες, ὁ δὲ καὶ ταῦτα συνεδωρήσατο προῖκα φήσας ἐπιδιδόναι τῇ κόρῃ. ὅσαι δὲ καὶ ἄλλαι γυναῖκες τῶν εὖ γεγονότων ἢ θυγατέρες ἢ παῖδες ὥραν ἔχοντες ἑάλωσαν, τούτοις ἐπέστησε δύο Ῥωμαίων σωφρονεστάτους ἐκ τῶν πρεσβυτέρων, οἳ θεραπευτῆρες καὶ χορηγίαν ἔνεμον τοῖς αἰχμαλώτοις κατὰ τὴν ἀξίαν αὐτῶν. Σκιπίωνος ἡ σωφροσύνη πολλὰς πόλεις Ἰβηρικὰς Ῥωμαίοις φίλας καὶ συμμάχους ἑκούσας ἐποίησεν.

7 Σκιπίων Σόφακα τὸν Μασαισυλίων βασιλέα σύμμαχον ποιησάμενος διέβαλεν εἰς Σικελίαν. Ἀσδρούβας θυγατέρα παρθένον ἔχων, θαυμαστὴν τὸ κάλλος, ἐκδώσειν ὑπέσχετο τῷ Σόφακι τῆς Ῥωμαίων συμμαχίας ἀποστάντι. ὁ δὲ γήμας τὴν κόρην προσέθετο Καρχηδονίοις καὶ παραχρῆμα ἐπέστειλε Σκιπίωνι ἀπαγορεύων ἐπιβῆναι Λιβύης. Σκιπίων εἰδὼς Ῥωμαίους ἐπὶ τῇ Σόφακος συμμαχίᾳ μέγα φρονοῦντας, εἰ δὲ μάθοιεν προστεθειμένον τοῖς πολεμίοις οὐκ ἂν τολμήσαντας εἰς Λιβύην διαβαίνειν, ἐκκλησίαν αὐτῶν συναγαγὼν ἐς τοὐναντίον μετεποίησε τὰ γράμματα τοῦ Σόφακος ὡς καλοῦντος Ῥωμαίους ἐπὶ τὴν Λιβύην καὶ ὡς θαυμάζοντος, ὅτι καὶ νῦν βραδύνοιεν, καὶ ὡς δέον μὴ ἐκλύειν αὐτοῦ τὴν ἀκμὴν τῆς συμμαχίας. τοιαῦτα εἰπὼν ὁρμὴν καὶ θάρσος τοῖς Ῥωμαίοις ἐνεποίησεν· οἱ δὲ εὐθὺς ἡμέραν ᾔτησαν, καθ' ἣν διαπλεῦσαι προσήκοι.

8 Σκιπίων κατασκόπους Καρχηδονίων τρεῖς συλληφθέντας, νόμου Ῥωμαίων κελεύοντος πολεμίων κατασκόπους ἀναιρεῖσθαι, τοῦτο μὲν οὐκ ἐποίησε, προσέταξε δ' αὐτοῖς περιελθεῖν τὴν στρατιὰν ἅπασαν. οἱ δὲ ἰδόντες Ῥωμαίους τοὺς μὲν βάλλοντας, τοὺς δὲ ἀκοντίζοντας, τοὺς δὲ πηδῶντας, τοὺς δὲ ὅπλα ἐπισκευάζοντας, τοὺς δὲ ξίφη ἀκονῶντας πάλιν ἤχθησαν ἐπὶ τὸν Σκιπίωνα. ὁ δὲ δοὺς ἄριστον αὐτοῖς 'ἀπαγγείλατε', εἶπεν, 'ἃ τεθέασθε πρὸς τὸν πέμψαντα ὑμᾶς'. οἱ δὲ ἐπανελθόντες τῷ τε Ἀννίβᾳ καὶ τοῖς ἄλλοις Καρχηδονίοις ταῦτα ἀπαγγείλαντες ἐξέπληξαν αὐτοὺς καὶ τῇ Ῥωμαίων παρασκευῇ καὶ τῇ Σκιπίωνος μεγαλοψυχίᾳ.

[17] ΠΟΡΚΙΟΣ

E Πόρκιος Κάτων ἐνέβαλεν εἰς τὴν Ἰβήρων· ἐκ δὲ τῶν πόλεων ἁπασῶν ἧκον πρεσβευταὶ σφᾶς αὐτοὺς ἐγχειρίζοντας αὐτῷ τε καὶ Ῥωμαίοις. ὁ δὲ προσέταξεν αὐτοῖς ἀγαγεῖν ὅμηρα ἐπὶ ὥραν ὡρισμένην. ἐπεὶ δὲ ἤγαγον, ἑκάστης πόλεως δυσὶν ἀνδράσι μίαν ἐπιστολὴν ἔδωκε κελεύσας ἅπαντας κατὰ τὴν αὐτὴν ἡμέραν ἐπανελθόντας τοῖς πολίταις ἀναγνῶναι. ἐπεὶ δὲ ἐπανῆλθον, ἀνέγνωσαν τὰ γεγραμμένα 'κατασκάψατε τὰ τείχη σήμερον'. ἑκάστη τοίνυν πόλις καιρὸν οὐκ ἔχουσα πρὸς τὰς πλησίον πόλεις διαπέμψασθαι, φοβούμενοι δὲ ἕκαστοι, μὴ τῶν ἄλλων ὑπακουσάντων αὐτοὶ μόνοι μὴ πεισθέντες ἐξανδραποδισθῶσιν, οὕτως ὁμοῦ πάντες Ἴβηρες τὰ τείχη κατέσκαψαν ἡμέρᾳ μιᾷ.

[18] ΔΑΥΝΟΣ

E Δαῦνος Διομήδους ἐν Ἰταλίᾳ τελευτήσαντος ἐπιτάφιον ἀγῶνα ποιῶν πρώτῃ μὲν ἡμέρᾳ τῶν Ἑλλήνων ὡπλισμένων πομπὴν ἔπεμψε, δευτέρᾳ δὲ τῶν βαρβάρων· καὶ δὴ συνέταξε τοῖς βαρβάροις χρήσασθαι παρὰ τῶν Ἑλλήνων τὰ ὅπλα. οἱ δὲ χρήσαντες ὑπὸ τῶν βαρβάρων τοῖς ἰδίοις ὅπλοις ἀπώλοντο.

[19] ΤΙΤΟΣ

E Τίτον αἰχμάλωτον λαβὼν Κλεώνυμος λύτρα ἐπράττετο δύο πόλεις, Ἐπίδαμνον καὶ Ἀπολλωνίαν· ὁ τοῦ Τίτου πατὴρ οὐκ ἔδωκεν, ἀλλὰ σώζειν αὐτὸν ἐκέλευσε. Τίτος εἴδωλον αὑτοῦ κατασκευάσας καθεύδοντος ἐν τῷ οἴκῳ κατέθηκε καὶ αὐτὸς μὲν ἐπιβὰς ἀκατίου λαθὼν ἔφυγεν, οἱ δὲ φύλακες τὸ εἴδωλον ἐφύλαττον.

[20] ΓΑΙΟΣ

E Γάϊος περὶ τὴν Τυνδαρίδα Καρχηδονίων ἐφορμούντων ὀγδοήκοντα ναυσὶν, αὐτὸς ἔχων διακοσίας τριήρεις, ἐπειδὴ οἱ πολέμιοι διὰ τὸ πλῆθος τῶν νεῶν οὐκ ἀντανήγοντο, τῶν ἑκατὸν τοὺς ἱστοὺς καταθέμενος, τῶν λοιπῶν ἐκπετάσας τὰ ἱστία καὶ διὰ τούτων ἀποκρυπτόμενος τὰς ἄλλας κάλοις ἐξηρτημένας ἐπέπλευσεν. οἱ δὲ Καρχηδόνιοι νομίσαντες ἴσας εἶναι τὰς ναῦς τῷ πλήθει τῶν φαινομένων ἱστίων θαρρήσαντες πρὸς τὸν κίνδυνον ὥρμησαν· Γάϊος πολλαῖς πρὸς ὀλίγας ἀγωνισάμενος ῥᾳδίως ἐνίκησεν.

[21] ΠΕΙΝΑΡΙΟΣ

E Πεινάριος φρούραρχος Ἐνναίων ἀποστάντων τῆς Ῥωμαίων συμμαχίας καὶ τὰς κλεῖς τῶν πυλῶν ἀπαιτούντων 'ἐὰν ὁ δῆμος ἅπας' ἔφη 'αὔριον εἰς ἐκκλησίαν συνελθὼν τοῦτο ψηφίσηται, πεισθήσομαι τῷ ψηφίσματι'. οἱ μὲν τῆς ὑστεραίας ἐς τὸ θέατρον συνελέγησαν, ὁ δὲ νύκτωρ ὑπὸ τὴν ἀκρόπολιν πολλοὺς στρατιώτας ἐφεδρεύειν ἔταξεν ὑπερδεξίους, ἄλλους δὲ περιστῆναι τὸ θέατρον καὶ τὰς διόδους, παραφυλάττοντας τὸ σημανθησόμενον. οἱ μὲν Ἐνναῖοι συνελθόντες τὴν ἀπόστασιν ἐψηφίζοντο· τοῦ δὲ φρουράρχου σημήναντος οἱ στρατιῶται οἱ μὲν ἄνωθεν ἀφιέντες τὰ βέλη, οἱ δὲ κατὰ τὰς διόδους προσπεσόντες καὶ σπασάμενοι τὰς μαχαίρας τὸν δῆμον κατέκοψαν, ὥστε σωρηδὸν ἐπ' ἀλλήλοις ἔπιπτον ἅπαντες πλὴν ὀλίγων, ὅσοι κατὰ τῶν τειχῶν αὑτοὺς καθῆκαν ἢ δι' ὑπονόμων ἔλαθον ἐκπεσόντες.

[22] ΣΕΡΤΩΡΙΟΣ

E Σερτώριος, ἐν Ἰβηρίᾳ νεβρὸν ἐλάφου λευκῆς παρὰ κυνηγῶν δῶρον λαβὼν ἔθρεψε καὶ τιθασσὸν ἐποίησεν, ὥστε προϊόντι μὲν εἵπετο, ἐπὶ τὸ βῆμα δὲ ἀναβαίνοντι συνανέβαινεν καὶ δικάζοντι τὸ στόμα προσέφερεν. ἔπεισε δὴ τοὺς βαρβάρους, ὡς ἄρα τὸ ζῷον ἱερὸν Ἀρτέμιδος, καὶ ἡ θεὸς δι' αὐτοῦ προλέγοι πάντα αὐτῷ τὰ μέλλοντα καὶ σύμμαχος ἐν τοῖς πολέμοις γίγνοιτο. ὅσα γε μὴν ὑπὸ κατασκόπων ἀπόρρητα ἠγγέλλετο ἀποκρυπτόμενος αὐτοὺς προέλεγεν ὡς διὰ τῆς νεβροῦ μανθάνων παρὰ τῆς θεοῦ, πολεμίων ἐφόδους, ἐνέδρας, αἰφνιδίους καταδρομάς· τούτων ἄγγελον ἔφασκεν ἔχειν τὴν νεβρόν. ὅσαι δὲ καὶ νίκαι πολέμων ἠλπίζοντο, καὶ ταῦτα διὰ τῆς νεβροῦ μανθάνειν παρὰ τῆς θεοῦ φάσκων ἐξέπλησσε τοὺς βαρβάρους καὶ προσεκυνεῖτο, καὶ πάντες αὐτῷ προσέφευγον ὡς δαιμονιωτέραν ἰσχὺν ἔχοντι.

[23] ΚΑΙΣΑΡ

E Καῖσαρ ὡς Νικομήδη πλέων περὶ Μαλέαν ὑπὸ λῃστῶν ἥλω Κιλίκων. οἱ μὲν ᾔτησαν λύτρα μεγάλα, ὁ δὲ τὰ διπλάσια ἐπηγγείλατο. κατέσχον ἐς Μίλητον καὶ τειχῶν ἔξω προσωρμίσαντο. Καῖσαρ Ἐπικράτη Μιλήσιον οἰκέτην πέμπει πρὸς Μιλησίους παρακαλῶν χρήματα ἐπιδανεῖσαι· οἱ δὲ παραχρῆμα ἔπεμψαν. Ἐπικράτης ἐντολὴν ἔχων παρὰ Καίσαρος μετὰ τῶν χρημάτων παρασκευὴν εὐωχίας μεγάλης κομίζει καὶ ὑδρίαν πλήρη ξιφῶν καὶ οἶνον μανδραγόρᾳ κεκερασμένον. Καῖσαρ διπλᾶ τὰ λύτρα τοῖς λῃσταῖς ἀπαριθμήσας προὔθηκεν αὐτοῖς τὴν εὐωχίαν, οἱ δὲ ὑπερχαίροντες τῷ πλήθει τῶν χρημάτων ὥρμησαν ἀνέδην εὐωχεῖσθαι καὶ τὸν οἶνον πεφαρμακωμένον πιόντες ἀπεκοιμήθησαν. Καῖσαρ καθεύδοντας ἀναιρεθῆναι κελεύσας παραυτίκα τοῖς Μιλησίοις ἀπέδωκε τὰ χρήματα.

2 Καῖσαρ ἐν Γαλατίᾳ προσῄει ταῖς Ἄλπεσιν. ἠγγέλη στρατόπεδα τῶν ὀρείων βαρβάρων τὰς παρόδους φυλάττειν. ὁ δὲ τὴν φύσιν τῶν Ἄλπεων παρεφύλαξε. τοῦ ὄρους κάτω ποταμοὶ πολλοὶ διαρρέουσι καὶ πολλὰ ἕλη βαθύνεται· ἀπὸ τούτων ὁμίχλη ἐξαίρεται πολλὴ (καὶ ἅμα αὐγῆς) ἀρχομένης ἕω. κατὰ τήνδε τὴν ὥραν Καῖσαρ μέρος ἥμισυ τῆς στρατιᾶς ἀγαγὼν κύκλῳ τὸ ὄρος περιήρχετο. οἱ μὲν δὴ βάρβαροι τῆς ὁμίχλης ἐπισκοτούσης οὐδὲν ὁρῶντες ἡσύχαζον, ὁ δὲ ὑπὲρ κορυφῆς τῶν πολεμίων γενόμενος ἠλάλαξεν. οἱ δὲ ἡμίσεις κάτωθεν ἀντηλάλαξαν, καὶ τὰ ὄρη πανταχόθεν συνεπηχήσαντα ἀμήχανον δεῖμα ἐνέβαλε τοῖς βαρβάροις. οἱ μὲν αὐτίκα φεύγοντες ᾤχοντο· Καῖσαρ ἀμαχεὶ τὰς Ἄλπεις ὑπερέβαλεν.

3 Καῖσαρ Ἑλουηττίοις ἐπολέμει. οὗτοι μοῖρα Γαλατῶν· καὶ Ῥωμαίοις ἐπῄεσαν τριάκοντα μυριάδες, ὧν εἴκοσι τὸ μάχιμον ἦσαν. Καῖσαρ ἀεὶ μίαν ἡμέραν ὑπανεχώρει· οἱ βάρβαροι ταύτῃ καὶ πλέον θαρροῦντες ἐδίωκον. ἐπεὶ δὲ ποταμὸν Ῥοδανὸν διαβαίνειν ἔμελλον, οὐ πρὸ πολλοῦ ὁ Καῖσαρ ἐστρατοπεδεύσατο. τῶν δὲ βαρβάρων τραχὺν ποταμὸν σὺν πόνῳ πολλῷ διαβάντων οὐ πάντων, ἀλλὰ τρισμυρίων, τῆς ὑστεραίας τῶν λοιπῶν διαβαίνειν μελλόντων, οἱ μὲν διαβάντες παρὰ ταῖς ὄχθαις ἀνεπαύοντο κεκμηκότες, Καῖσαρ δὲ νύκτωρ ἐπιφανεὶς κατέκοψε πάντας ἀναχωρῆσαι διὰ τὸν ποταμὸν οὐκ ἔχοντας.

4 Καῖσαρ Γερμανῶν ἐπιόντων οὐ θαρρῶν συνάψαι μάχην, ὁπότε ἔγνω τοὺς παρ' αὐτοῖς μάντεις προειρηκότας πρὸ νέας σελήνης ἀπέχεσθαι μάχης, τότε τὴν αὑτοῦ στρατιὰν ἐπήγαγεν ὡς ἀθυμότερον διὰ τὴν μαντείαν μαχουμένοις. καὶ δὴ ἀρίστῳ καιρῷ χρησάμενος λαμπρῶς Γερμανοὺς ἐνίκησεν.

5 Καῖσαρ ἐν Βρεττανίᾳ ποταμὸν μέγαν ἐπεχείρει περαιοῦσθαι. βασιλεὺς Βρεττανῶν Κασοελλαῦνος ἀνεῖργε μετὰ πολλῶν ἱππέων καὶ ἁρμάτων· Καίσαρι μέγιστος ἐλέφας εἵπετο, ζῷον Βρεττανοῖς οὐχ ἑωραμένον. τοῦτον σιδηραῖς φολίσιν ὀχυρώσας καὶ πύργον ἐπ' αὐτοῦ μέγαν ὑψώσας καὶ τοξότας καὶ σφενδονήτας ἐπιστήσας ἐκέλευσεν ἐς τὸ ῥεῦμα ἐμβαίνειν· Βρεττανοὶ δὲ ἐξεπλάγησαν ἀόρατον καὶ ὑπερφυὲς θηρίον ἰδόντες. περὶ γὰρ τῶν ἵππων τί χρὴ καὶ γράφειν; ὅπου καὶ παρ' Ἕλλησιν, ἢν καὶ γυμνὸν ἐλέφαντα ἴδωσιν, ἵπποι φεύγουσι· πυργοφόρον δὲ καὶ ὡπλισμένον, βέλη καὶ σφενδόνας ἐξαφιέντα οὐδὲ ἰδεῖν τὴν ὄψιν ὑπέμειναν. Βρεττανοὶ μὲν δὴ αὐτοῖς ἵπποις καὶ ἅρμασιν ἔφευγον, Ῥωμαῖοι δὲ ἀκινδύνως τὸν ποταμὸν διέβησαν ἑνὶ ζῴῳ τοὺς πολεμίους φοβήσαντες.

6 Καῖσαρ πυθόμενος Κικέρωνα ὑπὸ Γαλατῶν πολιορκούμενον ἀπαγορεύειν ἔπεμψε στρατιώτην (ἀκοντίσαι) κελεύσας ἐπιστολὴν προσδήσαντα τῇ λόγχῃ νύκτωρ βαλεῖν ὑπὲρ τὸ τεῖχος. ὁ μὲν ἠκόντισεν, οἱ δὲ τειχοφύλακες εὑρόντες ἐκόμισαν Κικέρωνι. ἀνέγνω δὴ 'Καῖσαρ Κικέρωνι θαρρεῖν. προσδέχου βοήθειαν.' μετ' ὀλίγον ἐφάνη καπνὸς καὶ κονιορτὸς Καίσαρος τὴν χώραν πορθοῦντος, ὥστε αὐτίκα τὴν πολιορκίαν διακόψας οὐ μόνον ἀνεσώσατο Κικέρωνα, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας ἐτίσατο.

7 Καῖσαρ ἑπτακισχιλίους ἔχων ἐπολέμει Γαλάταις. ἐμποιῆσαι δόξαν βουλόμενος, ὡς καὶ τῶν ὄντων ὀλιγωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον ἐκέλευσε τειχίζειν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλαβόμενος ἐν τούτῳ μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο. προῆλθον ἱππεῖς ὀλίγοι τοῦ χάρακος ἐκκαλούμενοι τοὺς βαρβάρους. οἱ δὲ κατασκιρτῶντες τῆς ὀλιγότητος τῶν ἱππέων ἐπῆλθον τῷ χάρακι· οἱ μὲν ἔχουν τὰς τάφρους, οἱ δὲ ἀνέσπων τὰ σταυρώματα. ἐν τούτῳ σημαίνει μὲν ἡ σάλπιγξ, ὁμοῦ δὲ συνεξώρμησαν ἐκ μὲν τοῦ χάρακος ἀντίοι πεζοὶ, ἀπὸ δὲ τοῦ ὑπερδεξίου μετὰ Καίσαρος ἱππεῖς κατὰ νώτου, ὥστε ἐν μέσῳ τοὺς βαρβάρους ἀποληφθέντας διαφθαρῆναι τοὺς πλείονας.

8 Καῖσαρ ἐπολιόρκει φρούριον Γαλατικόν. τῶν δὲ βαρβάρων ἐπὶ μακρὸν ἀντεχόντων ὑετὸς ἀμήχανος κατερράγη, ὥστε καὶ ὅσοι φύλακες τειχῶν ἢ φρουροὶ λείπουσιν οἱ μὲν τὰς φυλακὰς, οἱ δὲ τὰς ἐπάλξεις. Καῖσαρ δὲ παρήγγειλεν ὁπλίσασθαι τότε καὶ παραχρῆμα τοῖς τείχεσι προσήγαγε καὶ ἀφύλακτα καταλαβὼν, εὐκόλως ὑπερβὰς ἐξεῖλε τὸ φρούριον.

9 Καῖσαρ ἐπὶ Γεργοβίην πόλιν τῶν ἐν Γαλατίᾳ μεγίστην ἐστράτευσεν· ἀντεστρατοπέδευεν αὐτῷ βασιλεὺς Γαλατῶν Οὐερκιγγετόριξ. μέσος ἦν ποταμὸς ναυσίπορος καὶ ἡ διάβασις ἀμήχανος. Καῖσαρ παρὰ τὴν ὄχθην πολλαῖς ἡμέραις ἀντιπαρεξῆγεν· οἱ βάρβαροι κατεφρόνουν ὡς διαβῆναι μὴ θαρροῦντος. ὁ δὲ νύκτωρ δύο τάγματα βαθείαις ὕλαις ἐγκατέκρυψεν, οἳ τῶν Γαλατῶν τοὺς ἀμφὶ τὸν Καίσαρα παραφυλαττόντων αὐτοὶ κατὰ τὸ ἄνω τοῦ ποταμοῦ μέρος ἀρχαίας γεφύρας διακεκομμένης, τὰ μὲν σταυρώματα πεπηγότα ἐχούσης, τὰς δὲ ἐπάνω δοκίδας ἀφῃρημένης, αὐτοὶ τεμόντες ἐκ τῆς ὕλης διὰ τάχους ἐγεφύρωσαν καὶ διῆλθον. οἱ δὲ Γαλάται τῷ παραλόγῳ τῆς διαβάσεως ἐκπλαγέντες ἔφευγον, Καῖσαρ δὲ μετὰ τῶν λοιπῶν διὰ τῆς αὐτοσχεδίου γεφύρας διαβὰς ἦν τοῖς Γαλάταις φοβερώτερος.

10 Καῖσαρ ἐπολιόρκει Γεργοβίην τὴν πόλιν καὶ τείχεσιν ἐχυρὰν καὶ τῇ φύσει ἐχυρωτάτην. ἦν γὰρ ἡ πόλις λόφος ἐρυμνὸς τὰς κορυφὰς ὁμαλὰς ἔχων· κατὰ δὲ τὸ λαιὸν μέρος ὕλαι χθαμαλαὶ καὶ πυκναὶ τῷ λόφῳ συνήντων, κατὰ δὲ τὸ δεξιὸν ἀπότομος ἦν στενὴν δίοδον ἔχων, καθ' ἣν οἱ Γεργοβιαῖοι μετὰ πολλῆς χειρὸς ἐφύλαττον. Καῖσαρ τῶν αὑτοῦ στρατιωτῶν τοὺς μάλιστα φιλοπόνους καὶ καρτερικοὺς ὡπλισμένους νύκτωρ ἐγκατέκρυψε ταῖς ὕλαις, κελεύσας ἔχειν ἀκόντια βραχέα καὶ ξιφίδια σύμμετρα, ὅπως τὰς χαμαιπετεῖς ὕλας μὴ ὑπερέχοιεν· ἀλλὰ μηδὲ αὐτοὺς ὀρθοὺς βαδίζειν, ἐς γόνυ δὲ ὀκλάσαντας ἠρέμα διαδύεσθαι. οἱ μὲν δὴ ἀρχομένης ἕω διὰ τῆς ὕλης ἕρποντες ἐπὶ τὸν λόφον κατὰ τὸ λαιὸν ἀνῄεσαν, ὁ δὲ Καῖσαρ κατὰ τὸ δεξιὸν προσῆγε τὴν στρατιὰν περισπῶν εἰς αὑτὸν τοὺς βαρβάρους. οἱ μὲν δὴ ἀπομάχεσθαι τοὺς φανερῶς προσβαλόντας ὥρμηντο, οἱ δὲ ἀφανῶς ἐκ τῆς ὕλης ἀνερπύσαντες ἐκράτησαν τοῦ λόφου.

11 E Καῖσαρ Ἀλεσίαν πόλιν τῆς Γαλατίας ἐπολιόρκει· Γαλατῶν ἐπ' αὐτὸν ἀθροίζονται μάχιμοι μυριάδες εἴκοσι πέντε. ὁ δὲ νύκτωρ ὁπλίτας τρισχιλίους καὶ τοὺς ἱππέας πάντας διελὼν ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας, τῆς ὑστεραίας ἀμφὶ δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχεσθαι· αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν ἐς μάχην, ὥστε οἱ βάρβαροι τῷ πλήθει θαρροῦντες γελῶντες ἐδέχοντο. τῶν δὲ κατὰ νώτου φανέντων καὶ ἀλαλαξάντων καὶ κυκλουμένων φυγεῖν ἀπογνόντες ἐξεπλάγησαν, ἐταράχθησαν. καὶ τότε πλεῖστος φόνος Γαλατῶν ὁμολογεῖται γεγενῆσθαι.

12 Καῖσαρ Δυρράχιον κρατούμενον ὑπὸ Πομπηΐου βουλόμενος ἑλεῖν αὐτὸς μὲν ὀλίγους εἶχεν ἱππέας, τοῖς δὲ ἦν πολὺ πλῆθος ἱππέων· ἀλλὰ καὶ τοὺς πολλοὺς τέχνῃ χρησάμενος ἐτρέψατο. τοὺς ὀλίγους ἱππεῖς ἐπελαύνειν κελεύσας ἔμπροσθεν αὐτῶν λόχους τέσσαρας πεζῶν ἔταξε, παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἀνεγείρειν κόνιν ὅσην πλείστην δύναιντο. πολὺ δὴ νέφος ἀρθὲν φαντασίαν πολλοῦ πλήθους ἱππέων ἐνεποίησε τοῖς πολεμίοις, ὥστε παραχρῆμα φοβηθέντες ἔφευγον.

13 Καῖσαρ ἀνεχώρει μετὰ τῆς στρατιᾶς διὰ στενῆς ὁδοῦ. κατὰ τὸ λαιὸν ἕλος ἦν, κατὰ τὸ δεξιὸν θάλασσα, κατὰ τὴν οὐραγίαν οἱ πολέμιοι προσέκειντο. τούτους μὲν δὴ ἀνέκοπτεν ἐπιδρομαῖς καὶ ἀναστροφαῖς, ἐκ δὲ θαλάσσης τὸ Πομπηΐου ναυτικὸν παραπλέον ἐτόξευε καὶ τοῖς βέλεσι κατετίτρωσκεν. ὁ δὲ Καῖσαρ ἐκέλευσε τοῖς στρατιώταις τοὺς θυρεοὺς ἀπὸ τῆς εὐωνύμου χειρὸς ἐς τὴν δεξιὰν μεταλαβεῖν. οὕτως ἐγένετο ἀχρεῖα τὰ βέλη τοῖς τοξεύουσιν ἐκ τῆς θαλάττης.

14 Καῖσαρ καὶ Πομπήϊος ἐν Θεσσαλίᾳ ὁ μὲν ἐφυγομάχει, ἀφθονίαν ἔχων ἐπιτηδείων, Πομπήϊος· [ὁ] δὲ ἔσπευδε μάχῃ κριθῆναι [Καῖσαρ]. Καῖσαρ ἐρεθίζει τοὺς πολεμίους ἀναζευγνύειν σκηψάμενος ἐπὶ σιτολογίᾳ καὶ διεκίνει τοὺς λόχους. οἱ δὲ τοῦ Πομπηΐου ὡς ὑπὸ δέους φευγόντων καταφρονήσαντες οὐ κατέσχον αὑτοὺς, ἀλλὰ παραχρῆμα ἐξεπήδησαν βιασάμενοι τὸν Πομπήϊον ἡγεῖσθαι. ἐπεὶ δὲ ἀναχωρῶν ὁ Καῖσαρ ἐς τὸ πεδίον αὐτοὺς προήγαγε, καὶ δὴ τότε ἀναστρέψας λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.

15 Καῖσαρ τῶν στρατιωτῶν στασιασάντων καὶ τῆς στρατείας καταβοώντων προελθὼν ἐς τὸ πλῆθος εὐθαρσεῖ καὶ φαιδρῷ τῷ προσώπῳ 'τί, ὦ συστρατιῶται', ἔφη, 'βούλεσθε;' οἱ δὲ κατεβόησαν 'τῆς στρατείας ἀφεθῆναι'. ὁ δὲ ὑπολαβὼν εἶπεν 'ἀγαθῇ τύχῃ, παραινῶ, πολῖται, μὴ στασιάζειν'. οἱ δὲ πολῖται ἀκούσαντες ἀντὶ τοῦ στρατιῶται ἠγανάκτησαν καὶ παραχρῆμα τὰς γνώμας μετεβάλοντο καὶ πάλιν κατεβόησαν 'ἀλλ' ἡμεῖς γε συστρατιῶται μᾶλλον ἢ πολῖται καλεῖσθαι βουλόμεθα'. γελάσας ὁ Καῖσαρ 'οὐκοῦν', ἔφη, 'συστρατευώμεθα'.

16 Καῖσαρ παρατασσόμενος πρὸς Πομπήϊον τὸν νεώτερον ὁρῶν τοὺς αὑτοῦ στρατιώτας φεύγοντας αὐτίκα τοῦ ἵππου καταβὰς ἐξεβόησεν· 'ἐμὲ, ὦ συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν [οὐκ] αἰδεῖσθε'. τὸν τοιοῦτον λόγον αἰδεσθέντες οἱ φεύγοντες ἀνέστρεφον ἐπὶ τὴν μάχην.

17 Καῖσαρ τοῖς στρατιώταις ἀεὶ παρεσκευάσθαι προσέτασσεν ὡς καὶ ἐν ἑορτῇ καὶ ἐν ὄμβρῳ καὶ νυκτὸς καὶ ἡμέρας μέλλων ἐξάγειν ἄφνω τὴν δύναμιν· καὶ διὰ τοῦτο οὔτε τὸν καιρὸν οὔτε τὴν ἡμέραν προέλεγεν.

18 Καῖσαρ τὰς ἐξόδους ἐποιεῖτο σὺν πολλῷ δρόμῳ, ἵνα μὴ καταλαμβάνοιτο πρὸς τῶν ὑστεριζόντων.

19 Καῖσαρ, εἰ τεθορυβημένους ἑώρα τοὺς στρατιώτας ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλ' ἔτι καὶ πλείονα ὄγκον προστιθεὶς καὶ μεγαλύνων ἐθάρρυνεν ὡς πρὸς πλείονας χρὴ γενναιότερον ἀγωνίζεσθαι.

20 Καῖσαρ τοῖς στρατιώταις παρήγγελλεν ὅπλα ἔχειν ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένα, μάλιστα μὲν κόσμου χάριν, οὐχ ἥκιστα [δὲ], ὅπως καὶ οἱ στρατιῶται τὰ πολύτιμα περιμάχητα ἡγοῖντο.

21 E Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα παρεφύλασσεν, ἀλλ' οὐδὲ τοὺς ἁμαρτάνοντας κατὰ τὴν ἀξίαν ἐτιμωρεῖτο, τὴν συγγνώμην ἀνδρείας ποιητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, οὐκ ἂν τοῦτον ἀτιμώρητον παρῆκεν.

22 Καῖσαρ τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν ἐς τὰς μάχας.

23 Καῖσαρ πυθόμενος ἐν Γαλατίᾳ κατακοπῆναι φάλαγγας στρατιωτῶν ὤμοσε μὴ πρότερον [ἂν] ἀποκείρασθαι, πρὶν ἐπεξελθὼν τιμωρῆσαι τοῖς ἀνῃρημένοις. τούτῳ πλείστην εὔνοιαν αὑτῷ παρὰ πάντων ἐπεσπάσατο.

24 Καῖσαρ ἐν λιμῷ τοῖς στρατιώταις ἄρτους διέδωκε σκευάσας ἐκ βοτάνης. Πομπήϊος δὲ πολεμῶν πρὸς αὐτὸν ἕνα ἄρτον προσενεχθέντα τοιοῦτον ἀπέκρυψεν οὐ βουλόμενος τοῖς ἑαυτοῦ στρατιώταις ἐπιδεῖξαι τὴν τῶν πολεμίων ἐγκράτειαν.

25 Καῖσαρ Πομπηΐῳ παρετάσσετο περὶ Φάρσαλον. ὁρῶν δὲ πολλοὺς τῶν πολεμίων νέους καὶ καλοὺς ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σοβαροὺς παρήγγειλε τοῖς ἰδίοις στρατιώταις τὰς λόγχας καὶ τοὺς ὑσσοὺς μὴ φέρειν ἐπὶ τὰ σώματα τῶν πολεμίων, ἀλλ' ἐς αὐτὰ τὰ πρόσωπα. οἱ δὲ λωβηθῆναι τὸ κάλλος τῶν προσώπων φοβηθέντες καὶ δὴ ἀποστραφέντες ἔφυγον.

26 Οἱ Καίσαρος στρατιῶται περὶ Δυρράχιον ἡττηθέντες ἑαυτοὺς δεκατευθησομένους παρέδωκαν. Καῖσαρ οὐχ ὡς περὶ τιμωρίας αὐτῶν ἐβουλεύετο, ἀλλὰ καὶ παραμυθησόμενος ἀναμαχέσασθαι τὴν ἧτταν αὐτοὺς προέτρεψεν· οἱ δὲ ἐν ταῖς λοιπαῖς μάχαις ἀεὶ παραταξάμενοι πολὺ πλείοσιν ἐκράτησαν.

27 Καῖσαρ Πομπηΐου κηρύξαντος ἔχθραν καὶ τοῖς μηδετέρῳ προστιθεμένοις ἀντεκήρυξε καὶ φίλους ἡγήσεσθαι κατ' ἴσον τοῖς ἑαυτῷ συμμαχήσασιν.

28 Καῖσαρ ἦν ἐν Ἰβηρίᾳ πρὸς τῇ Ἰλέρδῃ. γενομένων ἀνοχῶν οἱ πολέμιοι προσπεσόντες πολλοὺς τῶν στρατιωτῶν ἀπροσδοκήτως κατέστρωσαν· αὐτὸς δὲ οὓς ἐκείνων εὗρεν ἐν τῷ στρατοπέδῳ σώους διῆκε καὶ πολλὴν εὔνοιαν ἐπὶ τούτῳ παρὰ τῶν πολεμίων ἐκτήσατο.

29 Καῖσαρ ἐν Φαρσάλῳ Πομπήϊον ἐνίκησε. θεασάμενος τοὺς ἰδίους στρατιώτας ἀμέτρως τῇ νίκῃ χρωμένους ἀνέκραγε 'φείδεσθε τῶν πολιτῶν'.

30 Καῖσαρ τοὺς πολέμους ἅπαντας κατορθώσας ἑκάστῳ τῶν ἰδίων στρατιωτῶν ἐπέτρεψεν ἕνα, ὃν ἂν βούληται, τῶν πολεμίων διασώζειν. οὕτω δὴ τοὺς ἀντιστασιώτας Ῥωμαίους ἅπαντας ἐκ τῆς φυγῆς ἀνακαλεσάμενος εὐνουστάτους ἑαυτῷ κατεσκεύασεν ἐν τῇ πόλει.

31 E Καῖσαρ τοὺς ἀνδριάντας Πομπηΐου καὶ Σύλλα τῶν ἐχθρῶν καταβληθέντας ὑπὸ τοῦ πλήθους αὐτὸς ἀνέστησε καὶ μεγάλην εὔνοιαν παρὰ τῶν Ῥωμαίων ἐκτήσατο.

32 Καῖσαρ τοῦ θύτου λέγοντος 'ἀπαίσια τὰ ἱερὰ', καὶ μὴν ἀμείνω ἔφη γενήσεσθαι, ἐπειδὰν αὐτὸς ἐθελήσῃ· καὶ οὕτως ἐπέρρωσε τοὺς στρατιώτας.

33 Καῖσαρ ἀκαρδίου θύματος εὑρεθέντος 'καὶ τί παράδοξον', ἔφη, 'εἰ ἄλογον ζῷον καρδίαν οὐκ ἔχει;' οἱ στρατιῶται τοῦτ' ἀκούσαντες ἐθάρρησαν.

[24] ΣΕΒΑΣΤΟΣ

E Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνῄρει πάντας, ἀλλ' ἐδεκάτευεν.

2 Σεβαστὸς τοῖς διὰ δειλίαν ἀπολιπομένοις κριθὰς ἀντὶ πυρῶν ἐκέλευε μετρεῖσθαι.

3 Σεβαστὸς τοὺς ἐπὶ στρατοπέδου τι ἁμαρτόντας ἐκέλευσε πρὸ τοῦ στρατηγείου λυσιζώνους ἑστάναι, ἔστι δὲ ὅτε καὶ πλινθοφορεῖν δι' ὅλης ἡμέρας.

4 Σεβαστὸς τοῖς ἑαυτοῦ στρατηγοῖς παρήγγελλεν ἀσφαλείας πεφροντικέναι μάλιστα καὶ συνεχῶς ἐπέλεγε τὸ 'σπεῦδε βραδέως' καὶ τὸ
'ἀσφαλὴς γάρ ἐστ' ἀμείνων ἢ θρασὺς στρατηλάτης'.

5 Σεβαστὸς τοῖς ἀνδραγαθοῦσιν ἀργυρίου καὶ χρυσίου μεγάλας ἐδίδου δωρεάς.

6 Σεβαστὸς τοὺς ἄνευ λυσιτελείας ῥιψοκινδύνους ἔλεγε μηδὲν διαφέρειν τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων.

7 Σεβαστὸς ἐν τῷ πρὸς Κάσσιον καὶ Βροῦτον πολέμῳ περαιοῦσθαι τὸν Ἀδρίαν ἐβούλετο· Μούρκιος, ναύαρχος τῶν πολεμίων ἐφορμῶν ἐν τῇ νησῖδι τῇ κατὰ Βρεντήσιον, κωλύσων δῆλος ἦν. ὁ Σεβαστὸς ἐξαπατᾷ τὸν Μούρκιον ὡς μέλλων πρὸς αὐτὸν ναυμαχεῖν καὶ τὰς μὲν τριήρεις ἐν δεξιᾷ τοῦ Ἀδρίου παρὰ τὴν Ἰταλίαν ἔταξε πλεῖν ὡς τῇ νησῖδι ἐπιπλευσουμένας, αὐτὸς δὲ φορτίδας πύργων ἐπλήρου καὶ μηχανημάτων. Μούρκιος δὲ ἐξαπατηθεὶς τῇ παρασκευῇ τῆς ναυμαχίας ἐς τὸ πέλαγος ἀνεχώρησεν ὡς ἐν εὐρυτέρῳ μᾶλλον ἢ στενῷ ναυμαχήσων. ὁ δὲ Σεβαστὸς οὐ συνῆψε μάχην, ἀλλὰ ἐν τῇ νησῖδι καθωρμίσατο. Μουρκίου δὲ ἄλλον ὅρμον οὐκ ἔχοντος, ἀλλὰ βιασθέντος ὑπὸ τῶν πνευμάτων ἐς τὴν Θεσπρωτίδα περαιοῦσθαι, ὁ Σεβαστὸς τὸν Ἀδρίαν ἀκινδύνως διαπλεύσας τῇ Μακεδονίᾳ προσέσχεν.

[25] ΡΩΜΑΙΟΙ

E Ῥωμαῖοι Κελτῶν τὴν Ῥώμην λαβόντων συνθήκας πρὸς αὐτοὺς ἐγράψαντο φόρους τελεῖν, πύλην ἀνεῳγμένην παρέχειν διὰ παντὸς καὶ γῆν ἐργάσιμον. Κελτοὶ μὲν ἐπὶ τούτοις ἐστρατοπέδευον, Ῥωμαῖοι δὲ ὡς φίλοις ξένια πολλὰ ἔπεμψαν καὶ οἶνον πάμπολυν. οἱ βάρβαροι, φύσει δὲ τὸ Κελτικὸν ὑπέροινον, πολὺν ἀρυσάμενοι τὸν οἶνον ὑπὸ μέθης ἔκειντο, Ῥωμαῖοι δὲ ἐπελθόντες ἅπαντας κατέκοψαν. ἵνα δὲ κατὰ τὰς συνθήκας ἅπαντα ποιῆσαι δοκοῖεν, ἐπὶ πέτρας ἀπροσβάτου πύλην ἀνεῳγμένην κατεσκεύασαν.

2 Οἱ περὶ Αἰνείαν Τρῶες φεύγοντες Ἰταλίᾳ προσέσχον καὶ ἀμφὶ ταῖς ἐμβολαῖς τοῦ ποταμοῦ τοῦ Θύβριδος ἐναυλόχουν. οἱ μὲν δὴ Τρῶες ἀνὰ τὴν χώραν ἠλῶντο, αἱ δὲ γυναῖκες αὐτῶν βουλεύονται. Ῥώμη Τρωὰς ἀγορεύει 'μέχρι ποῦ πλανώμεθα; μέχρι ποῦ πλέομεν; τὰ πλοῖα καταφλέξωμεν καὶ τοὺς ἄνδρας εἰς ἀνάγκην καταστήσωμεν τήνδε τὴν γῆν κατοικῆσαι.' ταῦτα εἰποῦσα πῦρ πρώτη ἐνῆκε ταῖς ναυσὶ καὶ μετ' αὐτὴν αἱ λοιπαὶ Τρωάδες· οἱ δὲ Τρῶες ἀπορούμενοι νεῶν Ἰταλίαν κατῴκησαν.

3 Ῥωμαῖοι Κοριολανὸν ἐδίωξαν. ὁ δὲ φυγὰς ἧκεν ὡς Τυρρηνοὺς νίκην κατὰ Ῥωμαίων ὑπισχνούμενος. πιστεύουσι Τυρρηνοὶ καὶ στρατηγὸν ἀποφαίνουσιν, ὁ δὲ νικήσας ἐν μάχαις πολλαῖς τέλος ἐπ' αὐτὴν ἐφέρετο τὴν πόλιν αἱρήσων κατὰ κράτος. Ῥωμαίων αἱ μητέρες ‑ ἡγεῖτο δὲ αὐτῶν Οὐετηρία μήτηρ Κοριολανοῦ ‑ προελθοῦσαι τῆς πόλεως ἀπήντων τοῖς πολεμίοις ὡπλισμένοις καὶ Κοριολανῷ προσπεσοῦσαι ἱκετηρίας προΐσχουσι. τὸ δὲ κεφάλαιον τῆς ἱκεσίας ἦν· '[εἰ] τὴν πόλιν αἱρεῖν ἔγνωκας, πρότερον τὴν μητέρα τὴν σὴν καὶ πάσας τὰς Ῥωμαίων μητέρας ἀπόκτεινον.' Κοριολανὸς ἔπαθεν, ἐδάκρυσεν, ἀνέζευξεν. ἡ μὲν ἀνάζευξις εὐσεβὴς, ὀλέθριος δὲ τῷ στρατηγῷ· Τυρρηνοὶ γὰρ ὡς προδόντα νίκην φανερὰν ἐψηφίσαντο θανάτῳ κολασθῆναι.


Attalus' home page | 11.04.19 | Any comments?