Polyaeanus, Greek text, 8(b) (original) (raw)

back

Polyaenus: Stratagems

- BOOK 8, Chapters 26-71

From the edition by E.Woelfflin and J.Melber (1887). Click on the E symbols to go to an English translation of each section.


← Previous Chapters (1-25)

[26] ΣΕΜΙΡΑΜΙΣ

E Σεμίραμις λουομένη τῶν Σιράκων ἤκουσε τὴν ἀπόστασιν καὶ παραυτίκα ἀνυπόδητος μηδὲ τὰς τρίχας ἀναπλεξαμένη ἐπὶ τὸν πόλεμον ἐξῆλθεν. τῇ δὲ στήλῃ αὐτῆς ἐπιγέγραπται τάδε· 'ἐμὲ γυναῖκα μὲν ἡ φύσις ἐποίησεν, ἐγὼ δὲ τοῖς ἔργοις τῶν ἀγαθῶν ἀνδρῶν οὐδενὸς χείρων ἐγενόμην. ἐγὼ Νίνου βασιλεύσασα πρὸς ἕω μὲν ὥρισα ποταμὸν Ἱναμάμην, πρὸς δὲ μέσον ἡλίου τὴν φέρουσαν λιβανωτὸν καὶ σμύρναν, ἀπὸ δὲ χειμῶνος Σάκας καὶ Σόγδους. θάλασσαν πρότερον οὐδεὶς Ἀσσυρίων εἶδεν, ἐγὼ δὲ τέσσαρας, αἷς οὐκ ἔστι πόρρω πελάσαι· τίς γὰρ αὐτὰς ὁρμὴ περιέχει; ποταμοὺς ἠνάγκασα ῥεῖν ὅπου βουλοίμην, ἐβουλόμην δὲ ὅπου συνέφερε. γῆν ἄκαρπον ἐδίδαξα σπείρεσθαι· ποταμοῖς γὰρ αὐτὴν ἔμαξα ἐμοῖς. ἀνάλωτα τὰ τείχη παρέσχον· πέτρας ἀβάτους σιδήρῳ κατειργασάμην· ὁδοὺς ἔτεμον ἐμοῖς ὀχήμασιν, ἃς οὐδὲ θηρία διῆλθεν. καὶ τῶν ἔργων χρόνος μοι περισσὸς ἐγένετο πολὺς, ὃν ἐμαυτῇ καὶ φίλοις ἐχαρισάμην.'

[27] ΡΟΔΟΓΟΥΝΗ

E Ῥοδογούνη λουομένη τὰς τρίχας ἐρρύπτετο. ἧκέ τις ἀγγέλλων 'ἔθνος ὑπήκοον ἀφέστηκεν'. ἡ δὲ οὐκ ἀπορρυψαμένη τὰς τρίχας, ἀλλὰ ὡς εἶχεν ἀναδησαμένη τόν τε ἵππον ἀνέβη καὶ τὴν στρατιὰν ἐξήγαγε καὶ ὤμοσε μὴ πρότερον ἀπορρύψαι τὰς τρίχας, εἰ μὴ κρατήσειε τῶν ἀποστάντων· καὶ δὴ πολλῷ χρόνῳ πολεμήσασα ἐκράτησε. μετὰ τὴν νίκην ἐλούσατο καὶ τὰς τρίχας ἀπερρύψατο. τοῖς Περσῶν βασιλεῦσι βασιλικὴ σφραγὶς εἰκών ἐστιν ἀναδεδεμένην τὰς τρίχας ἔχουσα Ῥοδογούνην.

[28] ΤΟΜΥΡΙΣ

E Τόμυρις Κύρου στρατεύσαντος ἐπ' αὐτὴν προσεποιήσατο δεδοικέναι τοὺς πολεμίους. ἔφυγε μὲν τὸ Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.

[29] ΝΙΤΗΤΙΣ

E Κῦρος Περσῶν βασιλεὺς Ἄμασιν Αἰγύπτου βασιλέα μίαν τῶν θυγατέρων ᾔτησε πρὸς γάμον· ὁ δὲ Νιτῆτιν θυγατέρα Ἀπρίου βασιλέως, ὃν καταλύσας αὐτὸς ἦρχεν, ἔπεμψεν ὡς αὐτόν. Νιτῆτις ὑποκριναμένη μεχρὶ πολλοῦ Κύρῳ συνῆν ὡς θυγάτηρ Ἀμάσιδος· ἡνίκα δὲ πολλῶν τέκνων ἐγένετο μήτηρ καὶ τὸν γήμαντα ἐς εὔνοιαν ἐκεχείρωτο, ὡμολόγησεν Ἀπρίην αὐτῇ πατέρα γενέσθαι, τὸν δεσπότην Ἀμάσιδος. 'ἀλλ' εἰ καὶ τέθνηκεν Ἄμασις, τόν γε υἱὸν αὐτοῦ Ψαμμήτιχον τίσασθαι καλόν.' πείθεται Κῦρος. ἀλλὰ καὶ Κῦρος μὲν πρὸ τῆς στρατείας ἐτελεύτησεν, ὁ δὲ παῖς αὐτοῦ Καμβύσης τῇ μητρὶ πεισθεὶς ἐστράτευσε καὶ τὴν Αἰγυπτίων ἀρχὴν ἐς τὸ Ἀπρίου γένος ἀνεκτήσατο.

[30] ΦΙΛΩΤΙΣ

E Ἐπὶ Ῥωμαίους ἐστράτευσαν Λατῖνοι ἡγεμόνα Ποστούμιον ἔχοντες καὶ τὰς θυγατέρας αὐτῶν ἐξῄτουν πρὸς γάμον, ὥσπερ αὐτοὶ τὰς Σαβίνων ἥρπασαν, ἐπὶ τῷ σπείσασθαι τὴν εἰρήνην. Ῥωμαῖοι τὸν μὲν πόλεμον ἐφοβοῦντο, τὰς δὲ θυγατέρας οὐχ ὑπέμενον ἐκδοῦναι. ἔνθα δὴ Φιλῶτις θεράπαινα τὴν ὄψιν εὐπρεπὴς συνεβούλευσεν αὑτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγατέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρσόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν.

[31] ΚΛΟΙΛΙΑ

E Ῥωμαῖοι Τυρρηνοῖς πολεμοῦντες ποιησάμενοι συνθήκας ἔδωκαν αὐτοῖς ὁμήρους τῶν εὐγενεστάτων ἀνδρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον. ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προλαβοῦσα τὰς ἄλλας ὡμολόγησε. Πορσίνας ὑπεραγασθεὶς τὸ ἀνδρεῖον τῆς κόρης ἵππον αὐτῇ λαμπρῶς κεκοσμημένον ἐδωρήσατο καὶ τὰς παρθένους πάσας ἐπαινέσας Ῥωμαίοις ἀπέπεμψεν.

[32] ΠΟΡΚΙΑ

E Πορκία θυγάτηρ Κάτωνος, γυνὴ Βρούτου τὸν ἄνδρα Βροῦτον ὑπονοοῦσα ἐπιβουλεύειν Καίσαρι μαχαιρίῳ κουρέως τὸν ἑαυτῆς μηρὸν ἀνέσχισεν ἐπιδεικνυμένη καρτερίαν σώματος καὶ ψυχῆς ἐγκράτειαν. τότε δὴ Βροῦτος ἐπίστευσεν αὐτῇ τὸ ἀπόρρητον. ἡ δὲ τοὺς χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθὼν Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν, Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθράκων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόντων βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος γενομένη.

[33] ΤΕΛΕΣΙΛΛΑ

E Κλεομένης Σπαρτιατῶν βασιλεὺς κτείνας ἐν παρατάξει Ἀργείων ἄνδρας ἑπτακισχιλίους ἑπτακοσίους ἑβδομήκοντα ἑπτὰ ἐβάδιζεν ἐπὶ τὸ Ἄργος ὡς κατὰ κράτος αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεομένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ἑρμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄνδρας πέπλοις γυναικείοις ἀμφιεννύντες.

[34] ΧΕΙΛΩΝΙΣ

E Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μαθοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσσεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμωτήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὑτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτὴ δὲ ἀντ' αὐτοῦ παρὰ τοῖς πολεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπολαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.

[35] ΠΙΕΡΙΑ

E Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοὺς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπολέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐνδόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρισμένον. ἡ δὲ ἔφη· 'εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.' συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.

[36] ΠΟΛΥΚΡΙΤΗ

E Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλησίοις συνεμάχουν. Διόγνητος, Ἐρυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλ' ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδῳ τῶν Μιλησίων πάτριος ἑορτὴ, καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερίδας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μολιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι 'νύκτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοις'. οἱ στρατηγοὶ ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο.

[37] ΛΑΜΨΑΚΗ

E Φωκαεῖς Φόξον ἡγεμόνα ἔχοντες Μάνδρωνι βασιλεῖ Βεβρύκων συνεμάχησαν ὑπὸ τῶν προσοίκων βαρβάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυγάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατ' αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατακλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίχα διελόντες αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπ' αὐτῆς Λάμψακον προσηγόρευσαν.

[38] ΑΡΕΤΑΦΙΛΑ

E Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ] τὸν ἱερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὖσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἁλοῦσα δ' ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὑτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρεταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμολογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθεράπευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρᾳ καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Λαάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπ' αὐτῆς πείθεται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας Δάφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκράτην διεχρήσατο.

[39] ΚΑΜΜΑ

E Τῶν ἐν Γαλατίᾳ τετραρχῶν ἦσαν Σινόριξ καὶ Σινάτος. τοῦ Σινάτου γυνὴ κάλλει σώματος καὶ ἀρετῇ ψυχῆς εὐκλεεστάτη Κάμμα· καὶ γὰρ ἦν Ἀρτέμιδος ἱέρεια, ἣν μάλιστα Γαλάται σέβουσι, καὶ ἦν ἔν τε πομπαῖς καὶ θυσίαις ἀεὶ μεγαλοπρεπῶς καὶ σεμνῶς κεκοσμημένη. ταύτης ἐρᾷ Σινόριξ· καὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὔτε βιάσεσθαι τὸν Σινάτον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπεκρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· 'ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.' ἧκε Σινόριξ καὶ σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ γυναῖκες. ἡ δὲ φιλοφρόνως αὐτὸν δεξαμένη προσάγει τῷ βωμῷ καὶ ἀπὸ χρυσῆς φιάλης ἔσπεισε καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ, τὸ δὲ ἐκεῖνον ἐκέλευσεν (αὐτὸν) πιεῖν. ὁ δὲ οἷα δὴ νυμφίος παρὰ νύμφης λαβὼν ἡδέως πίνει· τὸ δὲ ποτὸν ἄρα ἦν μελίκρατον πεφαρμαγμένον. ἡ δὲ πεπωκότα ὡς εἶδεν, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσεκύνησεν εἰποῦσα 'χάριν οἶδά σοι, ὦ πολυτίμητε Ἄρτεμι, ὅτι μοι παρέσχες ἐν τῷ σῷ ἱερῷ δίκας ὑπὲρ τοῦ ἀνδρὸς λαβεῖν ἀδίκως δι' ἐμὲ ἀναιρεθέντος'. ταῦτα εἰποῦσα παραχρῆμα αὐτή τε ἀπέθνησκε, καὶ ὁ νυμφίος αὐτῇ συναπέθνησκε παρὰ τῷ βωμῷ τῆς θεοῦ.

[40] ΤΙΜΟΚΛΕΙΑ

E Τιμόκλεια Θηβαία Θεαγένους ἀδελφὴ τοῦ παραταξαμένου Φιλίππῳ περὶ Χαιρώνειαν, ὃς καὶ πρὸς τὸν ἐμβοήσαντα 'μέχρι ποῦ διώκεις;' ἀπεκρίνατο 'μέχρι τῆς Μακεδονίας'. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Τιμοκλείας δὲ τὴν οἰκίαν κατελάβετο Θρᾷξ ἵππαρχος. οὗτος ὁ Θρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Τιμόκλειαν ἐς τὸν θάλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμμένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο. ἡ δὲ πολὺν μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλισκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἤγαγεν αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θεραπαινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες συλλαβόντες ἤγαγον ἐπὶ τὸν βασιλέα Ἀλέξανδρον· ὁμολογήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας.

[41] ΕΡΥΞΩ

E Λάαρχος, Κυρηναίων βασιλεὺς ἀποδειχθεὶς ὡς Βάττῳ τῷ Ἀρκεσιλάου τὴν ἀρχὴν φυλάττων, ἐγένετο ἀντὶ βασιλέως τύραννος πάσῃ παρανομίᾳ χρησάμενος κατὰ τῶν πολιτῶν. τοῦ δὴ παιδὸς τοῦ Βάττου μήτηρ ἦν Ἐρυξὼ, σώφρων γυνὴ καὶ δικαιοτάτη. ταύτης ἐρασθεὶς Λάαρχος ἐμνηστεύετο, ἡ δὲ τοῖς ἀδελφοῖς αὐτὸν ἠξίου διαλέγεσθαι. τῶν δὲ ἐπίτηδες ἀναβαλλομένων ἔπεμψεν Ἐρυξὼ θεράπαιναν ἀπαγγέλλουσαν, νῦν μὲν ἀντιλέγειν τοὺς ἀδελφοὺς, εἰ δὲ σύλλογος αὐτῶν καὶ ὁμιλία γένοιτο, καὶ δὴ συγχωρήσειν τοὺς ἀδελφοὺς τῆς ἀρχῆς τοῦ γάμου γενομένης. ἀσμένως δέχεται καὶ δὴ νύκτωρ ἄνευ τῶν δορυφόρων ἧκε πρὸς τὴν Ἐρυξὼ καὶ εἴς τι δωμάτιον εἰσελθὼν περιπίπτει Πολυάρχῳ τῷ πρεσβυτάτῳ τῶν Ἐρυξοῦς ἀδελφῶν ἔνδον λοχῶντι καὶ δύο νεανίσκους ξιφήρεις ἔχοντι, ὑφ' ὧν κατακεντηθεὶς ἀπέθανε. τὸν δὲ Βάττον προαγαγόντες ἀπέφηναν βασιλέα καὶ Κυρηναίοις ἀπέδωκαν τὴν πάτριον πολιτείαν.

[42] ΠΥΘΟΠΟΛΙΣ

E Πύθης χρύσεια μέταλλα εὑρὼν πάντας τοὺς πολίτας ἐκέλευσε μεταλλεύειν, ὀρύσσειν, καθαίρειν χρυσίον, ἄλλο μηδὲν δρᾶν μήτε ἐν τῇ γῇ μήτε ἐν τῇ θαλάσσῃ· πάντες ἀπηγόρευον οὔτε καρποὺς ἔχοντες οὔτε ἄλλο τι τῶν πρὸς τὸν βίον πράσσοντες. αἱ δὲ γυναῖκες αὐτῶν ἱκετεύουσι τὴν τοῦ Πύθου γυναῖκα Πυθόπολιν. ἡ δὲ ἐκέλευσεν ἐκείνας μὲν ἀπιέναι καὶ θαρρεῖν, αὐτὴ δὲ τοὺς δημιουργοὺς τοῦ χρυσίου καλέσασα ἐκέλευσε ποιεῖν ἰχθῦς χρυσοῦς, πέμματα, ὡραῖα, ὄψα, βρώματα πάντα χρυσᾶ. Πύθης ἧκεν ἐξ ἀποδημίας καὶ δεῖπνον ᾔτει. ἡ γυνὴ παρέθηκεν αὐτῷ χρυσῆν τράπεζαν, ἐφ' ἧς παρέκειτο οὐδὲν ἐδώδιμον, ἀλλὰ πάντα χρυσᾶ ἐδωδίμοις ὅμοια. Πύθης ἐπαινέσας τὴν μίμησιν τῆς τέχνης ᾔτει φαγεῖν. ἡ δὲ προσέφερεν αὐτῷ ἄλλο τι χρυσοῦν ὅμοιον ἐδωδίμῳ καὶ τοῦτο πάλιν. δυσχεραίνοντος δὲ καὶ λιμώττειν ὁμολογοῦντος 'ἀλλὰ γεωργίαν μὲν' [εἶπεν] 'καὶ τέχνην πᾶσαν κατέλυσας· ἐκέλευες δ' ὀρύσσειν ἄχρηστον χρυσίον, οὗ τί τοῖς ἀνθρώποις ὄφελος, εἰ μὴ τοὺς σπειρομένους καὶ φυτευομένους καρποὺς ἔχοιεν;' τῇ σοφίᾳ τῆς γυναικὸς ἐδιδάχθη Πύθης καταλῦσαι μὲν τὴν τῶν μετάλλων ἐργασίαν, ἀφεῖναι δὲ τοὺς πολίτας ἐπὶ γεωργίαν καὶ τὰς ἄλλας τέχνας.

[43] ΧΡΥΣΑΜΗ

E Τῆς Ἰωνικῆς ἀποικίας ἐς τὴν Ἀσίαν ἀφικομένης τοῖς Ἐρυθρὰς κατέχουσιν ἐπολέμει Κνῶπος τοῦ Κοδριδῶν γένους. ὁ θεὸς ἔχρησεν αὐτῷ στρατηγὸν παρὰ Θεσσαλῶν λαβεῖν τὴν ἱέρειαν τῆς Ἐνοδίας· ὁ δὲ πρεσβεύεται πρὸς Θεσσαλοὺς καὶ μηνύει τὸ λόγιον τοῦ θεοῦ. οἱ δὲ ἔπεμψαν αὐτῷ τὴν ἱέρειαν τῆς θεοῦ Χρυσάμην. αὕτη φαρμάκων ἔμπειρος οὖσα, ταῦρον ἐξ ἀγέλης μέγιστον καὶ κάλλιστον συλλαβοῦσα, τὰ μὲν κέρατα κατεχρύσωσε καὶ τὸ σῶμα κατεκόσμησε στέμμασι καὶ χρυσοπάστοις ἁλουργίσι καὶ μετὰ τῆς τροφῆς ἀναμίξασα μανιοποιὸν φάρμακον ἔδωκεν αὐτῷ φαγεῖν· τὸ δὲ φάρμακον αὐτόν τε τὸν ταῦρον ἐξέμηνε καὶ τοὺς γευσαμένους αὐτοῦ μανιουργεῖν ἔμελλεν. οἱ μὲν δὴ πολέμιοι ἀντεστρατοπέδευον, ἡ δὲ ἐν ὄψει τῶν πολεμίων βωμὸν παραθεῖσα καὶ ὅσα πρὸς θυσίαν, ἐκέλευσε προσάγειν τὸν ταῦρον. ὁ δὲ ὑπὸ τοῦ φαρμάκου μεμηνὼς καὶ οἰστρῶν ἐξεπήδησε καὶ μέγα μυκώμενος ἔφυγεν. οἱ πολέμιοι χρυσόκερων κατεστεμμένον ὁρῶντες καὶ φερόμενον ἐς τὸ ἑαυτῶν στρατόπεδον ἀπὸ τῆς θυσίας τῶν ἐναντίων ὡς ἀγαθὸν σημεῖον καὶ οἰώνισμα αἴσιον ἐδέξαντο καὶ συλλαβόντες καλλιεροῦσι τοῖς θεοῖς καὶ τῶν κρεῶν ἕκαστος φιλοτίμως ἐδαίσαντο ὡς δαιμονίου καὶ θείας ἱερουργίας μεταλαγχάνοντες. αὐτίκα δὴ πᾶν τὸ στρατόπεδον ὑπὸ μανίας καὶ παραφροσύνης ἐξίστατο· πάντες ἀνεπήδων, διέθεον, ἀνεσκίρτων, τὰς φυλακὰς ἀπέλειπον. Χρυσάμη ταῦτα ἰδοῦσα τὸν Κνῶπον ἐκέλευσε διὰ τάχους ὁπλίσαι τὴν στρατιὰν καὶ τοῖς πολεμίοις ἐπάγειν ἀμύνασθαι μὴ δυναμένοις. οὕτω δὴ Κνῶπος ἀνελὼν ἅπαντας ἐκράτησε τῆς Ἐρυθραίων πόλεως μεγάλης τε καὶ εὐδαίμονος.

[44] ΠΟΛΥΚΛΕΙΑ

E Ἐπὶ Βοιωτοὺς, οἳ πάλαι Θεσσαλίαν ᾤκουν, ἐστράτευσεν Αἴατος ὁ Φειδίππου Πολύκλειαν ἀδελφὴν ἔχων, Ἡρακλεῖδαι τὸ γένος ἄμφω. χρησμὸς ἦν ἄρξειν, ὃς ἂν ἐκ τοῦ γένους πρῶτος διαβὰς τὸν Ἀχελῷον ἐπιβῇ τῆς πολεμίας. ἡ μὲν στρατιὰ τὸν ποταμὸν διαβαίνειν ἔμελλε, Πολύκλεια δὲ τὸν πόδα ἐπιδησαμένη φάσκουσα τετρῶσθαι τὸ σφυρὸν παρακαλεῖ τὸν ἀδελφὸν Αἴατον διενεγκεῖν αὐτὴν ὑπὲρ τὸν ποταμόν. ὁ δὲ μηδὲν ὑποπτεύσας, ἀλλ' ὡς ἀδελφῇ βουλόμενος ὑπουργῆσαι τὴν μὲν ἀσπίδα ἐπέδωκε τοῖς ὁπλοφόροις, τὴν δὲ Πολύκλειαν ἀράμενος ἐβάδιζε διὰ τοῦ ποταμοῦ προθύμως. ἡ δὲ γενομένου πλησίον τῆς ὄχθης φθάσασα ἐξήλατο καὶ μεταστραφεῖσα πρὸς τὸν ἀδελφὸν ἔφη· 'ἐμὸν γέρας ἡ βασιλεία κατὰ τὸν τοῦ θεοῦ χρησμόν· πρώτη γὰρ ἁπάντων τῆς χώρας ἐπέβην.' Αἴατος αἰσθόμενος τῆς ἀπάτης οὐκ ἐχαλέπηνεν, τὸ δὲ φρόνημα τῆς κόρης ἀγάμενος αὐτὴν ἔγημε· καὶ ὁμοῦ βασιλεύοντες παῖδα Θεσσαλὸν ἐποιήσαντο, ἀφ' οὗ καὶ τὴν πόλιν Θεσσαλίαν προσηγόρευσαν.

[45] ΛΕΑΙΝΑ

E Ἀριστογείτων καὶ Ἁρμόδιος πῶς ἐπέθεντο τοῖς τυράννοις, οὐδεὶς Ἑλλήνων ἀγνοεῖ. Ἦν γοῦν Ἀριστογείτονι ἑταίρα, ὄνομα Λέαινα· Ἱππίας τὴν Λέαιναν συλλαβὼν ἐβασάνισεν ἐφ' ᾧ τε ἐξειπεῖν τοὺς κοινωνήσαντας τῆς ἐπιθέσεως. ἡ δὲ πλεῖστον ὅσον ἀντεῖχεν, ἐκνικωμένη δὲ ὑπὸ τῶν βασάνων, ἵνα μὴ ἐξείποι, αὐτὴ τὴν αὑτῆς γλῶτταν ἀπέδακεν. Ἀθηναῖοι τὴν ἑταίραν τιμῆσαι θέλοντες αὐτὴν μὲν οὐκ ἔστησαν ἐν ἀκροπόλει, τὸ δὲ ζῷον λέαιναν χαλκῆν δημιουργήσαντες ἀνέθηκαν. εἴ τις ἀνῆλθεν εἰς ἀκρόπολιν, ἑώρακεν ἐν τῷ προπυλαίῳ λέαιναν χαλκῆν γλῶσσαν οὐκ ἔχουσαν, ὑπόμνημα τοῦ διηγήματος.

[46] ΘΕΜΙΣΤΩ

E Θεμιστὼ Κρίθωνος Οἰανθίου θυγάτηρ. ταύτης ἤρα Φρικοδήμου τοῦ τυράννου παῖς Φίλων. ὁ τύραννος ἐξῄτει πρὸς γάμον τὴν κόρην. ὁ πατὴρ ἀντέλεγεν. ὁ τύραννος τοὺς υἱοὺς τοῦ Κρίθωνος ἀποσπάσας ἐν ὄψει τοῦ πατρὸς καὶ τῆς μητρὸς παρέβαλε θηρίοις πεινῶσι, τὴν δὲ κόρην ἀποσπάσας ἐπετέλει τὸν γάμον. Θεμιστὼ διὰ τὴν ἀνάγκην ὑποκριναμένη ξίφος εἰσεκόμισεν ὑπὸ τῷ χιτωνίσκῳ καὶ τὸν νυμφίον καθεύδοντα ἐν τῷ θαλάμῳ παρακλίνασα τὸν τράχηλον εὐκόλως ἀπέσφαξεν, ὡς μηδὲ φωνὴν τοῦ φονευομένου γενέσθαι. ταῦτα δὲ πάντα νύκτωρ λαθοῦσα, πάλιν ἐπὶ θάλασσαν κατελθοῦσα, ἀκάτιον εὑροῦσα, πνεύματος ἐπιτυχοῦσα, τὸ ἀπόγειον ἐκλύσασα, μόνη ἀναχθεῖσα κατέπλευσεν ἐς Ἑλίκην πόλιν τῆς Ἀχαΐας, ἔνθα Ποσειδῶνος ἱερὸν ἅγιον ἦν· τούτῳ προσέφυγεν ἱκέτις. Φρικόδημος τὸν ἕτερον τῶν υἱῶν, ἀδελφὸν τοῦ φονευθέντος, Ἡρακῶντα, ἔπεμψεν ἐξαιτήσοντα παρὰ τῶν Ἑλικέων τὴν κόρην. οἱ μὲν δὴ ἐξέδωκαν, ἐπεὶ δὲ ἀνήχθησαν, χειμὼν μέγας ἐξέωσε τὸ σκάφος ἐπὶ τὸ Ῥίον τῆς Ἀχαΐας· οὗ προσορμισαμένοις ἐπεφάνησαν ἡμιολίαι δύο Ἀκαρνάνων ἐχθρῶς ἐχόντων πρὸς τὸν τύραννον, οἳ τὸ σκάφος ἐξαψάμενοι κατῆγον ἐς Ἀκαρνανίαν. τὸ πλῆθος τῶν Ἀκαρνάνων μαθόντες τὰ πεπραγμένα οἰκτείρουσι τὴν κόρην καὶ τὸν Ἡρακῶντα δήσαντες αὐτῇ παρέδωκαν. ὁ τύραννος πρεσβεύεται πρὸς αὐτὴν ὑπὲρ τοῦ παιδός, ἡ δὲ, εἰ τοὺς γονέας ἀπολάβοι, τότε ἀποδώσειν τὸν υἱὸν ἐπηγγείλατο. Φρικόδημος πιστεύσας ἐξέπεμψεν αὐτῇ τοὺς γονέας, οἱ δὲ Ἀκαρνᾶνες οὐδὲν ἔλαττον τὸν Ἡρακῶντα αἰκισάμενοι πικρῶς ἀπέκτειναν. τὸν δὲ Φρικόδημον οὐ μετὰ πολλὰς ἡμέρας οἱ πολῖται διέφθειραν. οἱ δὲ τὴν Ἑλίκην οἰκοῦντες οὐκ εἰς μακρὰν κατεπόθησαν αὐτοί τε καὶ ἡ πόλις, τῆς μὲν γῆς σεισθείσης, τοῦ δὲ πελάγους ἐπικλύσαντος. ἔδοξε τὸ μήνιμα γενέσθαι τοῦ Ποσειδῶνος, ὅτι τὴν ἱκέτιν αὐτοῦ παρθένον τοῖς πολεμίοις ἐξέδωκαν.

[47] ΦΕΡΕΤΙΜΑ

E Ἀρκεσίλαος Βάττου Κυρηναίων βασιλέως καταστασιασθεὶς ὑπὸ τοῦ πλήθους ἐξέπεσε τῆς ἀρχῆς· ἡ δὲ μήτηρ αὐτοῦ Φερετίμα πρὸς Εὐέλθοντα βασιλέα Σαλαμῖνος τῆς ἐν Κύπρῳ πλεύσασα ἱκέτευσεν αἰτουμένη συμμαχίαν. ὁ μὲν Κύπριος τῆς ἱκεσίας ἠμέλησεν, ἐν δὲ τῷ τέως Ἀρκεσίλαος Ἑλλήνων συμμάχων εὐπορήσας, κατελθὼν, τὴν ἀρχὴν ἀναλαβὼν, πικρῶς τιμωρούμενος τοὺς λελυπηκότας ὑπὸ τῶν ὁμόρων Βαρκαίων ἀνῃρέθη. Φερετίμα πρὸς τὸ δεινὸν οὐκ ἀπηγόρευσεν, ἀλλὰ ὡς τὸν Αἰγύπτου σατράπην Ἀρυάνδην καταφυγοῦσα καί τινας εὐεργεσίας ἐς Καμβύσην προβαλομένη, πολλὴν δύναμιν πεζικὴν καὶ ναυτικὴν συλλαβοῦσα, προσβαλοῦσα τοῖς Κυρηναίοις ἀνυπόστατος ἐγένετο, ὥστε καὶ δίκας ὑπὲρ τοῦ παιδὸς λαβεῖν καὶ τῷ γένει τὴν ἀρχὴν ἀπολαβεῖν.

[48] ΑΞΙΟΘΕΑ

E Ἀξιοθέα Νικοκλέους γυνὴ Κυπρίων βασιλέως πολλῶν ἡκόντων παρὰ Πτολεμαίου βασιλέως Αἰγύπτου καταλυσόντων τὴν ἀρχὴν, ἐπειδὴ Νικοκλῆς μὲν αὑτὸν ἀνεκρέμασεν, οἱ δὲ ἀδελφοὶ αὐτοῦ σφᾶς αὐτοὺς κατέσφαξαν, αὕτη τὰς τῶν τετελευτηκότων ἀρετὰς ἐζήλωσε· καὶ τάς τε ἀδελφὰς αὐτῶν καὶ μητέρας καὶ γυναῖκας συγκαλέσασα ἔπεισε μηδὲν ἀνάξιον ὑπομεῖναι τοῦ γένους. αἱ δὲ πεισθεῖσαι συνέκλεισαν μὲν ἀσφαλῶς τῆς γυναικωνίτιδος τὰς θύρας, ἀναδραμοῦσαι δὲ ἐπὶ τὰ στέγη, τοῦ πλήθους τῶν πολιτῶν συνδεδραμηκότος, τὰ μὲν τέκνα φερόμενα ἐν ταῖς ἀγκάλαις ἀπέσφαξαν, πῦρ δὲ ἐνεῖσαι τοῖς ὀρόφοις, αἱ μὲν τοῖς ξίφεσιν αὑτὰς διεχρήσαντο, αἱ δὲ εὐθαρσῶς τῇ φλογὶ προστρέχουσαι διεφθείροντο. Ἀξιοθέα δὲ στρατηγὸς ἦν ἐν τοῖς δεινοῖς ἀρίστη· ὅτε γὰρ εἶδεν εὐγενῶς ἁπάσας κειμένας, τότε καὶ αὐτὴ τὸ ξίφος καθεῖσα διὰ τῆς σφαγῆς αὑτὴν ἔρριψεν ἐς τὴν φλόγα, ἵνα μηδὲ νεκροῦ τοῦ σώματος οἱ πολέμιοι κρατήσωσιν.

[49] ΑΡΧΙΔΑΜΙΣ

E Πύρρος Ἠπειρώτης ἐστράτευσεν ἐπὶ Λακεδαίμονα. μάχης ἰσχυρᾶς πρὸ τῆς πόλεως γενομένης ἀναχωρήσαντες οἱ Λάκωνες ἐβουλεύσαντο παῖδας μὲν καὶ γυναῖκας ἐς Κρήτην ὑπεκθέσθαι, αὐτοὶ δὲ κινδυνεύειν μέχρι νίκης ἢ θανάτου. Ἀρχίδαμις Κλεάδα βασιλέως θυγάτηρ ἀντεῖπε τῇ γνώμῃ, ὡς καλὸν ταῖς Λακαίναις μετὰ τῶν ἀνδρῶν ἀποθανεῖν ἢ ζῆν μετ' αὐτῶν. καὶ δὴ πρὸς αὑτὰς ἐνείμαντο τὰ ἔργα τοῦ πολέμου· ἐτάφρευον, ὤρυττον, ὅπλα προσέφερον, δόρατα ἔθηγον, τοὺς τιτρωσκομένους ἐθεράπευον, ὥστε καὶ οἱ Λάκωνες εὐτολμότεροι πρὸς τὸν ἀγῶνα ἐγένοντο τὴν ἀνδρίαν τῶν γυναικῶν ὁρῶντες καὶ τὸν Πύρρον ἀπεκρούσαντο.

[50] ΛΑΟΔΙΚΗ

E Ἀντίοχος ὁ προσαγορευθεὶς Θεὸς ἔγημε Λαοδίκην ὁμοπάτριον ἀδελφὴν, ἐξ ἧς αὐτῷ παῖς ἐγένετο Σέλευκος. δευτέραν ἔγημε Βερενίκην, Πτολεμαίου βασιλέως θυγατέρα, ἐξ ἧς ἀπολιπὼν παῖδα νήπιον ἐτελεύτησε διάδοχον τῆς ἀρχῆς ἀποδείξας Σέλευκον. Λαοδίκη τὸν ἐκ τῆς Βερενίκης ὑποτρεφόμενον ἀναιρεθῆναι διεπράξατο. Βερενίκη προῆλθεν ἐς τὸ πλῆθος ἱκέτις ἔλεον καὶ βοήθειαν παρὰ τῶν ἀρχομένων αἰτουμένη. οἱ δὲ τὸν παῖδα πεφονευκότες ἕτερον ἐπιεικῶς ὅμοιον προήγαγον ἐς τὸ πλῆθος, ὡς αὐτὸν ἐκεῖνον ὄντα, περιστήσαντες αὐτῷ τὴν βασιλικὴν δορυφορίαν· τῇ δὲ Βερενίκῃ φυλακὴν μισθοφόρων Γαλατῶν ἐπέστησαν καὶ τόπον ἔδωκαν τῶν βασιλείων ὀχυρώτατον καὶ ὅρκους καὶ συνθήκας ἐσπείσαντο. Ἀριστάρχου δὲ ἰατροῦ Βερενίκῃ συνόντος καὶ πείσαντος αὐτὴν συνθέσθαι ἡ μὲν ἐπίστευσεν, οἱ δὲ τῷ ὅρκῳ στρατηγήματι χρησάμενοι τὴν Βερενίκην αὐτίκα προσπεσόντες ἔκτειναν. αἱ δὲ ἀμφ' αὐτὴν γυναῖκες ὑπερασπίζουσαι προσαπέθανον αἱ πλείονες, Παναρίστη δὲ καὶ Μανία καὶ Γηθοσύνη τὸ σῶμα τῆς Βερενίκης κρύψασαι κατὰ γῆν ἑτέραν κατέκλιναν ὡς ἐκείνην ἔτι ζῶσαν καὶ τὸ τραῦμα θεραπευομένην ὑπὸ τούτων. καὶ ἐπὶ τοσοῦτον ἔπεισαν τοὺς ὑπηκόους, ἐφ' ὅσον μεταπεμφθεὶς ὑπ' αὐτῶν Πτολεμαῖος ἧκεν ὁ πατὴρ τῆς ἀνῃρημένης καὶ διαπέμπων ἀπὸ τῆς προσηγορίας τοῦ πεφονευμένου παιδὸς καὶ τῆς ἀνῃρημένης Βερενίκης ὡς ἔτι ζώντων ἐπιστολὰς ἀπὸ τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς χωρὶς πολέμου καὶ μάχης ἐκράτησε τῷ στρατηγήματι τῆς Παναρίστης χρησάμενος.

[51] ΘΕΑΝΩ

E Θεανὼ Παυσανίου μήτηρ, ἡνίκα Παυσανίας μηδίζων ἁλοὺς κατέφυγεν ἱκέτης ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου, ὅθεν ἀποσπάσαι τὸν ἱκέτην οὐκ ἦν θέμις, αὕτη πρὸ τῶν ἄλλων ἀφικομένη πλίνθον πρὸς ταῖς θύραις ἀπηρείσατο. οἱ Λάκωνες θαυμάσαντες τὴν ἀνδρίαν ὁμοῦ καὶ τὴν σοφίαν ἕκαστος πλίνθον ἐνήρμοσε ταῖς θύραις, ὥστε ἄμφω γενέσθαι, οὔτε τὸν ἱκέτην ἀπέσπασαν καὶ τὸν προδότην ἐναποικοδομήσαντες διέφθειραν.

[52] ΔΗΙΔΑΜΕΙΑ

E Δηϊδάμεια Πύρρου θυγάτηρ Ἀμβρακίαν καταλαβομένη, τιμωρῆσαι Πτολεμαίῳ δολοφονηθέντι προελομένη, πρεσβευσαμένων Ἠπειρωτῶν τὸν πόλεμον κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προγόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συνταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσέπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπ' αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν·

'ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον.'

τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν ἐν τῷ τεμένει τῆς θεοῦ.

[53] ΑΡΤΕΜΙΣΙΑ

E Ἀρτεμισία περὶ Σαλαμῖνα συνεναυμάχει [Ξέρξῃ]· τοὺς Πέρσας ἤδη φεύγοντας οἱ Ἕλληνες ἐδίωκον. ἡ δὲ [ἤδη] καταλαμβανομένη προσέταξε τοῖς μὲν ἐπιβάταις ἀφελεῖν τῆς νεὼς τὰ σημεῖα τὰ Περσικὰ, τῷ κυβερνήτῃ δὲ, ἐμβαλεῖν εἰς τὴν ναῦν τὴν προπλέουσαν Περσικήν. οἱ Ἕλληνες ταῦτα ὁρῶντες, οἰηθέντες μίαν εἶναι τῶν συμμαχίδων νεῶν, ἀπολιπόντες ταύτην ἐπὶ τὰς ἄλλας ἐτράποντο, Ἀρτεμισία δὲ τὸν κίνδυνον [τὸν] ἐπικείμενον ἐκφυγοῦσα εἰς Καρίαν ἀποπλέουσα ᾤχετο.

2 Ἀρτεμισία Λυγδάμιδος κατέδυσε ναῦν συμμαχίδα Καλυνδίδα καὶ τριήραρχον Δαμασίθυμον. ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.

3 Ἀρτεμισία τριηραρχοῦσα νεὼς μακρᾶς οὐ μόνον τὸ τῶν βαρβάρων, ἀλλὰ καὶ τὸ τῶν Ἑλλήνων σημεῖον εἶχεν. εἰ μὲν ἐδίωκεν αὐτὴ ναῦν Ἑλληνίδα, τὸ βαρβαρικὸν ἀνέτεινε σημεῖον, εἰ δὲ ὑπὸ Ἑλληνίδος νεὼς ἐδιώκετο, ἀνέτεινε τὸ Ἑλληνικὸν, ἵνα οἱ διώκοντες ὡς Ἑλληνικῆς νεὼς ἀπέχωνται.

4 Ἀρτεμισία Λάτμον κατελάβετο τὴν μὲν ὡπλισμένην δύναμιν ἀποκρυψαμένη, αὐτὴ δὲ μετὰ εὐνούχων καὶ γυναικῶν καὶ αὐλητῶν καὶ τυμπανιστῶν ἐς τὸ ἄλσος τῆς Μητρὸς τῶν θεῶν ἀπέχον τῆς πόλεως ἑπτὰ στάδια παρῆλθεν ὀργιάζουσα. τῶν δὲ Λατμίων προελθόντων καὶ τὴν εὐσέβειαν αὐτῆς θεωμένων καὶ θαυμαζόντων οἱ ἀποκεκρυμμένοι ἐξαναστάντες κατελάβοντο τὴν πόλιν κρατήσαντες αὐλοῖς καὶ τυμπάνοις, ἧς οὐκ ἐκράτησαν τοῖς ὅπλοις.

5 Ἀρτεμισία βασιλεύουσα Καρίας Ξέρξῃ βασιλεῖ συνεμάχησε κατὰ τῶν Ἑλλήνων, ὥστε καὶ τὰ ἀριστεῖα τῆς ἐν Σαλαμῖνι ναυμαχίας ταύτῃ βασιλεὺς ἔδωκεν. καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τοῦ ναυμαχεῖν βασιλεὺς ὁρῶν τὴν μὲν γενναίως ἀγωνιζομένην, τοὺς δὲ ἄνδρας ἀγεννῶς ἀνεβόησεν· 'ὦ Ζεῦ, τοὺς μὲν ἄνδρας γυναῖκας πεποίηκας, τὰς δὲ γυναῖκας ἄνδρας'.

[54] ΜΑΝΙΑ

E Μανία γυνὴ Ζήνιδος ἄρχοντος τῶν περὶ Δάρδανον πόλεων νόσῳ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτὴ κατέσχε τὴν ἀρχὴν Φαρναβάζῳ χρησαμένη συμμάχῳ· αὐτὴ δὲ καὶ ἐπὶ τὰς μάχας ἐπὶ ἁρμαμάξης ἐπορεύετο καὶ τὰ παραγγέλματα ἐδίδου τοῖς μαχομένοις καὶ διέταττε τὰς τάξεις καὶ τὰ τῆς νίκης ἆθλα κατὰ τὴν ἀξίαν διένεμε τοῖς στρατιώταις. πολέμιος μὲν οὐδεὶς ἐκράτησεν αὐτῆς, ὁ δὲ τὴν θυγατέρα (πρὸς) αὐτῆς πρὸς γάμον λαβὼν Μειδίας, πιστὸς εἶναι διὰ τὸ κῆδος δοκῶν, ὑπεισελθὼν αὐτὴν διεχρήσατο.

[55] ΤΙΡΓΑΤΑΩ

E Τιργαταὼ Μαιῶτις ἐγήματο Ἑκαταίῳ βασιλεῖ Σίνδων, οἳ νέμονται μικρὸν ἄνω Βοσπόρου. τοῦτον τὸν Ἑκαταῖον ἐκπεσόντα τῆς ἀρχῆς κατήγαγε Σάτυρος ὁ Βοσπόρου τύραννος καὶ τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον ἐξέδωκεν ἀξιώσας τὴν προτέραν ἀποκτεῖναι. ὁ δὲ τὴν Μαιῶτιν στέργων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν, ἐς ὀχυρὸν δὲ φρούριον καθείρξας ἐκέλευσε διάγειν φρουρουμένην· ἡ δὲ Τιργαταὼ λαθοῦσα τοὺς φύλακας διέδρα. τῶν δὲ περὶ τὸν Ἑκαταῖον καὶ τὸν Σάτυρον πολλῇ σπουδῇ ζητούντων ‑ ἐδεδοίκεσαν γὰρ, μὴ κινήσῃ τοὺς Μαιώτας ἐς πόλεμον ‑ οὐ μὴν εὑρεῖν δυνηθέντων, ἡ Μαιῶτις ἐρήμους καὶ τραχείας ὁδοὺς ὑπερβάλλουσα καὶ μεθ' ἡμέραν μὲν ἐν ταῖς ὕλαις κρυπτομένη, ταῖς δὲ νυξὶ βαδίζουσα τέλος ἧκεν εἰς τοὺς καλουμένους Ἰξομάτας, ἔνθα ἦν αὐτῆς τὰ βασίλεια τῶν οἰκείων. τὸν μὲν δὴ πατέρα τετελευτηκότα κατέλαβε, τῷ δὲ διαδεξαμένῳ τὴν ἀρχὴν συνοικήσασα τοὺς Ἰξομάτας εἰς πόλεμον ἐκίνησε. καὶ πολλὰ μὲν τῶν περὶ Μαιῶτιν μαχίμων ἐθνῶν προσήγετο, μάλιστα δὲ τὴν Ἑκαταίου Σινδικὴν κατέτρεχε καὶ Σατύρου τὴν ἀρχὴν ἐλυμαίνετο, ὥστε ἱκετηρίας ἀμφότεροι πέμψαντες καὶ ὅμηρον δόντες παῖδα Σατύρου Μητρόδωρον ἐδεήθησαν εἰρήνης τυχεῖν. ἡ δὲ συνέθετο μὲν, οὐ μὴν οἵ γε συνθέμενοι τοὺς ὅρκους ἐφύλαξαν. ὁ γὰρ δὴ Σάτυρος ἔπεισε δύο φίλους ἱκέτας καταφυγόντας πρὸς αὐτὴν ἐπιβουλεῦσαι. οἱ μὲν κατέφυγον, ὁ δὲ Σάτυρος ἐξῄτει· ἡ δὲ τὸν τῆς ἱκεσίας νόμον τιμῶσα πολλάκις ἀντέγραφε σωτηρίαν πράττουσα τοῖς ἱκέταις. οἱ δὲ ἐπέθεντο, ὁ μὲν ὡς περὶ μεγάλων αὐτῇ διαλεγόμενος πραγμάτων, ὁ δὲ σπασάμενος τὸ ξίφος ἀπέτυχε τῆς ἐπιβουλῆς τοῦ ζωστῆρος ἀποδεξαμένου τὴν πληγήν. οἱ δορυφόροι συνδραμόντες ἀμφοτέρους ἐβασάνισαν. οἱ δὲ τὴν ἐπιβουλὴν ὡμολόγησαν τοῦ καθεικότος τυράννου. πάλιν ἡ Τιργαταὼ τὸν πόλεμον ἐξήνεγκε τὸν ὅμηρον ἀποκτείνασα καὶ πάντων τῶν δεινῶν ἁρπαγῆς καὶ φόνου πληροῦσα τὴν χώραν, ἕως αὐτὸς μὲν ὁ Σάτυρος ἀθυμήσας ἐτελεύτησε, Γόργιππος δὲ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διαδεξάμενος ἱκέτης αὐτὸς ἐλθὼν καὶ δῶρα δοὺς αὐτῇ μέγιστα τὸν πόλεμον διελύσατο.

[56] ΑΜΑΓΗ

E Ἀμάγη γυνὴ Μηδοσάκκου βασιλέως Σαρματῶν τῶν ἐπὶ τὴν Ποντικὴν παραλίαν καθηκόντων ὁρῶσα τὸν ἄνδρα τρυφῇ προσέχοντα καὶ μέθῃ αὐτὴ μὲν τὰ πολλὰ ἐδίκαζεν, αὐτὴ δὲ καὶ τὰς φυλακὰς τῆς χώρας καθίστατο καὶ τὰς ἐπιδρομὰς τῶν πολεμίων ἀνέστελλε καὶ τοῖς ἀδικουμένοις τῶν προσοίκων συνεμάχει. καὶ τὸ κλέος αὐτῆς λαμπρὸν ἦν ἀνὰ πάντας τοὺς Σκύθας, ὥστε καὶ οἱ [τὴν] Ταυρικὴν κατοικοῦντες Χερρονησῖται κακῶς πάσχοντες ὑπὸ τοῦ βασιλέως τῶν παρακειμένων Σκυθῶν ἐδεήθησαν αὐτῆς γενέσθαι σύμμαχοι. ἡ δὲ τὸ μὲν πρῶτον ἐπέστειλεν ἀπέχεσθαι Χερρονήσου κελεύουσα, ὡς δὲ κατεφρόνησεν ὁ Σκύθης, παραλαβοῦσα ἑκατὸν εἴκοσιν ἄνδρας τοὺς ψυχὴν καὶ σῶμα ἀλκιμωτάτους, τρεῖς ἵππους ἑκάστῳ παραδοῦσα διέδραμε νυκτὸς μιᾶς καὶ ἡμέρας χίλια καὶ διακόσια στάδια καὶ τοῖς βασιλείοις ἐξαίφνης ἐπιστᾶσα τοὺς μὲν ἐπὶ θυρῶν ἅπαντας ἀπέκτεινε, τῶν δὲ Σκυθῶν ὡς ἐν ἀπροσδοκήτῳ δεινῷ ταραχθέντων καὶ νομισάντων οὐχ ὅσους ἔβλεπον ἥκειν, ἀλλὰ πολλῷ πλείονας εἶναι τοὺς ἐπερχομένους, Ἀμάγη μεθ' ἧς εἶχεν ὁρμῆς ἐς τὸ βασίλειον ἐμπεσοῦσα τὸν Σκύθην καὶ τοὺς συνόντας αὐτῷ συγγενεῖς καὶ φίλους ἀποκτείνασα Χερρονησίταις μὲν ἀπέδωκε τὴν χώραν, τῷ δὲ παιδὶ τοῦ πεφονευμένου τὴν βασιλείαν ἐνεχείρισε παρεγγυήσασα δικαίως ἄρχειν καὶ ἀπέχεσθαι τῶν προσοικούντων Ἑλλήνων καὶ βαρβάρων ὁρῶντα τὸ τέλος τοῦ πατρός.

[57] ΑΡΣΙΝΟΗ

E Ἀρσινόη Λυσιμάχου τοῦ ἀνδρὸς τελευτήσαντος μεγάλης ταραχῆς οὔσης ἐν Ἐφέσῳ καὶ τῶν σελευκιζόντων τὰ τείχη καταβαλλόντων καὶ τὰς πύλας ἀνοιγόντων εἰς μὲν τὸ φορεῖον τὸ βασιλικὸν κατέκλινε θεράπαιναν στολὴν περιθεῖσα βασιλικὴν καὶ περιέστησε πολλοὺς τῶν ὑπασπιστῶν, αὐτὴ δὲ περιβαλομένη ῥάκια καὶ προσωπεῖον ἐρρυπωμένον καθ' ἑτέραν θύραν ἐξῆλθε μόνη καὶ δραμοῦσα ἐπὶ τὰς ναῦς ἀπέπλευσε. Μενεκράτης, εἷς τῶν ἡγεμόνων, τῷ φορείῳ προσπεσὼν κατεκέντησε τὴν θεράπαιναν οἰόμενος Ἀρσινόην φονεύειν.

[58] ΚΡΑΤΗΣΙΠΟΛΙΣ

E Κρατησίπολις Πτολεμαίῳ τὸν Ἀκροκόρινθον ἐνδοῦναι βουλομένη φυλαττόμενον ὑπὸ μισθοφόρων, οἳ πολλάκις ἔπειθον αὐτὴν χρῆναι φυλάττειν τὸν τόπον, ἐπαινέσασα αὐτοὺς ὡς ἀνδρείους καὶ πιστούς, ἀλλὰ καὶ ἀπὸ Σικυῶνος ἔφη μεταπέμψεσθαι συμμάχους, οἳ μετ' αὐτῶν ἀσφαλέστερον φυλάξουσιν. ἔπεμψε μὲν πρὸς Σικυωνίους φανερῶς, κρύφα δὲ πρὸς Πτολεμαῖον, καὶ τοὺς παρ' αὐτοῦ στρατιώτας νύκτωρ ἥκοντας ὡς τοὺς ἀπὸ Σικυῶνος συμμάχους ἐδέξατο. καὶ παρέλαβε Πτολεμαῖος Ἀκροκόρινθον ἀκόντων τῶν φυλασσόντων.

[59] ΙΕΡΕΙΑ

E Αἰτωλοὶ Πελληνεῦσιν ἐπεστράτευον. πρὸ τῆς Πελλήνης ὄχθος ἐστὶν ὑψηλὸς ἀντικρὺ τῆς ἀκροπόλεως, ἐφ' ὃν οἱ Πελληνεῖς συνελθόντες ὡπλίζοντο. τῆς Ἀθηνᾶς ἱέρεια κατά τι νόμιμον ἐκείνης τῆς ἡμέρας πανοπλίαν ἔχουσα καὶ τρίλοφον κράνος, ἡ καλλίστη καὶ μεγίστη τῶν παρθένων, ἀπὸ τῆς ἀκροπόλεως ἀπέβλεπεν ἐς τὸ πλῆθος τῶν ὁπλιζομένων πολιτῶν. Αἰτωλοὶ παρθένον ὡπλισμένην ἐκ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς προελθοῦσαν ἰδόντες αὐτὴν τὴν Ἀθηνᾶν σύμμαχον ἥκειν Πελληνεῦσι νομίσαντες ἀνέστρεψαν, Πελληνεῖς δὲ ἐπιδιώξαντες οὐκ ὀλίγους Αἰτωλῶν ἔκτειναν.

[60] ΚΥΝΝΑ

E Κύννα Φιλίππου θυγάτηρ τὰ πολεμικὰ ἤσκει καὶ στρατοπέδων ἡγεῖτο καὶ πολεμίοις παρετάσσετο· καὶ Ἰλλυριοῖς παρατασσομένη τὴν βασιλεύουσαν αὐτῶν καιρίαν ἐς τὸν αὐχένα πλήξασα κατέβαλε καὶ πολλοὺς τῶν Ἰλλυριῶν φεύγοντας ἔκτεινε. γημαμένη δὲ Ἀμύντᾳ τῷ Περδίκκου ταχέως τοῦτον ἀποβαλοῦσα οὐχ ὑπέμεινεν ἀνδρὸς πειραθῆναι δευτέρου, ἀλλὰ μίαν ἔχουσα θυγατέρα ἐξ Ἀμύντου Εὐρυδίκην καὶ ταύτην τὰ πολεμικὰ ἤσκησεν. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος καὶ τῶν διαδόχων νεωτεριζόντων ἐτόλμησεν αὐτὴ διαβῆναι τὸν Στρυμόνα, Ἀντιπάτρου δὲ κωλύοντος βιασαμένη τοὺς κωλύοντας τὸν ποταμὸν διῆλθε καὶ τοὺς ἐμποδὼν γιγνομένους καταγωνισαμένη διέβη τὸν Ἑλλήσποντον συμμῖξαι τῷ Μακεδόνων στρατεύματι προθυμουμένη. Ἀλκέτα δὲ μετὰ τῆς δυνάμεως ἀπαντήσαντος οἱ Μακεδόνες ἰδόντες τὴν Φιλίππου θυγατέρα καὶ ἀδελφὴν Ἀλεξάνδρου, αἰδεσθέντες τὴν γνώμην μετεβάλοντο. ἡ δὲ τὸν Ἀλκέταν ὀνειδίσασα τῆς ἀχαριστίας οὔτε τὸ πλῆθος τῶν ἀνδρῶν οὔτε τὴν παρασκευὴν τῶν ὅπλων κατεπλάγη, ἀλλ' εὐγενῶς ἤνεγκε τὴν σφαγὴν τεθνάναι μᾶλλον ἢ τὸ Φιλίππου γένος ἐκπεπτωκὸς τῆς ἀρχῆς ὁρᾶν αἱρουμένη.

[61] ΜΥΣΤΑ

E Μύστα γυνὴ Σελεύκου τοῦ Καλλινίκου κληθέντος περὶ Ἄγκυραν ὑπὸ Γαλατῶν ἡττηθέντος, ὑπὸ τῶν πολεμίων ἁλοῦσα, τὴν βασιλικὴν ἐσθῆτα μεταμφιασαμένη, θεραπαινίδος ἀθλιωτάτης ῥάκια λαβοῦσα ἐν τοῖς αἰχμαλώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον μετὰ ἄλλων ἀνδραπόδων ἐξηγόρευσεν ἥτις ἦν. Ῥόδιοι τῷ πριαμένῳ τὸ ἀργύριον ἀποδόντες λαμπρῶς κομίσαντες ἐς Ἀντιόχειαν ἐξέπεμψαν.

[62] ΕΠΙΧΑΡΙΣ

E Πείσων καὶ Σενέκας ἐπιβουλὴν συνεστήσαντο κατὰ Νέρωνος. ἦν ἀδελφὸς Σενέκᾳ Μέλας, ὃς ἑταίραν εἶχεν Ἐπίχαριν. ταύτην τὴν Ἐπίχαριν ὁ Νέρων ὡς μετέχουσαν τῶν ἀπορρήτων ἐβασάνισε πικρῶς, ἡ δὲ ἀντέσχεν οὐδενὸς κατειποῦσα. Νέρων ἀνέθετο ὡς αὖθις βασανίσων. μετὰ τρεῖς ἡμέρας τὴν Ἐπίχαριν ἐκομίζετο ἐν φορείῳ, ἡ δὲ λυσαμένη τὴν ζώνην ἀπεβρόχισεν ἑαυτὴν ἐν αὐτῷ τῷ φορείῳ. οἱ κομίζοντες ἐγγὺς τῶν βασανιστήρων γενόμενοι ἀποθέμενοι προελθεῖν αὐτὴν ἐκέλευον· τῆς δ' ἄρα τὸ σῶμα εὑρέθη νεκρὸν, καὶ ὁ τύραννος πολλὰ ἐσχετλίαζεν ὡς ὑπὸ τῆς ἑταίρας νενικημένος.

[63] ΜΙΛΗΣΙΑ

E Ἐν Μιλήτῳ τὰς παρθένους μανικὸν πάθος κατέσχεν· αἱ πλεῖσται γὰρ οὐδεμιᾶς οὔσης συμφορᾶς ἐξαίφνης αὑτὰς ἀπεβρόχιζον. Μιλησία γυνὴ συνεβούλευσε τὰς ἀπαγχομένας [γυμνὰς] διὰ τῆς ἀγορᾶς ἐκκομίζεσθαι. τοῦτο κυρωθὲν ἐπέσχε θανατώσας τὰς παρθένους· τὴν γὰρ μετὰ θάνατον αἰσχύνην καὶ τὴν διὰ τῆς ἀγορᾶς πομπὴν οὐ φέρουσαι τῶν βρόχων ἀπέσχοντο.

[64] ΜΗΛΙΑΙ

E Μήλιοι Καρίαν ἐπῴκισαν ἡγεμόνα Νυμφαῖον ἔχοντες· Κᾶρες οἱ Κρυασσὸν οἰκοῦντες ἐπιβουλεύοντες Μηλίοις καλοῦσιν αὐτοὺς ἐπὶ δημοσίαν ἑορτήν. Καρίνη παρθένος ἐρῶσα Νυμφαίου τὴν ἐπιβουλὴν ἐξηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Κᾶρας ἔφη, νόμον Ἕλλησιν εἶναι μετὰ γυναικῶν ἐπὶ δεῖπνον βαδίζειν. οἱ μὲν δὴ Κᾶρες ἐκέλευσαν ἄγειν καὶ τὰς γυναῖκας, οἱ Μήλιοι δὲ αὐτοὶ μὲν ἄνευ ὅπλων ἐν ἱματίοις βαδίζουσιν, αἱ δὲ γυναῖκες ἑκάστη ξίφος ἐν τῷ κόλπῳ κομίζουσα παρὰ τὸν αὑτῆς ἄνδρα πᾶσαι καθιζάνουσιν. ὡς δὲ δειπνοῦντες τοῦ Καρίου συνθήματος ᾔσθοντο, αἱ μὲν γυναῖκες ὁμοῦ πᾶσαι τοὺς κόλπους ἀνέρρηξαν, οἱ δὲ ἄνδρες τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διαχρησάμενοι πάντας τήν τε πόλιν αὐτῶν καὶ τὴν χώραν κατῴκησαν.

[65] ΦΩΚΙΔΕΣ

E Φωκεῦσι καὶ Θετταλοῖς πόλεμος ἄσπονδος ἦν, ὥστε καὶ Θετταλοὶ δόγμα ἐκύρωσαν, μηδενὸς ἀπέχεσθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι. Φωκέων μελλόντων συμβάλλειν ἐς μάχην αἱ Φωκίδες ἐψηφίσαντο· 'ὕλην παμμεγέθη νησώμεθα· ἐπειδὰν δὲ αἰσθώμεθα τοὺς ἄνδρας ἡττωμένους, αὐταὶ τῆς πυρᾶς μετὰ τῶν τέκνων ἐπιβῶμεν καὶ τὴν ὕλην ὑφάψασαι καταπρήσωμεν.' τοῦτο τὸ ψήφισμα τῶν γυναικῶν τοὺς Φωκέας ἐποίησεν ἀνδρειότερον παρατάξασθαι καὶ κρατῆσαι τῇ μάχῃ.

[66] ΧΙΑΙ

E Χίοις πρὸς Ἐρυθραίους πόλεμος ἦν Λευκωνίας πέρι· καὶ δὴ συνέθεντο Χῖοι μὴ δυνάμενοι τοῖς πολεμίοις ἀντέχειν ἐξελθεῖν ὑπόσπονδοι χλαῖναν μίαν ἕκαστος καὶ ἱμάτιον ἔχοντες. αἱ Χῖαι γυναῖκες ἐσχετλίαζον, εἰ τὰ ὅπλα προέμενοι γυμνοὶ φευξοῦνται. τῶν δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο.

[67] ΘΑΣΙΑΙ

E Θάσιοι πολιορκούμενοι μηχανήματα ἔνδον τῶν τειχῶν ἐπαναστῆσαι τοῖς πολεμίοις βουλόμενοι σπάρτων ἠπόρουν, οἷς τὰ μηχανήματα συνδεῖν ἐχρῆν. αἱ Θάσιαι τὰς κεφαλὰς ἀπεκείραντο καὶ σύνδεσμοι τῶν μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες.

[68] ΑΡΓΟΛΙΔΕΣ

E Πύρρος Ἠπειρώτης ἐνέβαλεν εἰς Ἄργος καλέσαντος αὐτὸν Ἀριστέως Ἀργείου. οἱ μὲν Ἀργεῖοι συνέδραμον ἐς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων, αἱ δὲ γυναῖκες αὐτῶν προκαταλαβόμεναι τὰ τέγη τοὺς Ἠπειρώτας ἄνωθεν βάλλουσαι ἀναχωρῆσαι βιάζονται, ὥστε καὶ Πύρρος, ὁ δεινότατος τῶν στρατηγῶν, αὐτὸς ἔπεσεν ἐμπεσούσης ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κεραμίδος. αἱ δὲ Ἀργολίδες μέγιστον κλέος ἐν τοῖς Ἕλλησιν ἤραντο Πύρρου τοῦ πολεμικωτάτου μηδὲ ὑπ' ἀνδρῶν, ἀλλὰ ὑπὸ γυναικῶν Ἀργολίδων πεσόντος.

[69] ΑΚΑΡΝΑΝΙΔΕΣ

E Αἰτωλῶν Ἀκαρνᾶσι μακρῷ χρόνῳ πολεμούντων, τέλος δὲ κατὰ προδοσίαν ἐς τὴν πόλιν παραπεσόντων οἱ μὲν ἄνδρες εὐρώστως ἐν παραλόγῳ κινδύνῳ παρετάσσοντο, αἱ δὲ γυναῖκες ἐπὶ τὰς στέγας ἀναδραμοῦσαι, αἱ μὲν λίθους, αἱ δὲ κεράμους βάλλουσαι πολλοὺς τῶν πολεμίων ἀνῄρουν. τοὺς δὲ ἄνδρας ἐνδιδόντας καὶ ἡττωμένους αὗται ποτὲ μὲν παρακαλοῦσαι, ποτὲ δὲ ὀνειδίζουσαι, ποτὲ δὲ ἱκετεύουσαι ἀνέστρεψαν ἐπὶ τὴν μάχην. ἐπεὶ δὲ πάλιν ἀγωνισάμενοι γενναίως ἑάλωσαν, αἱ γυναῖκες ἐπὶ τοσοῦτον περιεπλέκοντο τοῖς σώμασι τῶν ἀνδρῶν ἢ ἀδελφῶν ἢ πατέρων, ὥστε αὐτὰς ἐξαρτωμένας ἀποσπᾶν οἱ πολέμιοι μὴ δυνάμενοι συγκατεφόνευσαν τοῖς ἀνδράσιν.

[70] ΚΥΡΗΝΑΙΑΙ

E Κυρηναίοις ἐπολέμει Πτολεμαῖος. οἱ δὲ ἡγεμόνα ἐξ Αἰτωλίας Λυκωπὸν μεταπεμψάμενοι τούτῳ τὴν προστασίαν τῶν κοινῶν ἐνεχείρισαν. ἐν δὲ ταῖς μάχαις οἱ μὲν Κυρηναῖοι προεκινδύνευον, αἱ δὲ γυναῖκες αὐτῶν χάρακας περιέβαλλον, τάφρους ὤρυττον, βέλη προσέφερον, λίθους προσεκόμιζον, τοὺς τραυματίας ἐθεράπευον, τροφὴν παρεσκεύαζον. σφαλέντων δὲ τῶν ἀνδρῶν, τοῦ Λυκωποῦ τὰ πράγματα μεταστήσαντος ἐς μοναρχίαν, ἐπὶ τοσοῦτον ἐβλασφήμησαν τὸν μόναρχον, ὥστε παροξυνθεὶς τὰς πλείστας αὐτῶν ἀπέκτεινεν ἑκούσας ἐπὶ τὴν σφαγὴν θεούσας.

[71] ΛΑΚΑΙΝΑΙ

E Λακεδαιμονίων αἱ θυγατέρες ἐγήμαντο Μινύαις τοῖς ἀπὸ τῶν Ἀργοναυτῶν γεγονόσιν. οἱ δὲ κοινωνοῦντες τῆς πολιτείας ἤδη καὶ τῆς βασιλείας ἀντεποιοῦντο. τοὺς μὲν δὴ καθεῖρξαν οἱ Σπαρτιᾶται, αἱ δὲ θυγατέρες τῶν * * *


Attalus' home page | 11.04.19 | Any comments?